62
οὐδαμοῦ φαίνεται πλὴν τῶν πʹ Μωυσέως. τὰ δὲ λοιπὰ ρπγʹ ἀπὸ πρώτου ἔτους Λευὶ ἕως πρώτου ἔτους Μωυσέως οὕτως πᾶσιν ἀψευδῶς συμπεφώνη ται. Λευὶ ἐτῶν μζʹ ἐγέννησε τὸν Καάθ· Καὰθ ἐτῶν ξʹ ἐγέννησε τὸν Ἄμ βραμ. Ἄμβραμ ἐτῶν οεʹ ἐγέννησε τὸν Μωυσῆν. Μωυσέως ἔτος αʹ. ὁμοῦ γίνονται ρπγʹ ἀπὸ πρώτου ἔτους Λευὶ ἐπὶ πρῶτον ἔτος Μωυσέως. ἐπὶ δὲ τὸ παʹ ἔτος τοῦ αὐτοῦ Μωυσέως, καθ' ὅ τι ἐξ Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ ἡγήσατο, ἔτη σξγʹ. ἦν δὲ καὶ αὐτὰ ἀπὸ οεʹ ἔτους Ἀβραὰμ ἐπὶ τὸ αʹ ἔτος Λευὶ ρξζʹ ἔτη. ὁμοῦ τῆς ἐν γῇ Χαναὰν καὶ Αἰγύπτου παροικίας Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν πατριαρχῶν ἔτη υλʹ ἕως παʹ ἔτους Μωυσέως. Μή τις δὲ νομιζέτω διαφωνεῖν τὴν περὶ τῶνδε τῶν χρόνων ἔννοιαν πρὸς τοῦ θεοῦ τῷ Ἀβραὰμ εἰρημένην, ἐν τῇ Γενέσει μέν, ἥ φησι «γινώσκων γνώ σῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐ τοὺς καὶ κακώσουσι καὶ ταπεινώσουσιν αὐτοὺς υʹ ἔτη», ἐν δὲ τῇ βίβλῳ τῆς Ἐξόδου «ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν κατῴκησαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναὰν ἔτη υλʹ. καὶ ἐγένετο μετὰ τὰ υλʹ ἔτη, ἐξῆλθε πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου νυκτός.» ἄμφω γὰρ ἀληθῆ, τά τε υʹ μετὰ τὸ ρʹ ἔτος Ἀβραὰμ ἀριθμούμενα ἀπὸ τῶν χρό νων Ἰσαὰκ ἔτη, ὃς ἦν καὶ κυρίως σπέρμα αὐτοῦ ἐξ ἐπαγγελίας θεοῦ καὶ πίστεως, τά τε υλʹ ἀπὸ τοῦ οεʹ ἔτους Ἀβραὰμ καὶ τῆς πρώτης παροικίας εἰς γῆν Χαναάν. τὸ δὲ «δουλώσουσι καὶ κακώσουσι καὶ ταπεινώσουσι» διεζευγμένως καὶ ἀπροσδιορίστως νοητέον τῶν υʹ ἐτῶν, ὡς ἄν τις εἴποι· πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ ἔτη υʹ καὶ δουλώσουσι καὶ κακώσουσιν αὐτό. ὁ γάρ τοι τῆς δουλείας χρόνος ἐν ὅλοις ἔτεσιν εὑρίσκε ται τοῖς ἀπὸ τελευτῆς Ἰωσὴφ ἕως παʹ ἔτους Μωυσέως συμπεραιούμενος ρμεʹ, ἀρξάμενος μὲν ἐκ κουφοτέρων τῶν συμφορῶν μετὰ τὴν Ἰωσὴφ λῆξιν, αὐξηθεὶς δὲ κατὰ πρόσβασιν κατὰ Μωυσέα καὶ Ἀαρὼν καὶ τοὺς ἀμφ' αὐτούς. 