50
κατηγορουμένου, ἀλλὰ μὴ προλήψει μηδὲ μονομερῶς, ἀλλὰ μετὰ δικαιοσύνης, ὡς ὑπὲρ ζωῆς αἰωνίου ἢ θανάτου διδόντες ἀπόφασιν· «∆ικαίως γάρ, φησὶν ὁ Θεός, διώξει τὸ δίκαιον.» Ὁ γὰρ δικαίως τιμωρηθεὶς καὶ ἀφορισθεὶς παρ' ὑμῶν αἰωνίου ζωῆς καὶ δόξης ἀπόβλητος γέγονεν καὶ παρὰ ἀνθρώποις ὁσίοις ἄτιμος καὶ παρὰ Θεῷ κατάδικος. Μὴ πάσης δὲ ἁμαρτίας ποιεῖσθε τὴν αὐτὴν ἀπόφασιν, ἀλλ' ἑκάστης ἰδίαν, μετὰ πολλῆς φρονήσεως κρίνοντες ἕκαστα τῶν πλημμελουμένων, τά τε σμικρὰ καὶ τὰ μεγάλα, καὶ ἄλλως ἔργου, καὶ λόγου πάλιν ἑτέρως, καὶ προθέσεως ἢ λοιδορίας ἢ ὑπολήψεως διαφόρως· καὶ τοὺς μὲν ὑποβαλεῖς μόναις ἀπειλαῖς, τοὺς δὲ πενήτων χορηγίαις, ἄλλους δὲ νηστείαις στιβώσεις, καὶ ἑτέρους ἀφορίσεις πρὸς τὸ μέγεθος τοῦ ἐγκλήματος αὐτῶν. Καὶ γὰρ καὶ ὁ Νόμος οὐ παντὸς ἁμαρτήματος τὴν αὐτὴν ἐποιεῖτο τιμωρίαν, ἀλλὰ ἄλλως μὲν τὰ εἰς Θεὸν καὶ εἰς ἱερέα καὶ εἰς ἱερὸν καὶ εἰς ἱερεῖον, ἑτέρως δὲ τὰ εἰς βασιλέα καὶ εἰς ἄρχοντα καὶ στρατιώτην καὶ ὑπήκοον, ὁμότιμον ἢ οἰκέτην, ἢ εἰς κτῆμα ἢ εἰς ἄλογον, καὶ πάλιν παρηλλαγμένως τὰ εἰς γονεῖς καὶ συγγενεῖς, ἄλλως τὰ ἐξ ἐφόδου, καὶ τὰ ἑκουσίως ἑτέρως· καὶ τοῖς μὲν θάνατον ἢ διὰ σταυροῦ ἢ τὸν διὰ λίθων, τοῖς δὲ ζημίαν ἢ μάστιγας ἢ τὸ τὰ ὅμοια παθεῖν οἷς ἔδρασαν. Oὐκοῦν καὶ ὑμεῖς τῶν διαφόρων ἁμαρτημάτων διαφόρους ποιεῖσθε καὶ τὰς τιμωρίας, ἵνα μή τις ἀδικία παρεμπεσοῦσα κινήσῃ τὸν Θεὸν εἰς ἀγανάκτησιν· ἧς γὰρ ἂν ἀδίκου κρίσεως μεσῖται γένησθε, ταύτης καὶ τὸν ἀπὸ Θεοῦ λήψεσθε μισθόν· «Ὣι γὰρ κρίματι κρίνετε, κριθήσεσθε.» Καθίσαντες οὖν ἐπὶ τὸ κριτήριον, παρόντων ἑκατέρων τῶν προσώπων, οὐ γὰρ ἐροῦμεν ἀδελφῶν, μέχρις οὗ ἐν εἰρήνῃ ἑαυτοὺς ἀπολάβωσιν, ἐρευνᾶτε ἀκριβῶς περὶ τῶν ἐνεχομένων· καὶ πρῶτον περὶ τοῦ κατηγοροῦντος, εἰ πρώτου τούτου κατηγορεῖ ἢ καὶ ἑτέροις τισὶν ἐγκλήματα κατενήνοχεν, καὶ εἰ μὴ ἐκ μέμψεως αὐτῶν ἡ φιλονεικία καὶ τὸ ἔγκλημα ὑπόκειται, καὶ ὁποία τις ἡ ἀναστροφὴ αὐτοῦ ὑπάρχει. Καὶ τοιοῦτος δὲ ὢν εὐσυνείδητος, μὴ πιστευέσθω μόνος, παράνομον γὰρ τὸ τοιοῦτον, ἀλλ' ἐχέτω καὶ ἑτέρους μάρτυρας ὁμοίους αὐτῷ τὸν τρόπον, καθὼς καὶ ὁ Νόμος λέγει· «Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» ∆ιατί δὲ εἴπομεν τὸν τρόπον αὐτῶν ἐπι ζητεῖσθαι ὁποῖος τυγχάνει; Ἐπειδὴ πολλάκις ἐγχωρεῖ καὶ τοὺς δύο καὶ τοὺς πλείονας ἐπὶ κακῷ μαρτυρῆσαι καὶ συμφώνως προστῆναι τοῦ ψεύδους, ὡς τοὺς δύο πρεσβυτέ ρους κατὰ Σωσάννης ἐν Βαβυλῶνι, καὶ τοὺς υἱοὺς τῶν