ταύτην φησὶ Λευκὴν καλεῖσθαι κατὰ ἐπωνυμίαν, ο εστι φερωνύμως, ἐπειδὴ τὰ ἐν αὐτῇ κινώπετα, ηγουν θηρία ὀρνέων, τουτέστιν ορνεα, λευκά εἰσι· τυχὸν μὲν λάροι, κατὰ δέ τινας πελαργοί. Κινώπετα δέ ἐστιν, ων ἡ κίνησις ἐν τῷ πέτεσθαι. ̓Ασυνήθης δὲ ἡ λέξις. ̓Εκεῖ δὲ, φησὶ, φήμη ἐστὶν ̓Αχιλλέως τε καὶ ἡρώων ἑλίσσεσθαι ψυχὰς ἐρημαίας ἀνὰ βήσσας· ωστε νῆσος ἡρώων λέγεται ἡ Λευκὴ αυτη νῆσος, ωσπερ νῆσοι μακάρων αἱ ἐν τῷ ἑσπερίῳ ὑμνούμεναι ὠκεανῷ. Καὶ τοῦτο, φησὶ, δῶρον τοῖς ἀριστεῦσιν ἀντ' ἀρετῆς, ηγουν τοῦτο ελαχον οἱ ηρωες γέρας ἀντὶ ἀρετῆς, τὸ ἀθύρειν μετὰ ῥᾳστώνης ἐν τῇ ῥηθείσῃ νήσῳ. Ειτα ἐπιπλέκει γνωμικὸν προτρεπτικὸν εἰς ἀρετὴν, καί φησιν· «ἀρετὴ γὰρ ἀκήρατον ελαχε τιμήν», τουτέστιν ἀθάνατόν ἐστι καλὸν ἡ ἀρετὴ καὶ οὐ συναπολήγει τῷ σώματι. ∆εῖ δὲ εἰδέναι οτι σπανιώτατόν ἐστι τὸ τῆς γνώμης καλὸν παρὰ τῷ ∆ιονυσίῳ. Τούτου δὲ αιτιον, οτι μὴ δίδωσιν αὐτῷ ἡ τῆς πραγματείας υλη συχνὰ γνωματεύεσθαι. 549 Οτι ἐντὸς τῆς Μαιώτιδος νῆσος ἀπειρεσίη ἐστήρικται, ην καλοῦσι Ταυρικὴν, ἐν ῃ Φαιναγόρα καὶ ̔Ερμώνασσα, ̓Ιώνων αποικοι πόλεις, ων ἡγήσατο Φαιναγόρας τις καὶ Ερμων, ἀφ' ων οἱ τόποι καλοῦνται. ̓Αρριανὸς δὲ ουτω φησί· «Φαιναγόρεια, ην εκτισε Φαιναγόρας ὁ Τήιος, φεύγων τὴν τῶν Περσῶν υβριν. Ετι δὲ ̔Ερμώνασσα ἐπὶ ̔Ερμωνάσσῃ τῇ γυναικὶ Σημάνδρου Μυτιληναίου τινὸς, ου τινας τῶν Αἰολέων εἰς ἀποικίαν μεταστήσαντος καὶ θανόντος ἐν τῷ τῆς πό λεως οἰκισμῷ, ἡ γυνὴ τῆς τε πόλεως ἐγκρατὴς ἐγένετο, καὶ τὸ ἑαυτῆς ονομα τῆ πόλει ἐπέθετο.» Τὸ δὲ στόμα τῆς Μαιώτιδος Κιμμερικὸς λέγεται Βόσπορος, περὶ ου προεγράφη, ενθα τὸ τοῦ πορθμοῦ στενότατον στάδια κʹ. Πολεμισταὶ δέ εἰσιν οἱ περὶ τὴν Μαιῶτιν, καὶ γεωργοὶ, καὶ μετά γε τὸ Σκυθῶν εθνος πάντων ἀλκιμώτατοι· καὶ ἀπ' αὐτῶν ἡ κλῆσίς ἐστι τῇ Μαιώτιδι, καθά τινες λέγουσι. Φασὶ δὲ καὶ πάντας τοὺς ἐφεξῆς αὐτοῖς Σκύθας πάλαι ποτὲ σιτοφάγους ειναι καὶ ἀροτῆρας, μεταβαλόντας δὲ γενέσθαι νομάδας, ἀλλοκότους τε καὶ ἀπόλιδας, διὰ τὴν ἐν τοῖς μετὰ ταῦτα ῥηθησομένην αἰτίαν. 