τῆς σῆς κληρονομίας ἐπαιρόμενοι." ὃν ἰδὼν Γεώργιος ὁ Πισσίδης μετὰ τοιαύτης ταπεινώσεως ἔφη ὦ βασιλεῦ, μελαμβαφὲς πέδιλον εἱλίξας πόδας, βάψεις ἐρυθρὸν Περσικῶν ἐξ αἱμάτων. λαβὼν δὲ μετὰ χεῖρας τὴν θεανδρικὴν ἀχειροποίητον μορφὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν κατὰ Περσῶν ἐστράτευσε μετὰ πλοίων διὰ τοῦ Εὐξείνου πόντου, προσλαβόμενος εἰς συμμαχίαν πλῆ151 θος Τούρκων καὶ ἄλλων ἐθνῶν πλήθη, ἐξορμήσας κατὰ Περσῶν δυνάμει βαρείᾳ σφόδρα. Οἱ δὲ Ἀβάρεις τὰς εἰρηνικὰς σπονδὰς διαλύσαντες τῷ τείχει τοῦ Βυζαντίου προσπελάζουσι, πάντα τὰ τῆς πόλεως ἐκτὸς πυρὶ παραδιδόντες, καὶ ὥσπερ ἀναμερισάμενοι Πέρσαι μὲν τὰ τῆς ἀνατολῆς κατεδῄουν, Ἀβάρεις δὲ τὰ τῆς Θρᾴκης πάντα διέφθειρον. διαπορηθέντες οὖν οἱ πολῖται καὶ ἀπελπίσαντες πρὸς τοὺς Ἀβάρεις πόλεμον συνῆψαν, συνεργίᾳ Βόνου πατρικίου καὶ Σεργίου πατριάρχου, καὶ πολλὰς χιλιάδας κατασφάξαντες καὶ τὰς ναῦς ἐμπρήσαντες πρὸς τὴν ἰδίαν αὐτῶν χώραν αὐτοὺς ἐξήλασαν. Χοσρόης δὲ μαθὼν τὴν Ἡρακλείου ἔφοδον πολλοὺς πολέμους συνῆψεν αὐτῷ, καὶ τῇ τοῦ θεοῦ συνεργίᾳ ἐν πᾶσι τούτοις κατὰ κράτος ἡττηθεὶς πλησιάζοντι δὲ τῷ βασιλεῖ τῇ αὐτοῦ πόλει σατράπην ἕνα ἐν χιλιάσιν ὁπλιτῶν τριάκοντα κατ' αὐτοῦ ἐξέπεμψε· συμβολῆς δὲ γενομένης ἀνῃρέθησαν πάντες. οἱ ὑπολειφθέντες δὲ καὶ διαδράντες Περσῶν οἴκῳ τοῦτον κατέκλεισαν, καὶ προύθηκαν χρυσὸν καὶ ἄργυρον καὶ μαργαρίτας καὶ λίθους, εἰπόντες αὐτῷ "ἔσθιε τούτων καὶ ἀπόλαυε, διὸ καὶ τοὺς Ῥωμαίους καθ' ἡμῶν ἤγαγες." καὶ οὕτω λιμῷ καὶ δίψῃ τιμωρήσαντες ἀνεῖλον αὐτόν. Ἡράκλειος δὲ τάς τε πόλεις Περσίδος καθῄρει καὶ τὰ πυρεῖα διέστρεφεν, ἐφ' ὧν εὑρέθη Χοσρόου τὸ μυσαρὸν ἐκτύπωμα, ὥσπερ ἐν οὐρανῷ ἐν τῇ τοῦ οἴκου στέγῃ καθήμενον, ἐν ᾧ ἄστρα καὶ 152 ἥλιον καὶ σελήνην κατεσκεύασεν, καὶ ἀγγέλους περιεστῶτας αὐτῷ, καὶ βροντὴν διὰ μηχανῆς γίνεσθαι, καὶ βρέχειν ὅταν θελήσειαν· ἅπερ ὁ βασιλεὺς εἰς γῆν καταστρέψας κονιορτὸν ἀπετέλεσε. ταῦτα δὲ Σάρβαρος ἐν τῇ Ῥωμαίων γῇ ἀκούσας γράφει πρὸς