50
νυμφίος, ἡμεῖς ἡ νύμφη· αὐτὸς ὁ ποιμὴν, ἡμεῖς τὰ πρόβατα· ὁδὸς ἐκεῖνος, ἡμεῖς οἱ βαδίζοντες· ναὸς πάλιν ἡμεῖς, αὐτὸς ἔνοικος· αὐτὸς ὁ πρωτότοκος, ἡμεῖς οἱ ἀδελφοί· αὐτὸς ὁ κληρονόμος, ἡμεῖς οἱ συγκληρονόμοι· αὐτὸς ἡ ζωὴ, ἡμεῖς οἱ ζῶντες· αὐτὸς ἡ ἀνάστασις, ἡμεῖς οἱ ἀνιστά 61.73 μενοι· αὐτὸς τὸ φῶς, ἡμεῖς οἱ φωτιζόμενοι. Ταῦτα πάντα ἕνωσιν ἐμφαίνει, καὶ οὐδὲν μέσον κενὸν ἀφίησιν εἶναι, οὐδὲ τὸ μικρότατον. Ὁ γὰρ μικρὸν ἀποστὰς, καὶ πολὺ προϊὼν ἀποστήσεται. Καὶ γὰρ τὸ σῶμα, ἂν μικρὰν ἀπὸ ξίφους διάστασιν δέξηται, διαφθείρεται· καὶ ἡ οἰκοδομὴ, κἂν μικρὸν διαχάνῃ, καταλύεται· καὶ τῆς ῥίζης τὸ κλῆμα, κἂν μικρὸν ἀποκοπῇ, γέγονεν ἄχρηστον. Ὥστε τὸ μικρὸν τοῦτο οὐκ ἔστι μικρὸν, ἀλλὰ καὶ σχεδὸν τὸ ὅλον ἐστίν. Ὅταν οὖν μικρόν τι πλημμελήσωμεν ἢ καὶ ῥᾳθυμήσωμεν, μὴ παρίδωμεν τὸ μικρόν· ἐπεὶ ταχέως παροφθὲν τοῦτο μέγα γίνεται. Οὕτω καὶ ἱμάτιον ἀρχὴν λαβὸν ῥήγνυσθαι καὶ ἀμεληθὲν, διόλου τὸ σχίσμα προήγαγε· καὶ ὄροφος ὀλίγων κεράμων καταπεσόντων παροφθεὶς, ὁλόκληρον τὸν οἶκον κατήνεγκε. Ταῦτ' οὖν ἡμεῖς λογιζόμενοι, μηδέποτε τῶν μικρῶν καταφρονῶμεν, ἵνα μὴ εἰς τὰ μεγάλα ἐμπέσωμεν· ἂν δ' ἄρα καταφρονήσωμεν, καὶ εἰς τὸ βάθος ἔλθωμεν τῶν κακῶν, μηδὲ ἐκεῖσε γενόμενοι ἀπογνῶμεν, ἵνα μὴ ἐμπέσωμεν εἰς καρηβαρίαν. ∆ύσκολον γὰρ λοιπὸν ἀνελθεῖν ἐκεῖθεν τὸν μὴ σφόδρα νήφοντα, οὐ διὰ τὸ μῆκος μόνον, ἀλλὰ καὶ διὰ τὴν θέσιν αὐτήν. Βάθος γάρ ἐστι καὶ ἡ ἁμαρτία, καὶ κάτω φέρουσα θλίβει. Καὶ καθάπερ οἱ εἰς φρέαρ ἐμπεσόντες οὐκ ἂν ῥᾳδίως ἀνέλθοιεν, ἀλλ' ἑτέρων δεήσονται τῶν ἀναγόντων αὐτούς· οὕτω καὶ ὁ εἰς βάθος ἐλθὼν τῶν ἁμαρτημάτων. Χαλάσωμεν οὖν σχοινία πρὸς τοὺς τοιούτους, καὶ ἀνιμησώμεθα· μᾶλλον δὲ οὐχ ἑτέρων δεῖ μόνον, ἀλλὰ καὶ ἡμῶν αὐτῶν, ἵνα καὶ ἑαυτοὺς ἐπιδῶμεν, καὶ ἀναβησώμεθα οὐ τοσοῦτον, ὅσον κατέβημεν, ἀλλὰ πολλῷ πλέον, ἐὰν βουλώμεθα. Καὶ γὰρ ὁ Θεὸς βοηθεῖ· Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτόν. Μηδεὶς τοίνυν ἀπογινωσκέτω, μηδεὶς