̔Ιστορεῖται δὲ κατὰ ζῆλον τινα καὶ παρὰ Νικαεῦσι ποταμόν τινα ̓Αλφειὸν ὠνομάσθαι, καὶ ορη τινα ̓Ολύμπια, καὶ ἀγῶνα δὲ ̓Ολυμπιακὸν αγεσθαι, κατὰ μίμησιν τῶν ἐν Ηλιδι. Τριφυλία δὲ καὶ Τριφυλὶς γῆ λέγεται ἡ κατὰ Ηλιν διὰ τὸ ὑπὸ τριῶν τινων οἰκεῖσθαι φύλων, ἐν οις καὶ Πύλιοι ἰθαγενεῖς, καὶ ἐπήλυδες Μινυοί· η ἀπὸ Τριφύλου τινὸς ἀνδρός. Μεσσήνη δὲ αυτη χώρα ἐστι Λακωνικὴ, ης αποικος ἡ Σικελικὴ Μεσσήνη, Ζάγκλη μέν ποτε λεγομένη ἐκείνη, μεταβαλοῦσα δὲ τὸ ονομα εἰς Μεσσήνην, ὡς ̔Ηρόδοτος ἱστορεῖ. Γράφεται δὲ παρὰ τοῖς παλαιοῖς διὰ δύο ςσ, καὶ διὰ ταύτην λέγεται ὁ Εὐρώτας Μεσσήνιος. ̔Η δὲ Ηλις, ἀφ' ης οἱ ̓Ηλεῖοι, διφορεῖται κατὰ τὸ πνεῦμα· καὶ δασύνεται γὰρ ἀπὸ τοῦ ἁλίζω, τὸ συναθροίζω, διὰ τὸ πολλοὺς ἐκεῖ ἐν τῷ ἀγῶνι τῶν ̓Ολυμπίων ἀθροίζεσθαι· καὶ ψιλοῦται μάλιστα διὰ τὸν κανόνα τὸν λέγοντα τὸ η πρὸ τοῦ λ ψιλοῦσθαι. Φασὶ δὲ περὶ τὴν τοιαύτην Ηλιν μὴ ἡμιόνους γίνεσθαι, δι' οὐδὲν φανερὸν αιτιον, ἀλλ' εκ τινος κατάρας, ως φησιν ̔Ηρόδοτος. 414 Οτι ̓Αρκάδες περὶ μέσην τὴν Πελοπόννησον κοίλην χθόνα ναίουσιν ὑπὸ τὸ ορος τὸ ̓Ερύμανθον, ἐν ῳ κάπροι πολλοὶ, οθεν καὶ ὁ ̓Ερυμάνθιος κάπρος, ον εκτανεν ̔Ηρακλῆς· ενθα Μέλας καὶ Κρᾶθις καὶ Λάδων ῥέουσιν. Εστι δὲ καὶ Σικελικὸς ποταμὸς Κρᾶθις, καὶ περὶ Σύβαριν δὲ, ὡς προγέγραπται, ητοι περὶ τὸ Θούριον, ος ξανθίζει τοὺς λουομένους. ̓Ιστέον δὲ οτι καὶ Μέλας ποταμὸς οὐ μόνος ουτός ἐστιν, ἀλλὰ καὶ Θρᾳκικὸς, ἐξ ου Μέλας κόλπος ὀνομάζεται ὁ περὶ τὴν Αινον, καὶ ̓Ασιανὸς δὲ ποταμὸς Μέλας ἐστὶ, καὶ περὶ τὴν Τραχῖνα δὲ, ὡς ̔Ηρόδοτος ἱστορεῖ. Τοὺς δὲ ̓Αρκάδας ∆ιονύσιος μὲν ̓Απιδανῆας καλεῖ, οἱ νεώτεροι δὲ ̓Απιδόνας κατὰ τὸν Γεωγράφον, ἀπό τινος Απιδος, ου ἡ γενικὴ καὶ Απεως, ὡς οφις οφεως, Αμαστρις ̓Αμάστρεως, Ζάμολξις Ζαμόλξεως. Οἱ δέ φασιν οτι Απις ὁ Φορωνέως ἐκ τῆς ̓Ηπείρου ἐλθὼν ἀπήλλαξε τὴν Πελοπόννησον οφεων ὀχλούντων, καὶ ῳκησε περὶ ̓Αρκαδίαν, ἀφ' ου καὶ ἡ Πελοπόννησος ολη ̓Απία ἐκλήθη ποτέ· καὶ δι' αὐτὸν ̓Απιδανῆες ἐξαιρέτως οἱ ̓Αρκάδες, παρ' οις ὁ Απις ῳκησεν, ου καὶ Αἰσχύλος μέμνηται εἰπών· « Απις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας.» Καὶ ̔Ριανὸς δέ φησι· «κλυτὸς Απις ος ῥ' ̓Απίην ἐφάτιζεκαὶ ἀνέρας ̓Απιδανῆας.» Οἱ δέ φασιν ̓Απίαν καὶ ̓Απιδανεῖς κληθῆναι κατὰ στέρησιν τοῦ πιεῖν καὶ τῶν πιδάκων, ἐπεὶ μὴ ειχεν ἡ χώρα πίδακας τὴν ἀρχὴν, ἀλλ' ὡς λέγει Καλλίμαχος, «εμελλεν ευϋδρος καλέεσθαι,» ὡς δύνασθαι διὰ τοῦτο καὶ αὐτὴν πολυδίψιον λέγεσθαι. Οθεν καὶ ̓Αζυνὶς ἐκαλεῖτο διὰ τὴν αζην, ο εστι διὰ τὴν ξηρασίαν, καὶ εθνος οἱ ̓Αζῆνες αὐτόθι μέχρι καὶ νῦν ουτω λεγόμενοι. ̓Ιστέον δὲ οτι ἀπὸ ̓Αρκάδος ὠνόμασται ἡ ̓Αρκαδία, υἱοῦ ∆ιὸς καὶ Θεμιστοῦς, καὶ οτι καὶ Πελασγία ποτὲ ἐκλήθη καὶ Παρρασία καὶ Λυκαονία καὶ Γιγαντὶς καὶ ̓Αζανία. Οτι δὲ καὶ προσέληνοι λέγονται οἱ ̓Αρκάδες διὰ τὴν πάνυ τοῦ εθνους ἀρχαιότητα, ὁ Λυκόφρων ἱστορεῖ. 416 Οτι ἐν δυσὶ στίχοις μετέλαβε γοργῶς καὶ ποικίλως τέσσαρα τοπικὰ ἐπιρρήματα, εἰπών, «ενθα Μέλας, οθι Κρᾶθις, ινα ῥέει ὑγρὸς ̓Ιάων, ηχι καὶ ὠγύγιος μηκύνεται υδασι Λάδων.» ̓Ωγύγιον δὲ τὸν Λάδωνα λέγει διὰ τὴν περὶ αὐτοῦ ἀρχαιολογίαν. Μῦθος γὰρ βούλεται πρώτην ανθρωπον ἐξ αὐτοῦ καὶ γῆς γενέσθαι τὴν ∆άφνην· ὠγύγιος γὰρ, ητοι παλαιὸς, ὁ τὴν πρώτην γεννήσας ανθρωπον. 419 Οτι τὸ Αργος μὲν εἰς ἀνατολὴν ὁρᾷ τῆς Πελοποννήσου, πρὸς δύσιν δὲ ἡ Λακεδαίμων. ̔Εκατόμπολις δὲ ἡ Λακωνικὴ τὸ παλαιὸν, καθὰ καὶ ἡ Κρήτη, λέγεται. ∆ιὸ καὶ τὰ ̔Εκατόμβαια ἐκεῖ ἐθύετο ἐπὶ σωτηρίᾳ τῶν τοσούτων πόλεων. Μία δὲ τῶν ἑκατὸν αἱ ̓Αμύκλαι, ας εκτισεν υἱὸς Λακεδαίμονος ὁ ̓Αμύκλας. ̓Ιστέον δὲ οτι τὸ Αργος τοῦτο προεῖχέ ποτε τῶν ἐν τῇ ̔Ελλάδι χώρᾳ πόλεων, καὶ μάλιστα διὰ τὴν ἀνδρίαν τῶν ἐν αὐτῇ. Κατὰ δὲ τὸν ̔Ηρόδοτον ηκουσάν ποτε καὶ μουσικοὶ ειναι πρῶτοι ̔Ελλήνων. Κἀκεῖνο δὲ χρὴ εἰδέναι, οτι οὐχ εν Αργος ἐστὶν, ἀλλὰ διάφορα. τό τε κατὰ τὴν Πελοπόννησον, οπερ ὁ Σοφοκλῆς καὶ Αργος ∆ωρικὸν λέγει καὶ ̓Απίαν γῆν· ἐκλήθη δὲ τὸ αὐτὸ καὶ Φορωνικὸν αστυ ποτὲ ἀπὸ Φορωνέως, ὠνομάσθη δὲ καὶ Αἰγιάλεια εκ τινος Αἰγιαλέως, καὶ ἱππόβοτον, ναὶ μὴν καὶ Ιασον ἀπὸ ̓Ιάσου τινὸς,