ὑπερβιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου, ἵνα συνάρξων ται τῷ παρακειμένῳ, καὶ λοιπὸν ἐγένοντο ἐώλπειν καὶ ἐώργειν καὶ ἐῴκειν, καὶ τὸν κεχρεωστημένον χρόνον τῇ πρώτῃ συλλαβῇ κατὰ τὴν δευτέραν ἀνεδέξαντο, καὶ λοιπὸν εὑρέθησαν καὶ [ἐν] τῷ παρακειμένῳ συναρχόμενα καὶ τὸν κεχρεωστημένον χρόνον τῇ πρώτῃ συλλαβῇ κατὰ τὴν δευτέραν ἀναδεχόμενα. Χωρὶς δὲ τῶν Ἀττικῶν πρόσκειται, ἐπειδὴ ὅλα τὰ Ἀττικὰ ἐν τῷ ὑπερσυντελίκῳ χρονικῶς μεγεθύνονται, οἷον ἀλήλιφα ἠληλίφειν, ἀγήγοχα ἠγηγόχειν, ἀκήκοα ἠκηκόειν, ὀμώμοκα ὠμωμόκειν, ἐνήνοχα ἠνηνόχειν, χωρὶς τοῦ ἐλήλυθα· τοῦτο γὰρ οὐ μεγεθύνεται κατὰ τὸν ὑπερσυντέλικον, ἐληλύθειν γάρ ἐστιν ὁ ὑπερσυν τέλικος διὰ τοῦ ˉε. Καὶ ἡ αἰτία ἐστὶν αὕτη· τὸ ἐλήλυθα κατὰ τὸν ὑπερσυντέλικον διὰ τοῦ ˉη οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ πέφυκεν ὁ παρα κείμενος προσλαμβάνειν τὸ ˉι κατὰ τὴν ἄρχουσαν καὶ γίνεσθαι εἰλή λουθα, ὡς παρὰ τῷ ποιητῇ, <Α 2> τίπτ' αὖτ', αἰγιόχοιο ∆ιὸς τέκος, εἰλήλουθας; τοῦ οὖν παρακειμένου διὰ τῆς ˉεˉι διφθόγγου ὄντος οὐκ ἠδύνατο ὁ ὑπερσυντέλικος διὰ τοῦ ˉη εἶναι· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶς παρακείμενος ἀπὸ μακρᾶς ἀρχόμενος ἀπὸ τῆς αὐτῆς ἔχει καὶ τὸν ὑπερσυντέλικον ἀρχόμενον, οἷον ἔφθαρκα ἐφθάρκειν, ἔσταλκα ἐστάλκειν, ἠγόρακα ἠγοράκειν, ἠλέηκα ἠλεήκειν· εἰκότως οὖν οὐκ ἠδύνατο διὰ τοῦ ˉη εἶναι ὁ ὑπερσυντέλικος· ἀλλ' οὔτε <δὲ> διὰ τῆς ˉεˉι διφθόγγου ἠδύνατο εἶναι, ἐπειδὴ πάντα τὰ ῥήματα τὰ ὑπὲρ δύο συλ λαβάς, εἴτε βαρύτονα εἴτε περισπώμενα ὦσιν, τρέπουσι τὸ ˉε εἰς τὸ ˉη κατὰ τοὺς παρῳχημένους, οἷον ἐθέλω ἤθελον, ἐλέγχω ἤλεγχον, ἑρμη νεύω ἡρμήνευον, ἑτοιμάζω ἡτοίμαζον, ἐρωτῶ ἠρώτων, ἐλεῶ ἠλέουν, ἐρευνῶ ἠρεύνων, χωρὶς τοῦ ἐθίζω εἴθιζον καὶ ἐρύω εἴρυον καὶ ἑλκύω εἵλκυον καὶ ἑρπύζω εἵρπυζον καὶ ἑστιῶ εἱστίων· τὸ γὰρ ἐργάζομαι εἰργαζόμην τινὲς μὲν διὰ τοῦ ˉη γράφουσιν, τινὲς δὲ διὰ τῆς ˉεˉι διφθόγγου, οἵτινες καὶ ἀκριβέστεροί εἰσιν· μὴ δυνάμενον οὖν τὸ ἐλή λυθα κατὰ τὸν ὑπερσυντέλικον μήτε διὰ τοῦ ˉη γενέσθαι μήτε διὰ τῆς ˉεˉι διφθόγγου, ἐξ ἀνάγκης συνήρξατο τῷ παρακειμένῳ τῷ ἐλήλυθα καὶ γέγονεν ἐληλύθειν. Ταῦτα μὲν ἐν τούτοις. 