ἂν ποιητὰς καὶ ῥήτορας καταλέγοιμι, οἳ τὰς ἀρχαιογονίας μύθοις ἐπραγματεύσαντο ἐξ αὐτῆς κρηπῖδος τῷ μύθῳ τὸν οἰκεῖον λόγον ἑδράζοντες; πῶς οὖν οὐχὶ καὶ ἡμεῖς τῷ μύθῳ τὸ εἰκὸς συνεισοίσομεν καὶ μεθ' ὅσης εἰπεῖν τῆς εὐλαβείας τῶν ῥητορικῶν παραπετασμάτων ἄρτι προήκοντα δεξαίμεθα καὶ ὑποδεξαίμεθα, τῷ καλλίστῳ ὧν ἔχομεν τοῦτον δεξιωσάμενοι, ὡς ἐν οἴκῳ μὲν τῇ ψυχῇ ἀναπαύοντες, οἷον δέ τινα στρωμνὴν τούτῳ ὑποτιθέντες τὸν νοῦν πεπυκασμένον πυκνοῖς καὶ καλοῖς θεωρήμα σιν; εἰ γὰρ οὕτως αὐτὸν εἰσοικίσομεν ἑαυτοῖς, ἀντιφιλοτιμήσεται καὶ αὐτὸς ἡμῖν τὰς ἀφορμὰς τῶν πλασμάτων καὶ τῆς πειθοῦς δώσει τὴν τέχνην ὁμοῦ καὶ τὴν δύναμιν. 26 Πρὸς τὸν μαθητὴν αὐτοῦ Σέργιον εἰπόντα μήποτε δηχθῆναι ὑπὸ ψύλλης Καὶ ὡς ἀληθῶς ἄπορον εἰ, πάντων ὑποκειμένων ταῖς ψύλλαις καὶ ἁλωσίμων καθεστηκότων τοῖς ἐκείνων δήγμασιν, ὁ κάλλιστος ἡμῖν Σέργιος τὰς δήξεις τούτων ἐκπέφευγεν. οἰήσεται οὖν ἐντεῦθεν τὸ κατὰ πάντων κράτος ἀνειληφέναι καὶ θαυμάσεται ἑαυτὸν καὶ μεγάλας ἀποδοίη τῇ φύσει τὰς χάριτας ὅτι παρὰ τὴν κοινὴν φύσιν τοῦτον ἐδημιούργησε, καὶ τέρας νομισθήσεται τοῖς πολλοῖς ὅτι τηλικούτῳ θηρίῳ ἀνάλωτος γέγονεν. εἰ δέ τις αὐτῷ τὴν αἰτίαν ἀνακαλύψει τοῦ πράγματος, μεθήσει τάχα τὸ καθ' ἡμῶν φρύαγμα καὶ μεταμελήσει αὐτῷ ὅτι μὴ ταῖς τοῦ ζῴου φθοραῖς καθέστηκεν ἁλωτός. Εἰδέναι γὰρ χρεὼν ἅπαντας ὅτι τὰ ἡμέτερα σώματα ἐκ τῶν τεσσάρων στοιχείων συγκέκραται καὶ ἡ ποιὰ τούτων μίξις διαφόρους τὰς κράσεις ποιεῖ, ἀπὸ δὲ τῶν κράσεων κατεσκευάσθησαν οἱ χυμοί, ὁ τοῦ αἵματος, ὁ τοῦ φλέγματος, ὁ τῶν ἑκατέρων χολῶν. ἀλλ' ἡ μὲν ξανθόχρους τῇ παρακειμένῃ τῷ ἥπατι κύστει μετοχετεύεται, ἡ δὲ μέλαινα τῷ τοῦ σπληνὸς καταρρεῖ σπλάγχνῳ· τὸ δέ γε αἷμα οὐκ ἐν ὀργάνῳ ἑνὶ τεθησαύρι σται, ἀλλὰ διὰ τῶν φλεβῶν κατὰ παντὸς τοῦ σώματος κατασπείρεται