ποικίλης λίθου Σκυρίας λεγομένης, καθὰ καὶ Καρυστίας. 524 ̔Η δὲ Ιμβρος Θρᾳκικὴ μέν ἐστι νῆσος, ἱερὰ Καβείρων καὶ αὐτή· ονομα δὲ δαιμόνων οἱ Κάβειροι. ̓Ετιμᾶτο δὲ αὐτόθι καὶ ̔Ερμῆς, ον Ιμβραμον λέγουσινοἱ Κᾶρες, ὡς ἐν τοῖς ̓Εθνικοῖς ἀναγράφεται· οθεν καὶ τάχα καὶ Ιμβρος ἡ νῆσος παρονομάζεται. ̔Η δὲ Θρᾳκία Σάμος λέγεται μὲν καὶ Σαμοθράκη συνθέτως, καλεῖται δὲ ουτως πρὸς διαστολὴν τῆς ἑτέρας Σάμου τῆς ̓Ιωνικῆς. Μέμνηται δὲ ταύτης καὶ Ομηρος. ̓Ελέγετο δέ ποτε ∆αρδανία διὰ τὸν ∆άρδανον, ος ἐν τῷ κατακλυσμῷ διεπορθμεύθη ἐκεῖθεν εἰς τοὺς Τρωικοὺς τόπους. ̔Ρηθήσεται δὲ περὶ τῆς Σάμου ταύτης καὶ κατωτέρω. Καὶ τοιαῦτα μὲν, ὡς ειρηται, τὰ τῶν τοιούτων νήσων ἐπίθετα. Τὴν δὲ Σάμον τὴν Θρᾳκικὴν Κυρβάντιον ητοι Κορυβάντιον αστυ λέγει, διὰ τὰ ἐκεῖ Κορυβάντων ητοι Κυρβάντων μυστήρια, ων καὶ Λυκόφρων μέμνηται· ἀφ' ων καὶ κορυβαντιᾶν τὸ μετὰ ἐκστάσεως ἐνθουσιᾶν. Ταῦτα ἐπιτροχάδην περὶ τῶν ἐν Αἰγαίῳ νήσων τῶν ἐξ ἀριστερῶν κειμένων τοῖς εἰσιοῦσι τὸν ̔Ελλήσποντον, αι καὶ τῇ Εὐρώπῃ προσνέμονται, ων μία σὺν πολλαῖς αλλαις καὶ ἡ πρὸς τῇ ̓Αττικῇ νῆσος, ̔Ελένη καλουμένη, ενθα ἡ ̔Ελένη ἀπέβη μετὰ τὴν ̓Ιλίου αλωσιν, η καὶ πρὸ τούτου οτε ἡρπάγη. 525 Οτι αἱ περὶ τὸ Αἰγαῖον πέλαγος δεξιαὶ νῆσοι τοῖς εἰσπλέουσι τὸν ̔Ελλήσποντον τῇ ̓Ασίᾳ προσκεχωρήκασιν, ων πρώτην ἐπέχουσι μοῖραν τῷ ἀπὸ Εὐρώπης εἰς ̓Ασίαν διαβαίνοντι αἱ νῆσοι αι τὴν ∆ῆλον ἐκυκλώσαντο, καὶ δι' αὐτὸ ουνομα Κυκλάδες εἰσί. Καὶ εστι τοῦτο ἐτυμολογία τοῦ ὀνόματος τῶν Κυκλάδων. Αδεται δὲ πάνυ ἐν ταῖς ἱστορίαις ἡ ∆ῆλος, ὡς ̓Απόλλωνος ἱερὰ, ου καὶ μαντεῖον ην ἐκεῖ περιφανές. ̓Εκαλεῖτο δέ ποτε καὶ ̓Ορτυγία, ὡς ὁ Γεωγράφος φησί. Καὶ ἡ μυθικὴ αἰτία κεῖται παρὰ Λυκόφρονι. Οὐκ ἐξῆν δὲ, φασὶν, ουτε θάπτειν αὐτόθι νεκρὸν, ουτε καίειν, ουτε κύνα τρέφειν. ̓Αρριανὸς δὲ περὶ ταύτης φησὶν, οτι ∆ῆλος ἡ πάλαι πλωτὴ ουσα εστη, οτε ἡ Λητὼ ἐπέβη αὐτῆς διδύμους εχουσα παῖδας. Καὶ αλλοι δὲ συντερατευόμενοι αὐτῷ φασι ∆ῆλον αὐτὴν κληθῆναι, διότι φερομένη ποτὲ ὑπὸ θάλασσαν ἀνέσχεν υστερον κάτωθεν, ὡς καὶ αλλαι τινὲς, καὶ ἐξ ἀδήλου βάσεως ἐρριζώθη στηριχθεῖσα. Ταῦτα δὲ ουτως ἐπλάσθη διὰ τὸ συχνά ποτε κατά τινας τὴν νῆσον ταύτην σείεσθαι. ∆ιὸ καὶ χωρίον ην τι περὶ αὐτὴν ὁ Τρέμων καλούμενος. ̔Ο μέντοι θρυλούμενος χρησμὸς ἐναντιοῦται τούτοις τοῖς λόγοις, ὁ λέγων οτι Κινήσω καὶ ∆ῆλον ἀκίνητόν περ ἐοῦσαν. Λέγεται γὰρ οτι ὁπηνίκα ὁ τοῦ ∆αρείου στρατηγὸς ∆άτις τριακόσια τάλαντα λιβανωτοῦ ἐθυμίασεν ἐν τῷ βωμῷ τοῦ ∆ηλίου ̓Απόλλωνος καὶ ἀνέπλευσε, τότε ἡ ∆ῆλος ἐκινήθη πρῶτα καὶ υστατα, τὸ πρὶν ουσα ἀκίνητος. Φασὶ δὲ οἱ παλαιοὶ τὰς Κυκλάδας πλείους ειναι τῶν ιβʹ, ων εἰσιν ἡ Κύθνος, ἀφ' ης ὁ Κύθνιος λέγεται τυρὸς, ἐξ ης καὶ ζωγράφος ονομα εχων ὁ Κυδίας. ̔Η Πάρος, ἐξ ης παροιμία τὸ ἀνεπαρίασαν, ηγουν μετεμελήθησαν. ̓Εψεύσαντο γάρ ποτε ἐκ μεταμέλου οἱ Πάριοι τὰς εἰρηνικὰς ὁμολογίας, ας εθεντο πρὸς τὸν Μιλτιάδην, ὡς ἐλπίσαντές ποθεν συμμαχίαν ἐν κενοῖς. ̔Η ̓Αμοργὸς, ἐξ ης Σιμωνίδης ὁ ἰαμβοποιὸς, ̓Αμοργῖνος ἐντεῦθεν λεγόμενος προπερισπωμένως, τύπῳ ἐθνικῷ· τὸ δὲ ̓Αμόργινος προπαροξυτόνως χιτῶνος ἐπίθετον ἀπὸ χρώματος ισως ἐλαιοχρόου τινός· ἀμόργη γὰρ ἡ τοῦ ἐλαίου ὑποστάθμη, ο εστιν ὁ τρυγίας. Παυσανίας δὲ, ου τὸ ̓Αττικὸν λεξικὸν, αλλο τι ἐμφαίνει, λέγων· «ἀμοργὸς ομοιον βύσσῳ·» καὶ οτι ἀμοργὶς κυρίως ἡ λινοκαλάμη, ἐξ ης ἐνδύματα ̓Αμόργινα λεγόμενα, ὡς ὁ Κωμικὸς ἐν Λυσιστράτῃ δηλοῖ. ̔Η ∆ῆλος, ουτω λεγομένη η διὰ τὴν θρυλουμένην μυθώδη αἰτίαν, οτι ὑπὸ θάλασσαν, ὡς ἐρρέθη, ουσα πρώην, υστερον φανεῖσα ἐδηλώθη, η διὰ τὰς ἐν αὐτῇ μαντείας, ἐξ ων ἐδηλοῦτο τὰ δυσεύρετα. ̔Η Τῆνος ἀπό τινος ουτω κληθεῖσα Τήνου ἀνδρός· ην δὲ σκοροδοφόρος γῆ αυτη, ὡς καὶ ἡ Κωμῳδία δηλοῖ, Τηνίων μεμνημένη σκορόδων· υδασι κατάρρυτος, διὸ καὶ Υδρουσα ἐκλήθη, κρήνην εχουσα, ης τὸ υδωρ οινῳ οὐ μίσγεται. Καὶ φιάλιον δὲ λέγεταί ποτε ἐν αὐτῇ ἀνακεῖσθαι, σύγκραμα εχον, ἐξ ου πάνυ ῥᾳδίως πῦρ ἀνήπτετο. ̔Η Ιος ἡ κατὰ χρησμὸν ̔Ομήρου μητρὶς, ηγουν οθεν ην ἡ ̔Ομήρου μήτηρ· καὶ ορα τὸ