60
τοιοῦτον ενστασις προσαγορεύεται. ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζήτησιν, αρά γε ἡ ψυχὴ ἀθάνατός ἐστι, καλεῖται πρόβλημα. οτε δὲ ἐκ προτάσεως συνάγεται, καλεῖται συμπέρασμα. ̓Απαξίωσισ. καταφρόνησις. ὁ δὲ Φίλιππος ἐδυσχέραινεν ἐπὶ τῇ τῶν Κερκυρέων ἀπαξιώσει- καὶ ἀπαξιῶν ἀντὶ τοῦ ἀνάξιον ἡγούμενος. ̓Απάρσεωσ. ἀναχωρήσεως. τῆς δὲ ἀλόγου ταύτης ἀπάρσεως--. ̔Απληγίσ. τὸ ἁπλοῦν ἱμάτιον, οπερ Ομηρος ἁπλοΐδα καλεῖ. παρὰ τὸ ἁπλῆ ἁπληῒς καὶ ἁπληγίς. ̓Αποφράδεσ. αἱ ἀπηγορευμέναι ἡμέραι, ας οἱ παλαιοὶ καὶ ἀπεικάδας καλοῦσι. φθίνοντος τοῦ μηνὸς τετράδα τρίτην ἡμέραν. η τὰς ἡμέρας, ἐν αις τὰς φονικὰς δίκας ἐδίκαζον, διὰ τὸ οιον alpha.241 ἀποφράττεσθαι τὸ τῆς σελήνης φῶς ἐν αὐταῖς. καὶ τοὺς πονηροὺς δὲ ἀποφράδας ἐπιθετικῶς ἐκάλουν. οιον· ανθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν. παρὰ τὸ φῶ ῥῆμα, φράζω, ὁ μέλλων φράσω, ἀποβολῇ τοῦ ˉω φρὰς καὶ ἀποφράς. ̓Απορία. ἡ καθ' ὑπεροχὴν ἑτέρου ἀσθενείας υπαρξις. ̓Απόγνωσισ. ἐλπίδος στέρησις. ̓Απόνοια. ἡ χωρίζουσα τοῦ δέοντος, καὶ ἀποστασίαν ποιοῦσα τοῦ νοῦ. ̓Απάθεια. οὐ *τὸ μὴ πολεμεῖσθαι ὑπὸ δαιμόνων,* τὸ μὴ λυπεῖσθαι ὑπὸ δαιμόνων. ἐπεὶ αρα ὀφείλομεν κατὰ τὸν ̓Απόστολον ἐξεληλυθέναι ἐκ τοῦ κόσμου· ἀλλὰ πολεμουμένους ὑπ' αὐτῶν ἀπολεμήτους μένειν. ̓Απάθειά ἐστιν ανθος τοῖς πρακτικοῖς· πρακτικὸν δὲ συνίστησιν ἡ τήρησις τῶν τοῦ χριστοῦ ἐντολῶν· τούτων δὲ φύλαξ ὁ φόβος αὐτοῦ. εργον δὲ ἀπαθείας ἡ ἀγάπη. ἀπάθεια ἐστὶ κατάστασις ψυχῆς λογικῆς ἐκ πραότητος καὶ σωφροσύνης συνισταμένη. ̓Αποτίμησισ. τὸ ἀποτίμημα, καὶ τὸ τέλος, καὶ ὁ φόρος. ̓Απήχεια. ἀντὶ τοῦ ἀπέχθεια. ουτως Λυσίας καὶ ∆είναρχος. alpha.242 ̓Αππία. ὁδὸς ουτως καλεῖται ἀπὸ ̓Αππίου ̔Ρω μαίου τιμητοῦ, ος λιθομυλίᾳ ταύτην κατέστρωσε καὶ υδατος ὀχετοὺς κατεσκεύασεν. ̓Απιστία. ἡ ἀσέβεια καὶ ἡ ἀπείθεια. ουτως Πλάτων. ̔Απλᾶσ φησὶ Καλλίστρατος τὰ μονοπέλματα τῶν ὑποδημάτων. ̓Απόγνοια. ἀπόγνωσις. Θουκυδίδης· ἐνέπρησαν δὲ τὰ πλοῖα, ουτως ἀπόγνοια η. ̓Απὸ γραμμῆσ. οιον ἀπ' ἀρχῆς. ἐκ μεταφορᾶς τῆς τῶν δρομέων ἀφετηρίας, καὶ γραμμῆς, ην καὶ αφεσιν καὶ βαλβίδα καλοῦσιν. ̓Απογραφή. ἐπειδάν τις λέγει τινὰ εχειν τὶ τῶν τῆς πόλεως, ὁ ἐναγόμενος ἀπογραφὴν ποιεῖται, δηλῶν οσα τὲ εχει καὶ οθεν τὰ χρήματα. ̓Απὸ δόξησ. ἀπὸ εἰκασμοῦ. ̓Αποθήκη. καὶ ἡ ἀποστροφή. ουτως Φίλιστος. ̓Αποκαραδοκία καὶ ἀποκαραδοκῶν. ὁ προσδοκῶν. ὁ δὲ καθῆστο ἐν τῇ παρεμβολῇ ἀποκαραδοκῶν, οπη καὶ τύχης χωρήσοι τὰ πράγματα. ̓Απώλεια. τὰ διὰ τοῦ ˉεˉιˉα προπαροξύτονα, εχοντα ἐνεστῶτα ἀντὶ παρακειμένου, δίφθογγον εχει· οιον· ἀνθῶ, ανθεια· θαλῶ, θάλεια· χαιρῶ, χαίρεια· κρατῶ, κράτεια· μήδω, μήδεια. ἐπὶ γυναικὸς τῆς ἡρωΐδος· ἐπὶ δὲ τῆς χώρας διὰ τοῦ ˉι· ἐπὶ τῆς πόλεως μίδεια. προπαροξυτόνως, καὶ κατὰ τὴν παραλήγουσαν διὰ τοῦ alpha.243 ˉι. τὰ δὲ διὰ τοῦ ολλω ἐκτείνουσι τὸ ˉω· ἐξώλεια, προώλεια. ̓Αποκλήρωσισ. διανομὴ, μερισμός· μέρος εἰς ἀμείνονα λῆξιν. λῆξις δέ ἐστι μερὶς, παῦσις. κληρονομία. ̓Απόκρισισ. ἡ ἀπολογία. ουτως Λυσίας, ̓Αντιφῶν καὶ ∆ημοσθένης. ̓Απομαγδαλία. τὸ σταῖς, ῳ ἀπομάττονται οἱ μάγειροι, οπερ ἐκάλουν χειρόμακτρον, ο μετὰ τὴν ἐργασίαν ἀπέῤῥιπτον τοῖς κυσίν. η ἡ τῶν κυνῶν τροφή. ̓Απολλωνίτισ. χώρα. οιμαι δὲ καὶ ἐπὶ ἀρσενικοῦ γράφεται. ̓Απὸ πεντόζοιο. πεντακλάδου. ̔Ησίοδος· -μὴ δ' ἀπὸ πεντόζοιο ...... αυον ἀπὸ χλωροῦ τάμνειν αιθωνι σιδήρῳ. πεντάκλαδος ἡ χείρ. μὴ ὀνυχίσῃς, φησὶν, ἐν ἑορτῇ ξηρὸν ονυχα. χλωρὸν δὲ τὸ ζωτικὸν αιμα. ἀσεβὲς γὰρ τὸ ὀνυχίζεσθαι ἐν ἑορτῇ θεῶν. κλίνεται δὲ ἡ πέντοζος, τῆς πεντόζου. ̓Αποῤῥῶγεσ. ἐξοχαὶ ἀπεσχισμέναι, ἀπεῤῥηγμέναι, ἀπ' ἀλλήλων ἀπεσπασμέναι. ἀπὸ τοῦ ˉρˉω ῥὴξ, καὶ τροπῇ ῥὼξ, καὶ κλίνεται ῥωγὸς καὶ μετὰ τῆς ἀπὸ προθέσεως ἀποῤῥώξ. alpha.244 ̓Απόνοια. ανοια, υβρις. ̓Αποπληξία. θλίψις, μανία, ανοια, η πλῆθος ἰχῶρος τὲ καὶ πνεύματος, ἐπισχόντος τὴν ἀναπνοήν. ̓Αποπομπή. ἡ ἀποτροπή. ̓Αποπορεία. ἡ ἐπαναχώρησις, ἡ ἐπαναστροφὴ, ἡ ἐπάνοδος. ἐπιταχύναι τὴν ἀποπορείαν. ̓Απορησία. ἀντὶ τοῦ ἀπορία. ουτως Ευβουλος. ̓Απόῤῥησισ. ἡ ἀπαγόρευσις. ὁ δὲ οὐκ ηνεγκε τὴν ἀπόῤῥησιν, ἀλλὰ