ὁμιλίαι κακαί. τῶν ὁμαιμόνων τί γίνεται; ἑστιάσας αὐτοὺς καὶ φιλοφρονήσας, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν ἀνήρπασαν τούτους οἱ πρὸς τοῦτο εὐτρεπισμένοι, καὶ ἐν ταῖς πλησιαζούσαις νήσοις αὐτοὺς περιώρισαν κληρικοὺς ποιήσαντες. μετ' ὀλίγον δὲ τὸν ἴδιον πατέρα αὐτῶν αἰτησάμενοι ἰδεῖν μοναχὸν ὄντα, πένθει ἀφορήτῳ κατεχόμενοι. ὁ δὲ ὁμοίως ὀδυρόμενος πρὸς αὐτοὺς ἐφθέγξατο "υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν." εἶθ' οὕτως ἐξορίζονται, ὁ μὲν Στέφανος εἰς Προικόνησον, εἶτα εἰς Ῥόδον, ἔπειτα εἰς Μιτυ 754 λήνην, ὁ δὲ Κωνσταντῖνος εἰς Τένεδον, ἐκεῖθεν εἰς Σαμοθρᾴκην· ἐν ᾗ καὶ ἀνταρσίαν μελετήσας παρὰ τῶν φυλασσόντων αὐτὸν σφάζεται. Μιχαὴλ δὲ τὸν τοῦ βασιλέως Χριστοφόρου υἱόν, τὰ βασιλικὰ πέδιλα ἀφελόμενος, κληρικὸν ἐποίησεν Θεοφύλακτος ὁ πατριάρχης. ὁμοίως καὶ Θεοφάνην πατρίκιον καὶ παρακοιμώμενον ἐξώρισε, καὶ Γεώργιον πρωτοσπαθάριον καὶ πιγκέρναν καὶ Θωμᾶν πριμικήριον, οὓς δείρας καὶ κουρεύσας καὶ θριαμβεύσας ἐξώρισεν διὰ τὸ φωραθῆναι αὐτοὺς καιροσκοπεῖν τοῦ εἰσαγαγεῖν πάλιν τὸν Ῥωμανὸν ἐν τῷ παλατίῳ. 3. Τῷ ∆εκεμβρίῳ μηνί, τῆς ʹ ἰνδικτιῶνος, ἐπιβουλῆς γενομένης εἰς τὸ τὸν Στέφανον ἐκ τῆς νήσου ἀγαγεῖν ἐν τῷ παλατίῳ, ἐπεὶ παρὰ Μιχαὴλ τοῦ ∆ιαβολίνου ἐμηνύθη, πάντων κρατηθέντων τῶν μὲν τὰς ῥῖνας καὶ τὰ ὦτα ἀπέτεμε, τοὺς δὲ δαρμῷ ἀφορήτῳ ὑπέβαλεν καὶ ὄνοις ἐπικαθίσας καὶ θριαμβεύσας ἐξώρισεν. 4. Τῇ δὲ κεʹ τοῦ Ἰουλίου μηνός, τῆς ʹ ἰνδικτιῶνος, Ῥωμανὸς ὁ βασιλεὺς ἐν τῇ νήσῳ τελευτᾷ, καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ πόλει διακομισθὲν ἐν τῇ αὐτοῦ ἀπετέθη μονῇ. (5) μετὰ γοῦν τὸ μόνον καταλειφθῆναι τὸν αὐτοκράτορα Κωνσταντῖνον, προεχειρίσατο Βασίλειον τὸν πρωτοβεστιάριον αὐτοῦ, τὸν ἀπὸ παλλακῆς φυσικὸν υἱὸν Ῥωμανοῦ τοῦ πρὸ αὐτοῦ βασιλέως, πατρίκιον καὶ παρακοιμώμενον καὶ παραδυναστεύοντα τῆς συγκλήτου. οὗτος δὲ ἦν ἐχέφρων καὶ λόγιος, καὶ τῷ βασιλεῖ ἐν πᾶσιν ὑπηρετῶν 755 αἰσίως καὶ πρεπόντως. τότε καὶ ὁ πατριάρχης Θεοφύλακτος ἀρρωστήσας καὶ ὑπ' αὐτῆς κυριευθεὶς ἐτελεύτησεν, κρατήσας τῆς ἐκκλησίας ἔτη κδʹ. χειροτονεῖται δὲ ἀντ' αὐτοῦ ὁ ἀνωτέρω εἰρημένος Πολύευκτος μοναχός, τίμιος ἀνὴρ καὶ ἁγιώτατος. 