Ἀττικοῦ παρακειμένου, οἷον ἀλήθω ἀλήσω ἤληκα καὶ ἀλήλεκα ὁ Ἀττικός, καὶ πάλιν ἐδῶ ἐδήσω ἤδηκα καὶ ἐδή δεκα ὁ Ἀττικός, καὶ κατὰ τροπὴν τοῦ ˉε εἰς τὸ ˉο ἐδήδοκα· τινὲς δὲ τοῦτο τρίτης συζυγίας τῶν περισπωμένων βούλονται λέγειν, οἷον ἐδῶ ἐδώσω ἤδωκα καὶ ἐδήδοκα κατὰ συστολὴν τοῦ ˉω εἰς τὸ ˉο· τὸ δὲ ˉω εἰς τὸ ˉο συστέλλεται, οἷον ἐρωτῶ ἐρωτήσω ἠρώτηκα καὶ ἐρηρότηκα ὁ Ἀτ τικὸς διὰ τοῦ ˉο. Ἡ δὲ ˉεˉι δίφθογγος καὶ ἡ ˉεˉυ ἀποβάλλουσι τὸ προ τακτικὸν φωνῆεν, τουτέστι τὸ ˉε· καὶ φυλάττει ἡ μὲν ˉεˉι δίφθογγος τὸ ˉι, ἡ δὲ ˉεˉυ τὸ ˉυ, οἷον ἀλείφω ἤλειφα καὶ ἀλήλιφα, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα· ἡ δὲ ˉοˉυ δίφθογγος τὸ ὑποτακτικὸν ἀποβάλλει φωνῆεν, τουτ έστι τὸ ˉυ, καὶ φυλάττει τὸ ˉο, οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα. Περὶ δὲ τῆς ˉοˉι διφθόγγου οὐδὲν εἶπεν ὁ Ἀπολλώνιος· λέγομεν δὲ ἡμεῖς, ὅτι τὸ ˉι ἀποβάλλει καὶ φυλάττει τὸ ˉο, οἷον ἑτοιμάζω ἡτοίμακα καὶ ἑτητόμακα· τοῦτο δὲ πιστούμεθα ἀπὸ διαιρέσεως τοιαύτης· ὥσπερ αἱ δίφθογγοι, αἱ μὲν ἔχουσαι τὸ ˉε, τὸ προτακτικὸν φωνῆεν ἀποβάλλου σιν, οἷον ἀλείφω <ἤλειφα καὶ> ἀλήλιφα, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα, αἱ δὲ ἔχουσαι τὸ ˉο, τὸ ὑποτακτικὸν ἀποβάλλουσι καὶ φυλάττουσι τὸ ˉο, οἷον ἀκούω ἤκουα <καὶ> ἀκήκοα, τὸν αὐτὸν τρόπον καὶ ἡ <οι> δίφθογγος, ὡς ἔχουσα τὸ ˉο, τὸ ὑποτακτικὸν ἀποβάλλει καὶ φυλάττει τὸ ˉο, οἷον ἑτοιμάζω ἡτοίμακα καὶ ἑτητόμακα.
Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν αἱ δίφθογγοι αἱ μὲν ἔχου σαι τὸ ˉε αὐτὸ τὸ ˉε ἀποβάλλουσιν ἐν τῷ Ἀττικῷ παρακειμένῳ καὶ φυ λάττουσι τὸ δίχρονον, οἷον ἀλείφω ἀλήλιφα, ἐλεύθω ἐλήλυθα, αἱ δὲ ἔχουσαι τὸ ˉο τοὐναντίον τὸ ˉο φυλάττουσι καὶ τὸ δίχρονον ἀποβάλ λουσιν, οἷον ἀκούω ἀκήκοα. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἀττικοὶ μᾶλλον τῷ ˉο χαίρουσιν ἤπερ τῷ ˉε, καὶ δῆλον εἴγε ἐν τῷ κέκλεφα καὶ λέλεχα καὶ πέπεμφα τὸ ˉε εἰς τὸ ˉο τρέπουσιν, κέκλοφα καὶ λέλοχα καὶ πέπομφα λέγοντες, καὶ πάλιν ἐπὶ τοῦ ἀγήγοχα καὶ ἐδή δοκα ἡ ˉγˉο συλλαβὴ καὶ ἡ ˉδˉο ἐπλεόνασεν, καὶ οὐχὶ ἡ ˉγˉε καὶ ἡ ˉδˉε· καὶ 95 πάλιν ἐστὶν ἐνέγκω ἐνέγξω ἤνεχα καὶ ἐνήνεχα, καὶ λέγουσιν ἐνήνοχα, τρέποντες τὸ ˉε εἰς τὸ ˉο· ἐπειδὴ οὖν οἱ Ἀττικοὶ μᾶλλον τῷ ˉο χαίρου σιν ἤπερ τῷ ˉε, τούτου χάριν ἐπὶ μὲν τῶν διφθόγγων τῶν ἐχουσῶν τὸ ˉε αὐτὸ ἀποβάλλουσιν, οἷον ἐλεύθω ἐλήλυθα καὶ ἀλείφω ἀλήλιφα, ἐπὶ δὲ τῶν ἐχουσῶν τὸ ˉο φυλάττουσιν αὐτό, οἷον ἀκούω ἀκήκοα. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τῆς ποσότητος τῶν συλλαβῶν τοῦ Ἀττικοῦ παρακειμένου λέγομεν, ὅτι ὁ Ἀττικὸς παρακείμενος ὁ ἐνεργητικὸς καὶ ὁ παθητικὸς τὸ ἐλάχιστον τετρασυλλαβοῦσιν, οἷον ὀμώμοκα ἀγήγοχα ἀλήλιφα ἐδή δοκα ὀλώλεκα ἐγήγερκα ἀλήλιμμαι· θέλουσι γὰρ ἔχειν τὴν ἄρχουσαν τοῦ ἐνεστῶτος, καὶ τὴν δευτέραν καὶ τρίτην συλλαβὴν διὰ τοῦ αὐτοῦ συμφώνου, καὶ τὴν τετάρτην συλλαβὴν χαρακτηριστικὴν τοῦ παρακει μένου· θέλει γὰρ ὁ μὲν παρακείμενος ὁ ἐνεργητικὸς ἔχειν πρὸ τοῦ ˉα ἢ τὸ ˉφ ἢ τὸ ˉχ ἢ τὸ ˉκ, οἷον τέτυφα νένυχα πεποίηκα, ὁ δὲ παθητικὸς παρακείμενος θέλει τὸ ˉμ χαρακτηριστικὸν ἔχειν, οἷον πεποίημαι τέτυμ μαι. Ὁ δὲ μέσος παρακείμενος τὸ ἐλάχιστον τρισυλλαβεῖ, οἷον ὄλωλα ὄπωπα ὄρωρα ὄδωδα ὄμωμα· θέλει γὰρ ἔχειν τὴν ἄρχουσαν τοῦ ἐνε στῶτος, θέλει ἔχειν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφω νον. ∆ύναται δὲ ἡ τρίτη συλλαβὴ δύο χρείας ποιεῖν· δύναται γὰρ ἔχειν τὸ σύμφωνον ὅπερ ἔχει ἡ δευτέρα συλλαβή, δύναται ἔχειν καὶ τὸ σύμφωνον τὸ χαρακτηριστικὸν τοῦ μέσου παρακειμένου· τὰ γὰρ σύμφωνα τοῦ μέσου παρακειμένου οὐκ εἰσὶν ὡρισμένα· δι' ὧν γὰρ ἐκφέρεται συμφώνων ὁ ἐνεστώς, διὰ τούτων καὶ ὁ μέσος παρακείμενος ἐκφέρεται, χωρὶς εἰ μὴ ἔχει ˉζ ἢ δύο ˉςˉσ ὁ ἐνεστώς· τότε γὰρ ἄλλως γίνεται ὁ μέσος παρακείμενος, ὡς ἐν τῇ διδασκαλίᾳ αὐτοῦ, εἰ θεῷ φίλον, μαθη σόμεθα. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, διατί ἡνίκα ἄρχεται ἀπὸ συμφώνου ὁ ἐνεστώς, οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον· καὶ ἔστιν εἰπεῖν, ὅτι τῇ ἑξῆς ἀπορίᾳ τὴν αἰτίαν μανθάνοντες, δι' ἣν ἐπενοήθη ὁ Ἀττικὸς παρακείμενος, μαθησόμεθα, διατί ἡνίκα ἄρχεται ἀπὸ συμφώνου