καὶ ζωογονεῖ τὴν φύσιν ἡμῶν καὶ συνέχει τὴν σύστασιν. πλὴν καὶ τοῦτο διάφορον εἴληχε τὴν ποιότητα. εἰ μὲν γὰρ ἄριστα κεκραμένον τυγχάνει, γλυκύ πως καὶ εὐῶδές ἐστι, καὶ πρὸς τοῦτο συρρεῖ καὶ ἡ φθεὶρ καὶ ἡ ψύλλα καὶ τὸ λοιπὸν γένος ὃ τροφὴν ἔχει τὰ ἡμέτερα σώματα· εἰ δὲ παρὰ τὴν ἀρίστην κρᾶσιν ἐγχυμωθείη, ἢ ὑδατωδέστερον πέφυκε καὶ ἀνάπλεων φλέγματος καὶ τῆς ἁλμυρᾶς ποιότητος ἀναπέπλησται ἢ τὸ πικρὸν ἀπηρύσατο τῆς λεκιθώδους χολῆς ἢ ἀπόζει τοῦ μέλανος. ὥσπερ οὖν τῶν ἐκ τῆς γῆς συνανατελλόντων τῷ στάχυϊ οὐ πάντα τυγχάνει ἐδώδιμα, ἀλλ' ἔστιν ἃ ἡ αἴσθησις τῆς γεύσεως ἀποτρέπεται, οὕτω τῶν συγκεραννυμέ νων χυμῶν ἐν τῷ σώματι οἱ μὲν εὖ κεράννυνται καὶ τὴν τῆς ψύλλης ὄρεξιν ἐκκαλοῦνται, οἱ δ' ἴσως σεσήπασιν ἢ πικροὶ τὴν γεῦσίν εἰσιν ἢ ἁλμώδους ἀπόζουσι ποιότητος. Καὶ διὰ ταῦτα τὸ χαριέστατον τοῦτο ζῷον τῇ γευστικῇ δυνάμει τὴν ὧν τρέφεται δοκιμάζον ποιότητα, εἰ μὲν συμβαίνει τῇ φύσει, ἕλκει τε τῷ συμφυεῖ πνεύματι καὶ τροφὴν ἑαυτῷ κατεργάζεται· εἰ δ' ἄλλως ὀδώδοι, ἀποστρέφεταί τε καὶ ἄπεισι. τῶν μὲν γὰρ ἀνθρώπων οἱ ἀπληστότεροι τὴν ἀκρίβειαν ἀφῄρηνται τῆς αἰσθήσεως καὶ πασῶν μὲν σαρκῶν ἅπτονται, παντὸς δὲ κατατολμῶσι χυμοῦ· τὸ δὲ κάλλιστον τοῦτο ζῷον καὶ τῶν λογικῶν ἐνίους ὑπερπαίει τῇ χάριτι τρισίν, ὅ φασι, δακτύλοις καὶ παλαιστῇ. ὥσπερ γὰρ τὸ ἀλκιμώτατον τῶν θηρίων, ὁ λέων, οὐκ ἄν ποτε χθιζῆς τροφῆς ἅψαιτο, τῇ δὲ νεαλεῖ πρόσεισι καὶ λαφύσσει (πῶς ἂν εἴποις;) τάχιστα, οὕτω δὴ καὶ ἡ χαριεστάτη ψύλλα τὰς πηγὰς ἡμῶν τοῦ σώματος ἐρευνᾷ, μᾶλλον δὲ τοὺς τῶν πηγῶν ῥύακας. κρατῆρες δὲ τῶν ἐν ἡμῖν ἐρυθρῶν ναμάτων αἱ φλέβες εἰσί, μᾶλλον δὲ ὀχετοὶ ἢ ἀμάραι τινές, ὀχετηγοῦσαι τῷ σώματι τὴν τροφήν. ἣν μὲν ἂν οὖν εὕροι τῶν πηγῶν διειδεστάτην καὶ πότιμον, εὐθὺς αὐτῇ τὸ στόμα προσβάλλουσα κρίνει τε τὴν