65
ἀλλ' ὥσπερ τειχίον πάντοθεν ἔχων περικείμενον, οὕτως ἀναβλέψαι πρὸς τὸν οὐρανὸν οὐκ ἔχεις. δʹ. Ποίαν γὰρ βούλει πρότερον ἁμαρτίαν ἐξετάσωμεν; καὶ ὄψει οὕτω γινομένην αὐτήν. Καθάπερ γὰρ λῃσταὶ καὶ τοιχωρύκται, ἐπειδάν τι τῶν τιμίων λαβεῖν θελήσωσι, τὸν λύχνον κατασβέσαντες τοῦτο πράττουσιν· οὕτω καὶ ἐπὶ τῶν ἁμαρτανόντων ὁ διεφθαρμένος ποιεῖ λογισμός. Καὶ γὰρ καὶ ἐν ἡμῖν ἐστι φῶς τὸ λογικὸν διόλου καιόμενον. Ἂν δὲ τὸ πνεῦμα τῆς πορνείας σφοδρῶς ἐπελθὸν μετὰ πολλῆς τῆς ῥύμης κατασβέσῃ τὴν φλόγα ἐκείνην, ἐσκότισεν εὐθέως τὴν ψυχὴν καὶ κατηγωνίσατο, καὶ πάντα ἐσύλησεν εὐθέως τὰ ἐναποκείμενα. Ὅταν γὰρ ὑπὸ ἀσελγοῦς ἐπιθυμίας ἁλῷ ἡ ψυχὴ, καθάπερ νέφος καὶ ἀχλὺς τοὺς τοῦ σώματος ὀφθαλμοὺς, οὕτω τῆς διανοίας τὸ προορατικὸν προκαταλαβοῦσα ἐκείνη, οὐδένα ἀφίησιν ἰδεῖν περαιτέρω, οὐ κρημνὸν, οὐ γέενναν, οὐ φόβον, ἀλλ' ὑπὸ τῆς ἐπιβουλῆς ἐκείνης τυραννηθεῖσα λοιπὸν, εὐκαταγώνιστος ὑπὸ τῆς ἁμαρτίας γίνεται· καὶ καθάπερ τοῖχος ἀθυρίδωτος πρὸ τῶν ὀφθαλμῶν ἐγερθεὶς, οὐκ ἀφίησι τὴν ἀκτῖνα τῆς δικαιοσύνης ἐλλάμψαι τῇ διανοίᾳ, τῶν λογισμῶν τῶν ἀτόπων τῆς ἐπιθυμίας πάντοθεν αὐτὴν ἐπιτειχισάντων· καὶ ἀπαντᾷ αὐτῷ τότε λοιπὸν ἡ πορνευομένη γυνὴ, πρὸ τῶν ὀφθαλμῶν, πρὸ τῆς διανοίας, πρὸ τῶν λογισμῶν ἑστῶσα καὶ φαινομένη· καὶ ὥσπερ οἱ πεπηρωμένοι, κἂν ἐν σταθερᾷ μεσημβρίᾳ ὑπ' αὐτοῦ τοῦ οὐρανοῦ τὸ μέσον ἑστηκότες ὦσιν, οὐ παραδέχονται τὸ φῶς, ἐγκεκλεισμένων αὐτοῖς τῶν ὀμμάτων· οὕτω δὴ καὶ οὗτοι, κἂν μυρία πάντοθεν αὐτοῖς ἐνηχῇ σωτήρια δόγματα, τῷ πάθει τούτῳ προκατειλημμένοι τὴν ψυχὴν, πᾶσι τοῖς τοιούτοις λόγοις ἀποφράττουσι τὴν ἀκοήν. Καὶ ἴσασιν οἱ τὴν πεῖραν εἰληφότες καλῶς. Ἀλλ' ὑμᾶς μὴ γένοιτο ἀπὸ τῆς πείρας αὐτῆς εἰδέναι. Οὐχ αὕτη δὲ μόνον ἡ ἁμαρτία ταῦτα ποιεῖ, ἀλλὰ καὶ πᾶς ἔρως ἄτοπος. Μεταθῶμεν γὰρ, εἰ δοκεῖ, τὸν λόγον ἀπὸ τῆς πορνευομένης γυναικὸς ἐπὶ τὰ χρήματα, καὶ θεασόμεθα καὶ ἐνταῦθα πυκνὸν σκότος καὶ συνεχές. Ἐκεῖ μὲν γὰρ, ἅτε μιᾶς οὔσης τῆς ἐρωμένης καὶ εἰς ἕνα τόπον ἀποκεκλεισμένης, οὐχ οὕτω σφοδρὸν τὸ πάθος· ἐπὶ δὲ τῶν χρημάτων ἁπανταχοῦ φαινομένων, ἐν ἀργυροκοπείοις, ἐν πανδοχείοις, ἐν χρυσοχοείοις, ἐν ταῖς τῶν πλουτούντων οἰκίαις, σφοδρῶς ὁ ἔρως πνεῖ. Ὅταν γὰρ παῖδας σοβοῦντας ἐπὶ τῆς ἀγορᾶς, ἵππους χρυσοφοροῦντας, ἀνθρώπους καλλωπιζομένους πολυτελέσιν ἐσθήμασιν ἴδῃ μετ' ἐπιθυμίας ὁ νοσῶν, πολὺς ὁ σκό 61.93 τος καταχεῖται. Καὶ τί δεῖ λέγειν οἰκίας καὶ ἀργυροκοπεῖα; Ἐγὼ γὰρ οἶμαι τοὺς τοιούτους, κἂν ἐπὶ τῆς γραφῆς ἴδωσι καὶ τῆς εἰκόνος τὸν πλοῦτον, σπαράττεσθαι καὶ ἀγριαίνειν καὶ λυττᾷν· ὥστε πάντοθεν αὐτοῖς τὸ σκότος συνάγεται. Κἂν γὰρ εἰς εἰκόνα βλέψωσι βασιλικὴν, οὐ θαυμάζουσι τῶν λίθων τὸ κάλλος οὐδὲ τὸν χρυσὸν οὐδὲ τὸ ἁλουργὲς ἱμάτιον, ἀλλὰ τήκονται. Καὶ καθάπερ ὁ δύσερως ἐκεῖνος, κἂν εἰκόνα θεάσηται τῆς ἐρωμένης γυναικὸς, προσήλωται τῷ ἀψύχῳ· οὕτω καὶ οὗτος ἄψυχον ὁρῶν εἰκόνα τοῦ πλούτου, τὸ αὐτὸ πάσχει μειζόνως, ἅτε τυραννικωτέρῳ κατεχόμενος πάθει· καὶ χρὴ λοιπὸν ἢ μένειν ἐπὶ τῆς οἰκίας, ἢ ἐμβαλόντα ἐπὶ τῆς ἀγορᾶς, μυρίας λαβόντα πληγὰς ἀναχωρεῖν οἴκαδε· πολλὰ γὰρ τὰ λυποῦντα αὐτοῦ τοὺς ὀφθαλμούς. Καὶ καθάπερ ἐκεῖνος οὐδὲν ἕτερον ἢ τὴν γυναῖκα ὁρᾷ, οὕτω καὶ οὗτος πένητας μὲν καὶ τὰ ἄλλα πάντα παρατρέχει, ἵνα μηδὲ παραμυθίαν λάβῃ· πρὸς δὲ τοὺς εὐπόρους ἐνατενίζει τοὺς ὀφθαλμοὺς, πολὺν καὶ σφοδρὸν ἀπὸ τῆς ἐκείνων ὄψεως εἰς τὴν ἑαυτοῦ ψυχὴν εἰσάγων τὸ πῦρ. Πῦρ γάρ ἐστι χαλεπῶς κατεσθίον τὸν ἐμπεσόντα, καὶ εἰ μὴ γέεννα ἠπείλητο μηδὲ κόλασις, αὐτὰ τὰ παρόντα κόλασις ἦν, τὸ διηνεκῶς βασανίζεσθαι καὶ μηδέποτε πέρας εὑρίσκειν τοῦ νοσήματος. Καὶ ἤρκει καὶ ταῦτα μόνα πεῖσαι φυγεῖν τὴν ἀῤῥωστίαν· ἀλλ' οὐδὲν ἀνοίας χεῖρον, ἣ καὶ τοῖς ἀθυμίαν φέρουσι πράγμασι καὶ κέρδος οὐδὲν προσηλῶσθαι παρασκευάζει. ∆ιὸ παρακαλῶ ἀρχόμενον ἐκκόπτειν τὸ πάθος. Καθάπερ γὰρ πυρετὸς παρὰ μὲν τὴν ἀρχὴν προσβαλὼν, οὐ σφόδρα φλέγει τῇ δίψῃ τοὺς κάμνοντας, ἐπιδοὺς δὲ καὶ τὴν φλόγα ἐπάρας, ἀνίατα διψᾷν παρασκευάζει