137 Καὶ ταῦτα μὲν ἐν βραχεῖ τῷ πέρατι τῆς Γενέσεως ἐπισεσήμανται χρη σιμεύοντα κἀν τοῖς πρὸ Μωυσέως καὶ ἐπ' αὐτοῦ καὶ μετ' αὐτὸν χρόνοις, περὶ ὧν ἥ τε τῆς Ἐξόδου καὶ τοῦ Λευιτικοῦ Ἀριθμῶν τε καὶ ∆ευτερονομίου περιέχουσιν ἱεραὶ βίβλοι. Ὑπολείπεται δὲ ἡμῖν μικρὰ περὶ τῶν δώδεκα φυλάρχων πατριαρχῶν διαλαβεῖν πρὸ τῆς κατὰ μέρος κανονογραφίας. οὗτοι δὴ τὸν ἀριθμὸν ὄντες ιβʹ τῷ Ἰακὼβ παῖδες ἐκ δʹ γυναικῶν, δύο μὲν ἐλευθέρων τῆς Λείας καὶ τῆς Ῥαχήλ, δύο δὲ παιδισκῶν Ζελφᾶς καὶ Βαλᾶς, Ῥουβὴν πάντων ἦν τῷ χρόνῳ πρωτότοκος καὶ τῇ φύσει, ὃς τῇ παλλακῇ συνελθὼν τοῦ πατρὸς ἱερωσύνην ἀφῃρέθη καὶ βασιλείαν σὺν τοῖς πρωτοτοκίοις. ηὐλόγηται δὲ καὶ πολὺς ἐν ἀριθμῷ γέγονε τὸν Ἰωσὴφ ὑπὸ τῶν ἀδελφῶν διαφθαρῆναι μὴ συγχωρήσας. φασὶ δ' ὅτι καὶ ἀνῆλθε μὲν ἐπὶ τὴν πατρικὴν κοίτην, οὐ συνῆλθε δὲ τῇ παλλακῇ. ὅπερ οὐ συμφωνεῖ τῇ γραφῇ. τούτοις τοῖς πρω τοτοκίοις ἐτιμήθησαν οἱ υἱοὶ Ἰωσὴφ τοῦ σώφρονος παῖδες, ὅτι τε ἐν γυ ναικὶ τοῦ Ῥουβὴν ἀτιμωθέντος Ἰωσὴφ ἐν γυναικὶ τῇ Αἰγυπτίᾳ μὴ συνελθὼν ἐδοξάσθη καὶ ὅτι πρωτότοκος ἐκ Ῥαχήλ. τούτοις Ἰσραὴλ τὰς χεῖρας ἐναλλὰξ καὶ σταυροειδῶς ἐπιθείς, τῷ Μανασσῇ μὲν ἐκ δεξιῶν ἑστῶτι ὡς πρωτοτόκῳ τοῦ Ἰωσὴφ τὴν ἀριστεράν, τῷ δὲ Ἐφραὶμ τὴν δεξιάν, καίπερ ἐξ ἀριστερῶν ἑστῶτι, ὡς βʹ, προφητικοῖς ηὐλόγησεν ὄμμασί τε καὶ ἰδιοποιήσατο, φυλάρχους ἀναδείξας τοὺς δύο καὶ πατριάρχας ἀντὶ Ἰωσήφ. Οὗτος γὰρ καθ' ἑαυτὸν οὐκ ἐνηρίθμηται, ἀλλ' ἀντὶ τοῦ Λευὶ σὺν τῷ Ἐφραΐμ. ἡ γὰρ τοῦ Λευὶ φυλὴ ἱερατικὴ οὖσα τῶν ιβʹ χωρίς ἐστι καὶ καθ' ἑαυτήν. τιμῆς δὲ τοιαύτης ἠξιώθη, ὅτι τε ἀπὸ Ῥουβὴν τρίτος ὁ Λευὶ καὶ ὅτι κατὰ ἀναστροφὴν ἀπὸ τοῦ ὑστάτου πάντων Βενιαμὶν δέκατος εὑρεθεὶς ἐν τῷ καιρῷ τῆς ἀποδεκατώσεως πάντων τῶν προσόντων τῷ πατρὶ τῷ θεῷ ἀφιερώθη. φεύγων γὰρ τὸν Ἡσαῦ ὁ Ἰακὼβ ηὔξατο ὁπόσα ἂν κτήσαιτο ἀποδεκατώσειν κυρίῳ. Ἄλλως τε εἰ ἀπὸ τοῦ Ῥουβὴν ὁ δέκατος Ἀσὴρ ἱερώθη, παιδίσκης ἂν ἱεράτευεν ἐπονείδιστον γένος, ὅπερ οὐκ ἤρεσε τῷ θεῷ. μετὰ δὲ τὸ εὐλο 138 γῆσαι τὸν Ἰακὼβ τοὺς υἱοὺς