τὸ τῶν ἀσεβῶν πασχέτω πάθος· ἐκείνων γάρ ἐστι τὸ τοιοῦτον ἁμάρτημα. Ἀσεβὴς γὰρ, φησὶ, ἐλθὼν εἰς βάθος κακῶν, καταφρονεῖ. Ὥστε οὐ τὸ πλῆθος τῶν ἁμαρτημάτων ποιεῖ τὴν ἀπόγνωσιν, ἀλλ' ἡ τοῦ ἀσεβοῦς γνώμη. Κἂν πᾶσαν τοίνυν ἐπέλθῃς κακίαν, εἰπὲ πρὸς ἑαυτόν· Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ τῆς σωτηρίας ἐπιθυμεῖ τῆς ἡμετέρας. Ἐὰν γὰρ ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, φησὶ, καὶ πρὸς τὴν ἐναντίαν ἕξιν μεταστήσω. Μὴ τοίνυν ἀπαγορεύσωμεν· οὐ γὰρ τὸ πεσεῖν οὕτω χαλεπὸν, ὡς τὸ πεσόντα κεῖσθαι· οὔτε τὸ τρωθῆναι δεινὸν, ὡς τὸ τρωθέντα μὴ βούλεσθαι θεραπεύεσθαι. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθυμοτέρους ὑμᾶς ποιήσω, ἀλλ' ἵνα κωλύσω εἰς ἀπόγνωσιν ἐμπεσεῖν. εʹ. Βούλει μαθεῖν πῶς ἐστιν ἡμῶν ἀγαθὸς ὁ ∆εσπότης; Ἀνῆλθεν ὁ τελώνης μυρίων γέμων κακῶν, καὶ εἰπὼν, Ἱλάσθητί μοι, μόνον, κατῆλθε δεδικαιωμένος. Καὶ διὰ τοῦ προφήτου δέ φησιν ὁ Θεός· ∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον ὅτι ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Τί τῆς φιλανθρωπίας ταύτης ἴσον; Ἵνα στυγνάσῃ μόνον, φησὶν, ἀφῆκα τὰ ἁμαρτήματα. Ἡμεῖς 61.74 δὲ οὐδὲ αὐτὸ τοῦτο ποιοῦμεν· διὸ μάλιστα τὸν Θεὸν παροργίζομεν. Ὁ γὰρ καὶ διὰ μικρῶν ἵλεως γενόμενος, ὅταν μὴ τούτων τύχῃ, εἰκότως ἀγανακτεῖ, καὶ τὴν ἐσχάτην ἀπαιτεῖ τιμωρίαν ἡμᾶς· ὑπερβαλλούσης γάρ ἐστι τοῦτο καταφρονήσεως. Τίς γοῦν ἐλυπήθη ποτὲ δι' ἁμαρτίας; τίς ἐστέναξε; τίς τὸ στῆθος ἔπληξε; τίς ἐμερίμνησεν; Οὐδένα ἔγωγε οἶμαι· ἀλλὰ μυρίας μὲν ἡμέρας θρηνοῦσιν ἄνθρωποι ὑπὲρ οἰκετῶν ἀποθανόντων, ὑπὲρ ζημίας χρημάτων· τὴν δὲ ψυχὴν ἀπολλύντες καθ' ἑκάστην ἡμέραν, οὐδὲ εἰς νοῦν βαλλόμεθα. Πῶς οὖν δυνήσῃ τὸν Θεὸν ἐξιλεώσασθαι, ὅταν μηδὲ ὅτι ἥμαρτες, εἰδῇς; Ναὶ, φησὶν, ἥμαρτον. Ναὶ, μοὶ λέγεις τῇ γλώττῃ, εἰπέ μοι τῇ διανοίᾳ, καὶ μετὰ τοῦ ῥήματος στέναξον, ἵνα διηνεκῶς εὐθυμῇς. Καὶ γὰρ εἰ ἠλγοῦμεν ἐπὶ τοῖς ἁμαρτήμασιν, εἰ ἐστενάζομεν ἐπὶ τοῖς