οὐδὲ ταῦτ' ἐλέγετο περὶ αὐτοῦ, εἰ ὅλως τῶν κτισμάτων ἦν. Νῦν δὲ ἐπειδὴ οὐκ ἔστι κτίσμα, ἀλλ' ἴδιον τῆς οὐσίας τοῦ προσκυνουμένου Θεοῦ γέννημα, καὶ φύσει Υἱός ἐστι· διὰ τοῦτο προσκυνεῖται, καὶ Θεὸς πιστεύεται, καὶ Κύριος στρατιῶν καὶ ἐξουσιαστὴς καὶ παντοκράτωρ ἐστὶν, ὡς ὁ Πατήρ· αὐτὸς γὰρ εἴρηκε· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· Υἱοῦ γὰρ ἴδιον τὰ τοῦ Πατρὸς ἔχειν, καὶ τοιοῦτον αὐτὸν εἶναι, ὡς ἐν αὐτῷ θεωρεῖσθαι τὸν Πατέρα· καὶ δι' αὐτοῦ τὰ πάντα πεποιῆσθαι, καὶ ἐν αὐτῷ τὴν σωτηρίαν τῶν πάντων γίνεσθαί τε καὶ συνίστασθαι· ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι καὶ τοῦτο, ἵν' ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέ σεως αὐτῶν φαίνηται· ∆ιὰ τί πάντων ὄντων κτισμά των, καὶ πάντων ἐκ τοῦ μὴ ὄντος ἐχόντων τὴν σύ στασιν, τοῦ τε Υἱοῦ καὶ αὐτοῦ ὄντος καθ' ὑμᾶς κτίσματος καὶ ποιήματος, καὶ ἑνὸς τῶν οὐκ ὄντων ποτὲ, δι' αὐτοῦ μόνου τὰ πάντα πεποίηκε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Ἢ διὰ τί, ὅταν μὲν τὰ πάντα λέγηται, οὐ τὸν Υἱόν τις ἐν τοῖς πᾶσι σημαίνεσθαι νοεῖ, ἀλλὰ τὰ γενητά; ὅταν δὲ περὶ τοῦ Λόγου λέγωσιν αἱ Γραφαὶ, οὐκ ἐκ τῶν πάντων πάλιν αὐτὸν ὄντα νοοῦσιν, ἀλλὰ τῷ Πατρὶ συντάττουσιν αὐ τὸν, ἐν ᾧ τὴν πάντων πρόνοιαν καὶ σωτηρίαν ἐργά ζεται καὶ ποιεῖ ὁ Πατήρ· καὶ μάλιστα δυναμένων τῶν πάντων τῷ αὐτῷ προστάγματι, ᾧ κἀκεῖνος παρὰ μόνου τοῦ Θεοῦ γέγονε, γενέσθαι; Οὐ γὰρ κάμνει ὁ Θεὸς προστάττων· οὐδὲ ἀσθενεῖ πρὸς τὴν τῶν πάντων ἐργασίαν, ἵνα τὸν μὲν Υἱὸν μόνος μόνον κτίσῃ, εἰς δὲ τὴν τῶν ἄλλων δημιουργίαν ὑπουργοῦ καὶ βοηθοῦ χρείαν ἔχῃ τοῦ Υἱοῦ. Οὐδὲ γὰρ οὐδὲ ὑπέρθεσιν ἔχει, ὅπερ ἂν ἐθελήσῃ γενέσθαι· ἀλλὰ 26.200 μόνον ἠθέληκε, καὶ ὑπέστη τὰ πάντα, καὶ τῷ βουλήματι αὐτοῦ οὐδεὶς ἀνθέστηκε. Τίνος οὖν ἕνεκα οὐ γέ γονε τὰ πάντα παρὰ μόνου τοῦ Θεοῦ τῷ προστάγματι, ᾧ γέγονε καὶ ὁ Υἱός; Ἢ διὰ τί τούτου πάντα γέγονε, καίτοι καὶ αὐτοῦ γεννητοῦ τυγχάνοντος, λεγέτωσαν. Ἀλογία μὲν οὖν πᾶσα παρ' αὐτοῖς· φασὶ δὲ ὅμως περὶ τούτου, ὡς ἄρα «Θέλων ὁ Θεὸς τὴν γενητὴν κτί σαι φύσιν, ἐπειδὴ ἑώρα μὴ δυναμένην αὐτὴν μετα σχεῖν τῆς τοῦ Πατρὸς ἀκράτου χειρὸς, καὶ τῆς παρ' αὐτοῦ δημιουργίας, ποιεῖ καὶ κτίζει πρώτως μόνος μόνον ἕνα, καὶ καλεῖ τοῦτον Υἱὸν καὶ Λόγον, ἵνα, τούτου μέσου γενομένου, οὕτω λοιπὸν καὶ τὰ πάντα δι' αὐτοῦ γενέσθαι δυνηθῇ.» Ταῦτα οὐ μό νον εἰρήκασιν, ἀλλὰ καὶ γράψαι τετολμήκασιν Εὐσέβιός τε καὶ Ἄρειος, καὶ ὁ θύσας Ἀστέριος. Πῶς οὖν οὐκ ἄν τις αὐτῶν ἐκ τούτων τέλεον καταγνοίη τῆς ἀσεβείας, ἣν, μετὰ πολλῆς τῆς ἀφρο σύνης ἑαυτοῖς κεράσαντες, οὐκ ἐρυθριῶσιν οὕτω κα ταμεθύοντες τῆς ἀληθείας. Εἰ μὲν γὰρ, διὰ τὸ κάμνειν τὸν Θεὸν πρὸς τὴν τῶν ἄλλων ἐργασίαν, φήσουσι μό νον αὐτὸν πεποιηκέναι τὸν Υἱόν· καταβοήσει μὲν τούτων πᾶσα ἡ κτίσις, οὐκ ἄξια φθεγγομένων περὶ τοῦ Θεοῦ· ἐγγράφως δὲ ὁ Ἡσαΐας λέγων· Θεὸς αἰώ νιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πει νάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Εἰ δὲ, ὡς ἀπαξιῶν ὁ Θεὸς τὰ ἄλλα ἐργάσασθαι, τὸν μὲν Υἱὸν μόνον εἰργάσατο, τὰ δὲ ἄλλα τῷ Υἱῷ ἐνεχείρισεν ὡς βοηθῷ· καὶ τοῦτο μὲν ἀνάξιον Θεοῦ· οὐκ ἔστι γὰρ ἐν Θεῷ τῦφος· ἐν τρέψει δὲ αὐτοὺς ὅμως ὁ Κύριος λέγων· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς; καὶ πάλιν· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τῷ σώ ματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς τὰς ἀποθήκας· καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐ ράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν, μεριμνῶν, δύναται προσ θεῖναι ἐπὶ τὴν ἡλικίαν αὑτοῦ πῆχυν ἕνα; Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν, οὐδὲ νήθουσι. Λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολο 26.201 μὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο, ὡς ἓν
53