ὁ ἐνεστώς, οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον. Ἰστέον δὲ ὅτι πολλάκις ἡνίκα ἀπὸ ἀμεταβόλου ἄρχεται ὁ ἐνεστώς, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἀφαιρούμενοι τὸ ἀμετάβολον ἐκ τοῦ κοινοῦ παρακειμένου καὶ προστιθέντες τὸ ˉι, οἷον λήβω (τὸ 96 λαμβάνω) λέληφα καὶ εἴληφα, λήχω (τὸ λαγχάνω καὶ κληροῦμαι) λέληχα καὶ εἴληχα (τὸ ἐκληρωσάμην), μείρω (τὸ μερίζω) μέμαρκα καὶ μέμαρμαι καὶ εἵμαρμαι, ὅθεν καὶ εἱμαρμένη, οἱονεὶ ἡ πᾶσι μεριζομένη· καὶ πάλιν λέγω λέλεχα λέλεγμαι καὶ εἴλεγμαι. ∆ιὰ τοῦτο δὲ ἀφαιρού μενοι τὸ σύμφωνον προστιθέασι τὸ ˉι, ἵνα μὴ εὑρεθῇ ὁ παρακείμενος ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ βραχείας· ὡς γὰρ ἐμάθομεν ἐν τῇ περὶ τοῦ ἐνεργητικοῦ παρακειμένου διδασκαλίᾳ, ὅτε ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, μακρὰν ἔχει τὴν ἄρχουσαν, οἷον ἠλέηκα ἠρεύ νηκα ἡτοίμακα ἔφθαρκα ἔσταλκα ἔσπαρκα, δηλονότι χωρὶς τῶν Ἀττι κῶν παρακειμένων, ἡνίκα ὁ ἐνεστὼς ἄρχεται ἀπὸ τοῦ ˉα ἢ ˉε ἢ ˉο· ἐπὶ τούτων γὰρ ὁ παρακείμενος καὶ ἀπὸ φωνήεντος καὶ ἀπὸ βραχείας ἄρχεται, οἷον ἀκήκοα ἐλήλυθα ὀμώμοκα· ταῦτα γάρ, φημὶ δὴ τὸ εἴληφα καὶ εἴληχα καὶ τὰ ὅμοια, οὐ γίνονται ὁμοίως ἐκείνοις, ἵνα ἀναγκασθῶσιν ὁμοίως αὐτοῖς βραχεῖαν ἔχειν τὴν ἄρχουσαν· ἐκεῖνα μὲν γὰρ γίνονται τῶν δύο γραμμάτων τῶν ἀρκτικῶν τοῦ ἐνεστῶτος προστιθεμένων τῷ κοινῷ παρακειμένῳ, ταῦτα δὲ τοὐναντίον ἀποβαλλομένου τοῦ κατὰ τὴν ἄρχουσαν συμφώνου καὶ προστιθεμένου τοῦ ˉι. Ταῦτα μὲν ἐν τούτοις.
Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὅλως ἐπενόησαν οἱ Ἀθηναῖοι τὸν Ἀττικὸν παρακείμενον. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰς πολλὰ μιμεῖται ὁ [ ̓Αττικὸς] παρακείμενος τὸν ἐνεστῶτα· καὶ γὰρ ὥσπερ ὁ ἄν ὁ δυνητικὸς σύνδεσμος οὐ συντάττεται πρὸς ἐνεστῶτα, οὐδὲ γὰρ λέγομεν τύπτω ἄν, οὕτως οὐδὲ πρὸς παρακείμενον συντάττεται, οὐδὲ γὰρ λέγομεν τέτυφα ἄν, ἀλλ' ἔτυπτον ἄν· καὶ πάλιν ὥσπερ ὁ ἐνεστὼς ὁ ἐνεργητικὸς εἰς ˉσˉι λήγει κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, οἷον τύπτουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ παρακείμενος ὁ ἐνεργητικὸς καὶ ὁ μέσος κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εἰς ˉσˉι λήγουσιν, οἷον τετύφασι τετύπασι· ἐπειδὴ οὖν εἰς πολλὰ μιμεῖται ὁ παρακείμενος τὸν ἐνεστῶτα, τούτου χάριν ἵνα <καὶ> κατὰ τὴν ἄρχουσαν μιμῆται αὐτὸν καὶ συνάρξη ται αὐτῷ, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον. Καὶ ἡνίκα ὁ ἐνε στὼς ἄρχεται ἀπὸ τοῦ ˉα ἢ ˉε ἢ ˉο, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακεί μενον, οἷον ἀλείφω ἀλήλιφα, ἐλεύθω ἐλήλυθα, ὀμῶ ὀμώμοκα· ἡνίκα γὰρ ἀπὸ τοῦ ˉω ἢ ἀπὸ τοῦ ˉη ἢ ἀπὸ τοῦ ˉι ἢ ἀπὸ τοῦ ˉυ ἄρχεται ὁ ἐνεστώς, οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, πρῶτον μὲν διὰ τὴν προ λεχθεῖσαν αἰτίαν, τουτέστιν ἵνα μὴ εὑρεθῇ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον· δεύτερον δέ, ἐπειδὴ ἐπὶ τούτων εἰ καὶ μὴ 97 ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, τὸ ζητούμενον ἔχουσιν· καὶ γὰρ ἡνίκα ὁ ἐνεστὼς ἢ ἀπὸ τοῦ ˉη ἢ ἀπὸ τοῦ ˉω ἢ ἀπὸ τοῦ ˉι ἢ ἀπὸ τοῦ ˉυ ἄρχεται, πάντως καὶ ὁ παρακείμενος ἐκ τούτων τῶν φωνηέντων ἄρχεται, <οἷον> ὠθῶ ὤθηκα, ἡβῶ ἥβηκα, ἰξεύω ἴξευκα, ὑδρεύω ὕδρευκα, καὶ λοιπὸν ἐφ' ὅσων εὗρον ὅτι τὰ ἀρκτικὰ τοῦ ἐνεστῶτος ἔχει καὶ ὁ παρα κείμενος, ἐπὶ τούτων περιττὸν ἡγήσαντο οἱ Ἀττικοὶ ποιῆσαι <ἴδιον> παρα κείμενον. ∆ιὰ τοῦτο γὰρ οὔτε ἡνίκα ἀπὸ συμφώνου ἄρχεται ὁ ἐνεστώς, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἐπειδὴ καὶ ἐπὶ τούτων συνάρχε ται ὁ παρακείμενος τῷ ἐνεστῶτι, ἡνίκα ἀπὸ συμφώνου ἄρχεται δηλο νότι καὶ ὁ παρακείμενος· ἡνίκα γὰρ ἀπὸ συμφώνου ἄρχεται ὁ ἐνεστώς, ἢ ἀπὸ τοῦ αὐτοῦ ἄρχεται ὁ παρακείμενος συμφώνου, ἡνίκα καὶ αὐτὸς ἀπὸ συμφώνου ἄρχεται, οἷον τύπτω τέτυφα, ποιῶ πεποίηκα, νοῶ νενόηκα, ἢ ἀπὸ τοῦ ἀντιστοίχου τοῦ ψιλοῦ, οἷον θύω τέθυκα, φιλῶ πεφίληκα, χειροτονῶ κεχειροτόνηκα· πρόσκειται ἡνίκα ἀπὸ συμφώνου ἄρχεται ὁ παρακείμενος, διὰ τὸ φθείρω ἔφθαρκα, στέλλω ἔσταλκα, σπείρω ἔσπαρκα· ἐπὶ τούτων γὰρ οὐκ ἄρχεται ὁ παρακείμενος ἀπὸ τοῦ συμφώνου τοῦ ἐνεστῶτος, ἐπειδὴ ὅλως ἀπὸ συμφώνου οὐκ ἄρχεται, ἀλλ' ἀπὸ φωνήεντος· ἐφ' ὅσων οὖν εὗρον ὅτι τὰ