57
ἀποστείλας εἶπεν αὖθις τῷ υἱῷ αὐτοῦ "καὶ νῦν, Σολομῶν, γνῶθι τὸν θεὸν τῶν πατέρων σου, καὶ δούλευσον αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι καρδίας πάσας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γινώσκει. καὶ ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι· καὶ ἐὰν καταλείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος." καὶ ἔδωκε ∆αβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ παντὸς καὶ τῶν Χερουβὶμ τῶν διαπεπετασμένων ταῖς πτέρυξι καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης κυρίου. πάντα ἐν γραφῇ χειρὸς κυρίου δέδωκε ∆αβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ, λέγων "ἴσχυε καὶ ἀν δρίζου, ὅτι κύριος ὁ θεός μου μετά σου." Καὶ μετὰ ταῦτα ἐτελεύτησε ∆αβὶδ πλούτῳ καὶ δόξῃ καὶ εὐ σεβείᾳ ἐν γήρει καλῷ καὶ πλήρης ἡμερῶν, ἐτῶν οʹ. φησὶ γάρ "καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν τὸν Σαούλ, καὶ ἔρχονται οἱ ἄν 1.159 δρες τῆς Ἰουδαίας ἐν Χεβρών, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ. τριάκοντα ἐτῶν ∆αβὶδ ἐν τῷ βασιλεύειν αὐ τόν. καὶ ἐβασίλευσεν ἔτη τεσσαράκοντα." ἀλλὰ τῆς μὲν βασι λικῆς χρίσεως διὰ Σαμουὴλ ἠξιώθη, τὰς δέ γε τοῦ λαοῦ ἀναγο ρεύσεις ἡ ἱστορία χρίσεις ἀδιαφόρως ὠνόμασε. τελευτήσας τοί νυν ἐτάφη ἐν τῇ πόλει Ἱερουσαλὴμ εἰς τὸ μέγιστον μνῆμα, ὃ ᾠκοδόμησεν ὁ σοφώτατος υἱὸς αὐτοῦ Σολομῶν παρὰ τὴν Σιλωάμ. βασιλεύει δὲ ὁ ∆αβὶδ ἑπτὰ μὲν ἔτη περιόντος τοῦ Σαούλ, μετὰ δὲ τὴν τελευτὴν τούτου λγʹ. προεφήτευσε δὲ αὐτός τε ∆αβὶδ καὶ Γὰδ καὶ Νάθαν καὶ Ἀσὰφ καὶ Ἰδιθούμ. ἐστρατηλάτει δὲ αὐτῷἸωάβ, ὃς ἠρίθμησε τὸν λαόν, καὶ εὑρέθη χίλιαι ἑκατὸν χιλιά δες, τοῦ δὲ Ἰούδα υοʹ χιλιάδες. τὸν δὲ Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησαν. πεπτώκασι δὲ κατ' ὀργὴν θεοῦ ἐκ τοῦ λαοῦ ἐν τρισὶν ὥραις χιλιάδες οʹ. Σημειωτέον ὡς ἡνίκα τις ἀπόκειται τοῖς ἀνομοῦσι καὶ κατα φρονοῦσιν ἐξαισία πληγὴ καὶ ὀργὴ παρὰ τῷ δικαίοις τὰ πάντα διευθετοῦντι ζυγοῖς, συγχωρεῖταί τις ἐνεργεθῆναι πονηροπραξία τοῖς τοῦ λαοῦ ἡγουμένοις, ὡς ἂν μὴ ἀλόγως μηδὲ ὡς ἐξ αὐτομά του ἀλλ' ἐκ δικαίας κρίσεως ἐπάγεσθαι πιστεύοιτο τὰ κακά. οὐ δεῖ δὲ οἴεσθαι ὡς διὰ μόνην τῶν ἀρχόντων τὴν ἀπροσεξίαν ἐξαί σιοι θάνατοι καὶ συμφορῶν ὑπερβολαὶ τοῖς λαοῖς καὶ κοιναὶ τοῖς ὄχλοις ἐπισυμβαίνουσι πανωλεθρίαι, πάντες δὲ τῷ νόμῳ ἢ τῷ φυσικῷ ἢ τῷ γραπτῷ ἢ καὶ ἀμφοῖν ὑπόδικοι καθιστάμενοι τοῖς ἀξίοις κατὰ καιρὸν τυγχάνουσιν ἐπιτιμίοις. φεύγουσα δὲ τὸ τὰ 1.160 καθ' ἕκαστα τῶν ἀνθρώπων ἁμαρτήματα διὰ τὸ ἄπειρον ἀπα ριθμεῖν ἡ γραφὴ τὸ τοῦ βασιλέως ἀνόμημα ὡς αἴτιον τιμωρίας γενόμενον τοῖς βασιλευομένοις ὑφηγεῖται, οἷον δὴ καὶ ἐπὶ τοῦ ∆αβὶδ γεγονὸς ὦπται. ἀπέκειτο μὲν γὰρ ὀργὴ κυρίου κατὰ Ἰσραὴλ διὰ τὰς πολυτρόπους αὐτῶν ἀθετήσεις δηλαδή, ἐπέσεισε δὲ πνεῦμα τὸν ∆αβὶδ ἀριθμῆσαι τὸν Ἰσραήλ. καὶ τούτου γενομένου παρέστη αὐτῷ πρωῒ Γὰδ ὁ προφήτης θεόθεν ἀποσταλεὶς καὶ τρία ἐκλέξα σθαι αὐτῷ παρεγγυῶν, ἢ τρία ἔτη λιμὸν ἐπὶ τὴν γῆν σου, ἢ τρεῖς μῆνας διωκόμενον φεύγειν ἐκ προσώπου τῶν ἐχθρῶν σου, ἢ τρεῖς ἡμέρας θάνατον γενέσθαι ἐν τῇ γῇ σου. ὁ δὲ "στεναγμοὶ πάντο θεν· πλὴν ἐμπεσοῦμαι δὴ εἰς τὰς χεῖρας τοῦ κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ, εἰς δὲ χεῖρας ἀνθρώπων μὴ ἐμπέσοιμι, ὅτι ἀνελεήμονες." καὶ ἐξελέξατο ἑαυτῷ τὸν θάνατον. ἦσαν δὲ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε κύριος θάνατον ἀπὸ πρωΐθεν ἕως ἀρίστου, καὶ ἀπέθανον ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. ἦν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ἑστηκὼς παρὰ τὴν ἅλωνα Ὀρνᾶ τοῦ Γεβουσ σαίου. ∆αβὶδ δὲ ἐβόα "ἰδοὺ ἐγὼ ἠδίκησα· γενέσθω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου." καὶ παρακληθεὶς ὁ κύριος συνέσχε τὴν θραῦσιν τὴν κατὰ Ἰσραήλ.
Ὅτι πρεσβύτερος γενόμενος ὁ ∆αβὶδ τοῖς ἱματίοις οὐκ ἐθερ μαίνετο, καὶ ἤνεγκαν νεάνιδα παρθένον Ἀβισὰκ τὴν Σωμανῖτιν, καὶ ἦν αὐτὸν περιθάλπουσα ἐπὶ τῆς κοίτης, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. Ἀδωνίας δὲ υἱὸς ∆αβὶδ ἐπαιρόμενος ἐκράτει τῆς βασιλείας. καὶ εἰσῆλθεν Βηρσαβεὲ πρὸς ∆αβίδ, καὶ προσκυνή 1.161 σασα εἶπε "κύριε βασιλεῦ, ὤμοσάς μοι ἐν κυρίῳ θεῷ σου ὅτι Σο λομῶν ὁ υἱός μου