70
ῥαπίσας μετρίως εἰπέ, μὴ δίσταζε ἐν τῇ καρδίᾳ σου, μηδὲ ἀπίστει τῷ διὰ τῆς γραφῆς λέγοντι «ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ.» ἰδοὺ γάρ, ἐν τῷ νῦν αἰῶνι ἐξεπλήρωσά σοι πολλαπλασίονα ὑπὲρ ὧν ἐδάνεισάς μοι. καὶ εἰ πιστεύεις, λήψῃ καὶ ἐν τῷ μέλλοντι πλοῦτον ἀνυπέρβλητον." καὶ ὁ μὲν ἀρχιερεὺς τὰ διατεταγμένα πάντα πεποίηκε πρὸς τὸν ἄνθρωπον καὶ λελάλη κεν· ὁ δὲ ἀκούσας καὶ ἔντρομος γενόμενος, πάντα ἐάσας ἐν τῷ ναῷ ἐξῆλθεν, εὐχαριστῶν καὶ πιστεύων κυρίῳ καὶ πάντα τὰ ἐν τῇ θείᾳ γραφῇ διηγορευμένα. Μετὰ Ἐζεκίαν ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη νεʹ· ὃς παρανομώτατος ὑπὲρ πάντας τοὺς ἔμπροσθεν βασιλεῖς ὑπάρχων ἐπὶ εἰδωλομανίᾳ τε καὶ αἱματεκχυσίᾳ, καὶ τὸν μέγαν Ἠσαΐαν πρί σας ξυλίνῳ πριόνι καὶ τὴν Ἱερουσαλὴμ αἱμάτων ἀδίκων πληρώσας, οὐχ ἧττον εἰδωλολάτρησε τῶν Ἀμορραίων. καὶ τὸν οἶκον κυρίου καταμολύνας, καὶ τετραπρόσωπον εἴδωλον τοῦ ∆ιὸς ἐν αὐτῷ στή σας, οὐ διέλιπεν οἰωνιζόμενος καὶ φαρμακεύων καὶ αἰσχρουργῶν. διὸ καὶ κατὰ θείαν ὀργὴν δέσμιος εἰς Νινευὶ ἀπήχθη ὑπὸ Μαρο δὲχ βασιλέως· καὶ χαλκοῖς δεσμοῖς ὑποβληθείς, δι' εἰλικρινοῦς μετανοίας δεηθεὶς τοῦ θεοῦ, τὸν βασιλέα ἠγάθυνε, καὶ εἰς Ἱερου σαλὴμ αὐτὸν ἐξέπεμψεν. ὃς ἐπανελθὼν πᾶσαν μὲν κατέστρεψεν 1.195 εἰδωλικὴν σκηνήν, τὸ δὲ ἱερὸν τοῦ θεοῦ ἥγνισε καὶ τὸν νόμον ἐφύ λαξε καὶ εὐσεβῶς ἐβίωσεν εὐχαριστῶν τῷ θεῷ ἄχρι τελευταίας ἀναπνοῆς αὐτοῦ. Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμὼς υἱὸς αὐτοῦ ἔτη δύο. κατὰ τούτους τοὺς χρόνους Μίδας ὁ Φρυγίας βασιλεὺς ἐτελεύτη σεν, ὅντινα ἔλεγον ὦτα ἔχειν ὄνου. Ἰωσίας τὸν πατέρα Ἀμὼς διαδεξάμενος ὀκταετὴς ἀντιλαμ βάνεται τῆς ἀρχῆς, βασιλεύσας ἔτη τριάκοντα ἕν. καὶ ἐτελεύτησε τοξευθεὶς ἐν πολέμῳ. ὁ γὰρ Νεχευὼ βασιλεύσας Αἰγύπτου κατὰ τῶν Ἀσσυρίων ἐστράτευσεν, ἐπικουρῆσαι δὲ τοῖς Ἀσσυρίοις οὗτος ἐσπούδαζεν. ὅθεν φησὶν Ἔσδρας "καὶ εἶπεν ὁ βασιλεὺς Αἰ γύπτου πρὸς Ἰωσίαν· τί ἐμοὶ καὶ σοί, βασιλεῦ τῆς Ἰουδαίας; οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι παρὰ κυρίου θεοῦ ποιῆσαι πόλεμον, ἀλλ' ἐπὶ τοῦ Εὐφράτου. καὶ νῦν κύριος μετ' ἐμοῦ ἐστίν. ἀπό στηθι, καὶ μὴ ἐναντιούτω τῷ κυρίῳ." καὶ οὐκ ἀπέστρεψεν ἀπ' αὐτοῦ Ἰωσίας, ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πε δίῳ παρὰ γνώμην θεοῦ. καὶ τοξευθεὶς ὑπὸ τῶν πολεμίων εἶπε τοῖς παισὶν αὐτοῦ "ἐξαγάγετέ με, ὅτι σφόδρα ὀδυνῶμαι." καὶ εὐθέως ἀποστρέψαντος αὐτοῦ εἰς Ἱερουσαλὴμ καὶ τὸν βίον μεταλ λάξαντος ἐγένετο πένθος μέγα κατὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ μᾶλλον Ἱερεμίας ἐθρήνησε ὑπὲρ Ἰωσίου. ἐν τῷ ιηʹ τούτου ἔτει εὑρὼν ὁ ἱερεὺς Χελκίας ἐν τῷ ἱερῷ βιβλίον (ὃς ἦν πατὴρ Ἱερεμίου τοῦ προφήτου) προσκομίζει τῷ βασιλεῖ. ὁ δὲ εὐλαβὴς ὢν καὶ δικαιότατος ὑπὲρ τοὺς ἔμπροσθεν αὐτοῦ βασιλεῖς οὐκ ἠθέλησεν 1.196 ἀναγνῶναι αὐτό. ἀνέγνω τοίνυν αὐτὸ ὁ ἱερεύς, καὶ ἔκλαυσε πᾶς ὁ λαός. ὁ δὲ ἱερεὺς ἅμα τῷ τοῦτο ἀναγνῶναι διαπεφώνηκεν. ὁ δὲ βασιλεὺς λίαν ἀθυμήσας, εἰδὼς ἐν τοσούτοις ἔτεσι καταπατού μενον τὸν νόμον κυρίου, τὰ ἱμάτια διαρρήξας καὶ ἔμφοβος γενό μενος ἀπέστειλε πρὸς Ὀλδὰν τὴν προφῆτιν, πυνθανόμενος τί βού λεται κύριος περὶ αὐτοῦ καὶ παντὸς τοῦ λαοῦ. ἡ δὲ φησί "τάδε λέγει κύριος· ἀνθ' ὧν ἡπαλύνθη σου ἡ καρδία καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅτι ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ τοὺς ἐνοικοῦντας αὐτόν, τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, ἰδοὺ προσ τίθημί σε πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψει πᾶσι τοῖς κακοῖς οἷς ἐπάξω ἐπὶ τὸν τόπον τοῦτον καὶ τοὺς ἐνοικοῦντας αὐτόν, τοῦ εἶναι εἰς ἀφανισμόν." ὅθεν ζήλῳ θείῳ κινούμενος οὐ μόνον τὰ πανταχοῦ εἴδωλά τε καὶ σεβάσματα κατέστρεψεν ἐκ βάθρων. ἀλλὰ καὶ τοὺς εἰδωλολάτρας τοὺς μὲν ἔτι ζῶντας ὠλό θρευσε, τοὺς δὲ ἤδη τεθνηκότας ἐν τοῖς τάφοις κατέκαυσε. καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ εἶπε «τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ βλέπω;" καὶ φασὶν οἱ ἄνδρες τῆς πόλεως "ὁ