118 Ἰστέον δὲ ὅτι οἱ Ἴωνες τὴν ˉεˉι δίφθογγον τὴν οὖσαν ἐν τῷ ὑπερσυντελίκῳ διαλύουσιν ἐν μὲν τῷ πρώτῳ προσώπῳ εἰς ˉε καὶ ˉα, οἷον ἐτετύφειν ἐτετύφεα, ἐπεποιήκειν ἐπεποιήκεα, τοῦ ˉν ἀποβληθέντος, ἐπειδὴ τὸ ˉα ἀποβλητικόν ἐστι τοῦ ˉν, <οἷον> Ξέρξεα, Πολυδεύ κην Πολυδεύκεα, ἦν ἔα, <Ε 887> ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι· τὸ γὰρ Μοῦσα Μοῦσαν καὶ ἔτυψα ἔτυψαν ἀπὸ κλίσεως ἔχουσι τὸ ˉν, καὶ οὐκ εἰσὶ κατὰ πάθος, ὥσπερ ταῦτα· ἐν δὲ τῷ τρίτῳ προσώπῳ εἰς δύο ˉεˉε διαλύουσι τὴν ˉεˉι δίφθογγον, οἷον ἐτετύφει ἐτετύφεε, ἐπεποιήκει ἐπεποιήκεε. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν μὲν τῷ πρώτῳ προσώπῳ τὴν ˉεˉι δίφθογγον εἰς ˉε καὶ ˉα διαλύουσιν οἱ Ἴωνες, οἷον ἐτετύφειν ἐτετύφεα, ἐν δὲ τῷ τρίτῳ εἰς δύο ˉεˉε, οἷον ἐτετύφει ἐτετύφεε. Καὶ λέγομεν ὅτι τὸ ˉα χαρακτηριστικόν ἐστι τοῦ πρώτου προσώπου, οὐ μέντοι τὸ ˉε, οἷον ἔγραψα ἔτυψα, τὸ δὲ ˉε τρί του προσώπου, οὐ μέντοι τὸ ˉα, οἷον ἔτυψε ἔλεγε· τὸ γὰρ ἐβόα ἀπὸ τοῦ ἐβόαε γέγονε κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉε εἰς ˉα μακρὸν δηλονότι, ὥσπερ τὰ ἐμά τἀμά· τὸ δὲ οὖτα, οἷον <Ε 376> οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος ∆ιομήδης, ἀπὸ τοῦ οὔτα<σ>ε ἐγένετο κατὰ ἀπο κοπήν· εἰκότως οὖν ἐν μὲν τῷ πρώτῳ προσώπῳ εἰς ˉε καὶ ˉα ἐγένετο ἡ διάλυσις τῆς ˉεˉι διφθόγγου, γνήσιον γάρ ἐστι τοῦ πρώτου προσώπου τὸ ˉα, ὡς εἴρηται, ἐν δὲ τῷ τρίτῳ εἰς δύο ˉεˉε, γνήσιον γάρ ἐστι τοῦ τρίτου προσώπου τὸ ˉε. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα εὑρίσκεται τὸ δεύτερον πρόσ ωπον εἰς ˉαˉς λῆγον, ὡς ἐπὶ τοῦ ἔτυψας ἐποίησας, διατί οἱ Ἴωνες τὴν ˉεˉι δίφθογγον τὴν οὖσαν ἐν τῷ δευτέρῳ προσώπῳ τοῦ ὑπερσυντελίκου οὐ διαλύουσιν εἰς ˉε καὶ ˉα, ἀλλ' εἰς δύο ˉεˉε, οἷον ἐτετύφεις ἐτετύφεες. Καὶ ἔστιν εἰπεῖν, ὅτι γνησία ἐστὶν ἡ διάλυσις τῆς ˉεˉι διφθόγγου εἰς δύο ˉεˉε, οὐ μέντοι εἰς ˉε καὶ ˉα· εἰ γὰρ τὰ δύο ˉεˉε συναιρούμενα τὴν ˉεˉι δίφθογγον ἀποτελοῦσιν, οἷον Πηλέες Πηλεῖς, δηλονότι καὶ διαλυομένη ἡ ˉεˉι δίφθογγος εἰς τὰ