Ἡράκλειον ἀπολογίαν, ὡς ὅτι οὐχ ἑκὼν ἀλλὰ γνώμῃ Χοσρόου διεπραττόμην τὰ κατὰ τῶν Ῥωμαίων. ὃν ὁ βασιλεὺς διὰ γραμμάτων εἰρηνικῶν προσεκαλέσατο· ὁ δὲ ἧκε πρὸς αὐτὸν ἐν Περσίδι. ἀναζητήσας οὖν ὁ βασιλεὺς τοὺς πρεσβευτάς, καὶ μαθὼν ὡς ὑπὸ Χοσρόου δεινῶς ἀνῃρέθησαν, θυμοῦ πλησθεὶς οὐκ ἐφείσατο κατασφάζων τὴν πᾶσαν Περσίδα ἐν ἔτεσιν ἕξ, τῷ δὲ ἑβδόμῳ ἔτει τὰ τίμια ξύλα ἀπὸ Περσίδος ἀναλαβὼν καὶ εἰς Ἱερουσαλὴμ παραγενόμενος καὶ ταῦτα ὑψώσας μετὰ χαρᾶς καὶ εἰρήνης ἐπὶ Κωνσταντινούπολιν ὑπέστρεφεν. Ἐπὶ αὐτοῦ ἀνεφάνη Μωάμεθ ὁ τῶν Σαρακηνῶν ἀρχηγός, ἐκ τῆς Αἰθρίβου ἀνελθών, καὶ τῷ βασιλεῖ ὑπαντήσας μετὰ πλήθους καὶ προσπεσὼν αὐτῷ καὶ τόπον αἰτησάμενος εἰς κατοίκησιν τετύχηκε τῆς ἐφέσεως. Ἀναγκαῖον δὲ ἡγοῦμαι περὶ τῆς τοῦ Μωάμεθ γενεᾶς μικρόν τι διηγήσασθαι. τῷ τοίνυν δωδεκάτῳ τοῦ Μωάμεθ χρόνῳ, ἐν ἔτει ρλʹ ἀπὸ κτίσεως κόσμου, ἰνδικτιῶνος ιʹ, μηνὶ Σεπτεμβρίῳ τρίτῃ, ἡμέρᾳ πέμπτῃ, ἐγένετο θεμάτιον τῶν Ἀγαρηνῶν παρὰ Στεφάνου Ἀλεξανδρείας κανονίσαντος κρατῆσαι τούτους ἐν ἰσχύϊ ἔτη τριακόσια ἐννέα, ἐν δὲ συστροφῇ καὶ 153 ἀκαταστασίᾳ καὶ συμφοραῖς ἕτερα ἔτη εἴκοσι ἑπτά, ὡς εἶναι τὴν διακράτησιν τὴν ἅπασαν εὐτυχοῦσαν καὶ δυστυχοῦσαν ἔτη τριακόσια τριακοντάεξ. Οὗτος ἐξ Ἰσμαὴλ κατήγετο, υἱοῦ Ἀβραάμ. Νίζαρος γὰρ ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος γεννᾷ υἱοὺς δύο, Μούνδαρον καὶ Ἀραβίαν. ἐκ τούτων πολλοὶ ἐγένοντο καὶ ᾤκουν τὴν Μαδιανῖτιν ἔρημον, ἐπραγματεύοντο δὲ καὶ ἐν τοῖς καμήλοις αὐτῶν. ἀπόρου δὲ καὶ ὀρφανοῦ ὄντος τοῦ προειρημένου Μωάμεθ, εἰσῆλθε πρός τινα γυναῖκα πλουσίαν συγγενῆ αὐτοῦ ὀνόματι Χαδιγᾶν, μίσθιος ἐπὶ τῷ καμηλεύειν καὶ πραγματεύεσθαι. κατ' ὀλίγον δὲ παρρησιασάμενος ὑπεισῆλθε τῇ γυναικί, καὶ ἔγημεν αὐτήν, καὶ ἔσχε τὰς καμήλους αὐτῆς καὶ τὴν ὕπαρξιν. ἐρχόμενος δὲ ἐν Παλαιστίνῃ συνανεστρέφετο καὶ Χριστιανοῖς, θηρώμενος παρ' αὐτῶν τινὰ γραφικά. ἔσχε δὲ τὸ πάθος τῆς ἐπιληψίας· καὶ τοῦτο νοήσασα ἡ γυνὴ ἐλυπεῖτο σφόδρα ὅτι τοιούτῳ συνήφθη, οὐ μόνον ἀπόρῳ