βακχικῶς ἐκβοῶν καὶ τὸν ∆ιὸς καὶ Σεμέλης ἀνευφημῶν. καὶ «πόθεν σοι τοῦτο», φησί, «τἀγαθόν, ὦ μακάριε; μήπου καὶ σύ, ὥς ποτέ τις, ἐξένισας τὸν θεόν, εἶτά σοι τοῦτο παρέσχε τῆς φιλοφροσύνης ἀντίδοσιν;» «εὐφήμησον», ἔφην, «ἄνθρωπε· φίλου μοι καὶ κυρίου τὸ δῶρον ἀνδρὸς εὐγενοῦς καὶ τὴν ἀξίαν περιφανοῦς καὶ μεγαλοπρεποῦς τὴν προαίρεσιν, ὃς δὴ καὶ ἄλλοις χαρίσμασιν δεξιού μενος ἡμᾶς πολλάκις καὶ τοῦτο νῦν ἐδωρήσατο τὸν ὀδόντα θεραπευθεὶς παρ' ἡμῶν, ὃν ἐξ αὐτοῦ δὴ τούτου μεταξὺ πίνων ὠδυνήθη σφοδρῶς· ὥστε καὶ σοὶ φυλακτέον μὴ πάθῃς τὰ παραπλήσια.» «ἀλλ' αἱροίμην ἄν», εἶπεν, «ἐγὼ καὶ πάντας ὁμοῦ τοὺς ὀδόντας ἀποβαλεῖν καὶ τοιούτου καλοῦ μὴ ἀποτυχεῖν. τί γὰρ καὶ δεῖ ἐνταῦθα ὀδόντων ἐπιπροσθούντων μᾶλλον τῇ χρείᾳ καὶ οὐκ ἐώντων ἀθρόον εἰσοχετευθῆναι τὸν φίλτατον; γένοιτο δ' οὖν ἐκεῖνον, ὃς ἂν ᾖ, τοὺς ὀδόντας ἀλγῆσαι καὶ πλέον, ὡς ἂν καὶ ἡμεῖς μᾶλλον πιόντες ἡσθείημεν.» Ταῦτα μὲν ἐκεῖνος. «ἐγὼ δὲ βουλοίμην ἂν οὐκ εἶναι τόδε», φησί πού τις, βαρεῖαν ἀποδιοπομπούμενος συμφοράν· οὐ γὰρ ἀγαπῶ φίλων ἀνιωμένων ἡδόμενος. τοῦτο δ' εἰπεῖν ἔχω μόνον, ὅτι δείξεις αὐτός, καὶ μετὰ τὴν ἀρρωστίαν, εἴτ' ἐκείνῃ προσήκει λογίζεσθαι τὴν τοῦ οἴνου χάριν εἴτε τῇ προαιρέσει σου. 31 Περὶ φιλίας πρὸς τοὺς ἀνεψιοὺς τοῦ πατριάρχου κῦρ Μιχαήλ Πολλάκις ἐθαύμασα ὅτι με τῶν ἄλλων ὑμεῖς ὀξύτερον διεγνώκατε καὶ τῶν γε πλείστων καταπεφρονηκότες τῶν ἐμῶν λόγων ἐξήρτησθε, ὥστε οὐ χαμαὶ πεσεῖται ὅτιπερ αὐτὸς ἐξενέγκοιμι· καίτοι γε πολλοὶ καὶ σοφιστεύειν ἐπιχειροῦσι καὶ φιλοσοφεῖν ἐπαγγέλλονται, οἷς ὑμεῖς βραχὺ ἢ οὐδὲν προσνενεύκατε, τοῖς ἡμετέροις συνερρυηκότες συγγράμμασι. καὶ ὅ με μᾶλλον ἐκπλήττει ὅτι, καὶ τοῖς τῶν παλαιῶν ῥητόρων ὁμιλοῦντες σπουδάσμασι καὶ τοῖς τῶν ἄγαν φιλοσοφησάντων ἐν οἷς ηὐδοκίμησαν