57
πεπορνευκότος κατηγορίαν ἐξενεχθεὶς, καὶ αἰνιγματωδῶς αὐτὴν παρανοίξας διὰ βραχέων, καὶ κατασείσας αὐτοῦ τὸ συνειδὸς, ἐπείγεται πάλιν ἐπὶ τὴν μάχην τῆς σοφίας τῆς ἔξωθεν, καὶ τὰ ἐγκλήματα τῶν ἐντεῦθεν πεφυσιωμένων καὶ διατεμνόντων τὴν Ἐκκλησίαν· ἵνα τὸ λεῖπον προσθεὶς, καὶ τὸ κεφάλαιον ἅπαν ἀπαρτίσας μετὰ ἀκριβείας, οὕτω λοιπὸν σφοδρᾷ τῇ ῥύμῃ κατὰ τοῦ πεπορνευκότος φέρεσθαι τὴν γλῶτταν ἀφῇ, πρότερον ἀκροβολισάμενος πρὸς αὐτὸν δι' ὧν ἔμπροσθεν εἴρηκε. Καὶ γὰρ τὸ, Μηδεὶς ἑαυτὸν ἐξαπατάτω, πρὸς ἐκεῖνον μάλιστά ἐστιν ἀποτεινομένου, καὶ προκαταλεαίνοντος αὐτὸν τῷ φόβῳ· καὶ ὁ περὶ τῆς καλάμης λόγος αὐτὸν μάλιστά ἐστιν αἰνιττομένου, καὶ τὸ λέγειν, ὅτι Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑμῖν; ∆ύο γὰρ ταῦτα μάλιστα ἀπάγειν ἡμᾶς ἁμαρτίας εἴωθεν, ὅταν τὴν κειμένην τῇ ἁμαρτίᾳ κόλασιν ἐννοήσωμεν, καὶ ὅταν τὴν ἡμετέραν ἀξίαν ἀναλογισώμεθα. Τῷ μὲν οὖν τὸν χόρτον εἰς μέσον παράγειν καὶ τὴν καλάμην, ἐφόβησε· τῷ δὲ τὸ ἀξίωμα τῆς οἰκείας εὐγενείας εἰπεῖν, ἐνέτρεψεν, ἐκείνῳ μὲν τοὺς ἀναισθητοτέρους, τούτῳ δὲ καὶ τοὺς ἐπιεικεστέρους βελτίους ποιῶν· Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω. Ὥσπερ νεκρὸν τῷ κόσμῳ κελεύει γενέσθαι, καὶ ἡ νεκρότης αὕτη οὐδὲν παραβλά 61.82 πτει, ἀλλὰ καὶ ὠφελεῖ, ζωῆς αἰτία γενομένη· οὕτω καὶ μωρὸν κελεύει τῷ κόσμῳ τούτῳ γενέσθαι, σοφίαν ἐντεῦθεν ἡμῖν τὴν ἀληθῆ προξενῶν. Μωρὸς δὲ τῷ κόσμῳ γίνεται ὁ τὴν ἔξωθεν ἀτιμάζων σοφίαν, καὶ πεπεισμένος μηδὲν αὐτῷ συντελεῖν πρὸς τὴν τῆς πίστεως κατάληψιν. Ὥσπερ οὖν ἡ πενία ἡ κατὰ Θεὸν πλούτου αἰτία, καὶ ἡ ταπείνωσις, ὕψους, καὶ τὸ δόξης ὑπερορᾷν δόξης αἴτιον γίνεται· οὕτω, καὶ τὸ μωρὸν γενέσθαι σοφώτερον πάντων ποιεῖ. Ἀπὸ γὰρ τῶν ἐναντίων τὰ παρ' ἡμῖν. Καὶ διὰ τί μὴ εἶπεν, Ἀποθέσθω τὴν σοφίαν, ἀλλὰ, Γενέσθω μωρός; Ἵνα μεθ' ὑπερβολῆς ἀτιμάσῃ τὴν ἔξωθεν παίδευσιν. Οὐδὲ γὰρ ἦν ἴσον εἰπεῖν, Ἀπόθου σου τὴν σοφίαν, καὶ, Γενοῦ μωρός· ἄλλως δὲ καὶ παιδεύει μὴ ἐπαισχύνεσθαι τῇ παρ' ἡμῖν ἰδιωτείᾳ· πάνυ γὰρ καταγελᾷ τῶν ἔξωθεν. ∆ιόπερ οὐδὲ τὰ ὀνόματα δέδοικεν, ἐπειδὴ θαῤῥεῖ τῇ τῶν πραγμάτων δυνάμει. Ὥσπερ οὖν ὁ σταυρὸς, δοκῶν ἐπονείδιστος εἶναι, μυρίων γέγονεν αἴτιος ἀγαθῶν, καὶ δόξης ὑπόθεσις ἀφάτου καὶ ῥίζα· οὕτω καὶ ἡ δοκοῦσα μωρία εἶναι, σοφίας ἡμῖν αἰτία κατέστη. Καθάπερ γὰρ ὁ κακῶς τι μεμαθηκὼς, ἂν μὴ τὸ πᾶν ἀπόθηται καὶ λεάνῃ τὴν ψυχὴν καὶ καθαρὰν παράσχῃ τῷ μέλλοντι γράφειν, οὐδὲν εἴσεται σαφὲς τῶν ὑγιῶν· οὕτω καὶ ἐπὶ τῆς ἔξωθεν σοφίας, ἂν μὴ τὸ πᾶν ἐξέλῃς, καὶ σαρώσῃς σου τὴν διάνοιαν, καὶ ἐξίσης τῷ ἰδιώτῃ παράσχῃς σαυτὸν τῇ πίστει, οὐδὲν εἴσῃ γενναῖον ἀκριβῶς. Καὶ γὰρ οἱ παραβλέποντες, ἂν μὴ μύσαντες ἑαυτοὺς ἑτέροις παραδῶσιν, ἀλλὰ τῇ διεφθαρμένῃ τῶν ὀφθαλμῶν ὄψει τὰ καθ' ἑαυτοὺς ἐπιτρέψωσι, τῶν οὐχ ὁρώντων πολλῷ πλείονα ἁμαρτήσονται. 61.83 Καὶ πῶς ἂν εἴη τὴν σοφίαν ταύτην ἀποθέσθαι, φησί; Μὴ κεχρημένον αὐτῶν τοῖς δόγμασιν. Εἶτα ἐπειδὴ οὕτως αὐτῆς σφοδρῶς ἀποστῆναι ἐκέλευσε, καὶ τὴν αἰτίαν τίθησι λέγων· Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν. Οὐ γὰρ μόνον οὐδὲν συντελεῖ, ἀλλὰ καὶ ἐμποδίζει. ∆εῖ τοίνυν αὐτῆς ἀποστῆναι, ἅτε βλαπτούσης. Ὁρᾷς πῶς ἐκ περιουσίας ἤνεγκε τὰ νικητήρια, ἀποδείξας ὡς οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ ἐναντιοῦται; Καὶ οὐδὲ ταῖς οἰκείαις ἀρκεῖται κατασκευαῖς, ἀλλὰ καὶ μαρτυρίαν ἐπήγαγε πάλιν, λέγων· Γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Τῇ πανουργίᾳ, τουτέστιν, ἐν τοῖς οἰκείοις ὅπλοις αὐτοὺς χειρούμενος. Ἐπειδὴ γὰρ τῇ σοφίᾳ ἐχρήσαντο εἰς τὸ μὴ δεηθῆναι τοῦ Θεοῦ, δι' αὐτῆς ταύτης ἤλεγξεν αὐτοὺς, ὅτι μάλιστα δέονται τοῦ Θεοῦ. Πῶς, καὶ τίνι τρόπῳ; Ὅτι μωροὶ γενόμενοι δι' αὐτῆς, εἰκότως δι' αὐτῆς ἑάλωσαν. Οἱ γὰρ νομίζοντες μὴ δεῖσθαι Θεοῦ, εἰς τοσαύτην κατέστησαν χρείαν, ὡς ἁλιέων καὶ ἀγραμμάτων ἐλάττους φανῆναι, καὶ αὐτῶν τούτων δεηθῆναι λοιπόν· διὰ τοῦτό φησιν· Ἐν τῇ πανουργίᾳ αὐτῶν εἷλεν αὐτούς. Τὸ