554 Οτι λέγων κατὰ σχῆμα συμπληρώσεως ὁ ∆ιονύσιος, αιδε μὲν ἀνθρώποις εὐκλεεῖς νῆσοι, ὁμολογεῖ πάλιν τὴν παχυμερῆ περιήγησιν. Καὶ καινὸν οὐδὲν, οπου καὶ ὁ πλατύτατος Γεωγράφος ἑκών φησι παραλείπειν πολλά· τὸ γὰρ πάντα λεπτοτομεῖν χωρογραφίας ἐστὶν ιδιον, ὡς καὶ ἐν προοιμίοις ειπομεν. ̓Ερεῖ δὲ οτι καὶ τῶν νήσων αι περὶ τὸν ὠκεανὸν ἐστεφάνωνται τὰς περισήμους περιηγήσεται. Αρξεται δὲ καὶ ἐπὶ τούτων ἀπὸ Λιβύης, ἀρχὴν κἀνταῦθα ταύτην ποιούμενος, καὶ ουτω πρεσβεῖον οιον τιμῆς τῷ ἑαυτοῦ εθνει περιποιούμενος. 557 Οτι κατὰ μεταφορὰν τολμηροτέραν καὶ ποιητῇ πρέπουσαν σφυρὸν, ηγουν πόδα, ἀνέμου λέγει τὴν βάσιν, ο εστι τὸν τόπον καὶ τὴν θέσιν οθεν πνέει. Τὸ δὲ κυρίως σφυρὸν διερμηνεύων ̓Αριστοτέλης φησί· «τῆς κνήμης διοστέου ουσης τὸ μὲν πρόσθιον ἀντικνήμιον λέγεται, τὸ δὲ ὀπίσθιον γαστροκνημία, τὸ δὲ εσχατον ἀντικνημίου σφυρόν.» Λέγει δὲ καὶ οτι τῶν σφυρῶν ἑκάτερον ἐκ πλαγίων τῶν δεξιῶν καὶ ἀριστερῶν κάμπτεται. 558 Οτι ̓Ερύθεια ἡ τοῦ Γηρυόνου νῆσος περὶ τὸ χεῦμά ἐστι τοῦ Ατλαντος, ητοι περὶ τὸ ̓Ατλαντικὸν πέλαγος. Καὶ ορα οτι τὸ πέλαγος Ατλαντα ειπεν, ὁμωνύμως τῷ ηρωι, ἐξ ου αὐτὸ παρωνόμασται. Ταύτην τὴν νῆσον βουτρόφον ἐπωνόμασε διὰ τὴν περιουσίαν τῶν βοῶν αι ησαν τῷ Γηρυόνῃ, ἐν ῃ Αἰθίοπες Μακροβίων υἱοὶ, περὶ ων προείρηται, οι μετὰ τὸν Γηρυόνου, φησὶ, θάνατον ῳκησαν τὴ νῆσον. Αὐτοῦ γὰρ ζῶντος ἀοίκητος ην τοῖς αλλοις διὰ τὸ ἐκείνου κακόξενον. Αδεται δὲ ̔Ηρακλῆς εἰς αὐτὴν πλεύσας χαλκῷ λέβητι, οτε καὶ τὰς Γηρυονείους ἀπήλασε βοῦς. χαλκείῃ ἀκάτῳ βουπληθέος ἐξ ̓Ερυθείης, ὡς ὁ Εὐφορίων λέγεται ἱστορεῖν. ̔Ομοίως καὶ ὁ ̓Εφέσιος ̓Αλέξανδρος, εἰπών· χαλκείῳ δὲ λέβητι μέγαν διενήξατο πόντον. Τάχα δὲ ὁ μὲν ῥηθεὶς λέβης πλοίου ειδος ην, ῳ καὶ ὁ λῃστρικὸς λέμβος εοικε παρηχεῖσθαι κατὰ παρωνομασίαν τινά. Τὸ δὲ τούτου χάλκεον συγκρότησίν τινα χαλκοῦ δηλοῖ ἐπ' αὐτῷ, ὡς ει γε τυχὸν χαλκέμβολον ην, η παράσημά τινα ὡς εἰκὸς ἐκ τοιαύτης ειχεν υλης περὶ τὰ