6. Τότε καὶ ἀποστολικῶν ἐσθήτων ἀποκεκρυμμένων ἔν τινι γωνίᾳ τῆς πόλεως δηλωθεισῶν τῷ βασιλεῖ, μετὰ πάσης τιμῆς καὶ δοξολογίας ἀνελόμενος αὐτάς, τῷ μεγάλῳ τῶν ἁγίων ἀποστόλων ἀπεθησαύρισε ναῷ. καὶ τὰ λείψανα τοῦ θεολόγου Γρηγορίου, ἃ καὶ μερισθέντα τὰ μὲν ἐν τῷ σηκῷ τῶν ἁγίων ἀποστόλων ἐτέθησαν, τὰ δὲ ἐν τῷ ναῷ τῆς ἁγίας μάρτυρος Ἀναστασίας. 7. Ὁ τοίνυν βασιλεὺς διὰ τὸ τὸν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν, Βάρδαν τὸν Φωκᾶν λεγόμενον, εἰς γῆρας ἐλάσαι καὶ ἀδυνάτως πρὸς τοὺς κόπους ἔχειν. τοῦ δομεστικάτου ἀποκινεῖ, καὶ ἀντ' αὐτοῦ προβάλλεται δομέστικον Νικηφόρον πατρίκιον καὶ στρατηγὸν τῶν ἀνατολικῶν, τὸν υἱὸν αὐτοῦ. ὡσαύτως καὶ πατρίκιον Λέοντα, τὸν τούτου αὐτάδελφον, στρατηγὸν τῶν δυτικῶν προχειρίζεται. γέγονε δὲ ἐμπρησμὸς μέγας πλησίον τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ, ὡς καῆναι τὸν ἔμβολον τὸν πρὸς τὴν Σιδηρᾶν πόρταν. 8. Ἰστέον δὲ ὅτι τῷ ιδʹ ἔτει τῆς βασιλείας Κωνσταντίνου τοῦ πορφυρογεννήτου (δεκαπέντε γὰρ ἐκράτησεν) ἐγεννήθη ὁ βασιλεὺς Βασίλειος ὁ ἔκγονος αὐτοῦ, υἱὸς δὲ Ῥωμανοῦ τοῦ υἱοῦ αὐτοῦ. τῶν δὲ Τούρκων καταδραμόντων μέχρι τῆς πόλεως ἐν τῇ ἑορτῇ 756 τοῦ πάσχα, καὶ ληϊσαμένων πᾶσαν τὴν Θρᾴκην, καὶ πραῖδαν πολλὴν λαβόντες, ὁ βασιλεὺς εὐθὺς τὸν πατρίκιον καὶ δομέστικον τῶν ἐξκουβίτων Πόθον τὸν Ἀργυρὸν μετὰ τοῦ τάγματος αὐτοῦ καὶ τοῦ στρατηγοῦ τῶν βουκελλαρίων καὶ τοῦ Ὀψικίου καὶ Θρακησίου κατὰ πόδας αὐτῶν ἐξαπέστειλεν· οἳ καὶ νυκτὸς ἐπιπεσόντες κατέσφαξαν αὐτούς, λαβόντες καὶ τὴν πραῖδαν καὶ τὴν αἰχμαλωσίαν πᾶσαν. 9. Φασὶ δὲ ὅτι εἰς τὴν γέννησιν τοῦ πορφυρογεννήτου λαμπρὸς ἀστὴρ ἐφάνη ἐπὶ ἡμέρας μʹ, καὶ πάλιν ἐπὶ τῇ κοιμήσει καὶ ἐξόδῳ αὐτοῦ ἀστέρα φανῆναι ἀμαυρὸν ἔχοντα φῶς. τελευτᾷ οὖν νοσήσας, πεποιηκὼς βασιλέα τὸν υἱὸν