ὑπομνήμασιν, ὥσπερ κατὰ σύγκρισιν τοὺς ἐμοὺς προτιθέατε λόγους, οὐκ ἔλαττόν γε περὶ οὓς σπουδάζειν εἴωθα φιλοπονοῦντές τε καὶ συλλέγοντες ἢ οὓς αὐτοσχεδιάζειν προῄρημαι. Εἶτα δή μοι θαυμάζοντι ἔννοιά τις ἐγένετο ἐκ φιλοσοφίας μὲν εἰληφυῖα τὴν γένεσιν, ἐν καιρῷ δὲ παρεμπεσοῦσα πρὸς τὸ ἀπόρημα· ἐλογισάμην γὰρ μή ποτε συγγενής εἰμι ταῖς ὑμετέραις ψυχαῖς, καὶ διὰ τοῦτο τοῖς συγγενικοῖς γεννήμασιν ἐπαγάλλεσθε καὶ τὸ ἐμὸν ἀμβλωθρίδιον τῆς παρ' ἐνίοις γιγαντοφυΐας μᾶλλον ἀσπάζεσθε. εἶτα δὴ ἐθέμην τῷ λογισμῷ καὶ τῷ δόγματι οὕτω διαιτήσας τῷ πράγματι· οὔτε διαφοραῖς αἰτιῶν οὔτε οὐσιῶν ἑτερότησι τὰς ἡμετέρας ἐγὼ διασχίζω ψυχάς, ὡς οἵ γε πλείους τῶν ἐξ Ἑλλάδος σοφῶν εἰπεῖν τετολμήκασι, μίαν δὲ πάσαις τὴν φύσιν ὑποβαλλόμενος τοῖς ἰδιώμασι διαιρῶ, εἶθ' ὅσας μὲν κοινωνεῖν τῶν αὐτῶν ἔγνων ὑπείληφα συγγενεῖς, ὅσαι δὲ πρὸς ἀλλήλας ἑτερογνωμονοῦσι, ταύτας ἀλλοτρίας τε ἀπεφηνάμην καὶ γένεσιν ἑτέροις ἀπέκρινα. Μή τι κακῶς τὸ ὑμέτερον εἴκασα, μᾶλλον δὲ κοινὸν καὶ ἡμέτερον; ἀντιπέπονθα γὰρ καὶ αὐτὸς τοῖς ὑμετέροις κινήμασι τῶν ψυχῶν καὶ τῷ τε ἤθει συμφύομαι καὶ τῇ ἁρμονίᾳ τῶν λόγων συμβέβλημαι καὶ τῷ χαρακτῆρι τῶν τρόπων συνεξεικόνισμαι. ἐπεὶ οὖν ἶσα τὰ παρ' ἀλλήλων, καὶ ἀντιπαραλαμβάνομεν ὃ καὶ διδόαμεν, ἐγὼ μὲν καὶ αὖθις τὸν παρόντα δωροφορῶ λόγον ὑμῖν, τὴν συνήθη δεξίωσιν καὶ ὅ μοι τῶν πάντων ἐγκαταλέλειπται, ὑμεῖς δέ μοι προσέχοιτε τὸν νοῦν ὥσπερ εἰώθατε. ὁ δὲ λόγος οὔτε σοφιστείαν τινὰ καὶ περιεργίαν λόγων ὑμῖν ἐπαγγέλλεται οὔτε τῆς περιττῆς σοφίας ἐστὶ μαθημάτων κύκλον ἀνερευνώμενος, ἀλλ' ἠθικὸς μὲν καὶ τῷ ὄντι φιλόσοφος, οὔτε δὲ πολιτείαν ἁρμόζει οὔτε δήμῳ καὶ οἴκῳ προσήκει, ἀλλ' (εἴπω ὃ βούλομαι μὲν εἰπεῖν, ἀναβάλλομαι δέ) τὴν ἀδελφικὴν ὑμῖν φιλίαν χαρακτηρίζει, ἵνα ἡ