73
σοι κρίσεις οὐχὶ τὰς τοῦ δήμου μόνον, ἀλλὰ καὶ τὰς τῶν δοκούντων εἶναι σοφωτάτων, τῶν ἐξ ἀρχῆς νομοθετῶν. Τίς γὰρ ἂν δόξειε παρὰ τοῖς πολλοῖς σοφώτερος εἶναι τοῦ νομισθέντος ἀξίου πόλεσι καὶ δήμοις νομοθετεῖν; Ἀλλ' ὅμως τοῖς σοφοῖς τούτοις τὸ πορνεύειν οὐδὲν εἶναι δοκεῖ πονηρὸν οὐδὲ κολάσεως ἄξιον. Οὐδεὶς γοῦν τῶν νόμων τῶν ἔξωθεν αὐτὸ ἐκόλασεν, οὐδὲ εἰς δικαστήριον εἵλκυσεν ἐντεῦθεν· ἀλλὰ κἂν ἑλκύσῃ τις ὑπὲρ τούτων, καταγελῶσιν οἱ πολλοὶ, καὶ οὐκ ἀνέξεται ὁ δικάζων. Τὸ κυβεύειν πάλιν τῆς παρ' αὐτῶν τιμωρίας ἐστὶν ἐλεύθερον, καὶ οὐδεὶς ὑπὲρ τούτων δίκην ἔδωκέ ποτε παρ' ἐκείνοις. Τὸ μεθύειν καὶ γαστρίζεσθαι οὐ μόνον οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ καὶ κατόρθωμα παρὰ πολλοῖς εἶναι νενόμισται· καὶ ἐν τοῖς στρατιωτικοῖς δείπνοις πολλὴ ἡ τοῦ πράγματος ἅμιλλα, καὶ οἱ μάλιστα σωφρονούσης διανοίας καὶ σώματος ἐῤῥωμένου δεόμενοι, οὗτοι μάλιστα τῇ τυραννίδι παραδέδονται τῆς μέθης, καὶ τὸ σῶμα παραλύοντες, καὶ τὴν ψυχὴν σκοτοῦντες, καὶ τῶν νομοθετῶν οὐδεὶς τοῦτο ἐκόλασε τὸ ἁμάρτημα. εʹ. Τί ταύτης τῆς μανίας χεῖρον; Τῆς οὖν εὐφημίας τῶν οὕτω διακειμένων ἀνθρώπων ἐπιθυμεῖς, καὶ οὐ κατορύττεις σαυτόν; Εἰ γὰρ καὶ πάντες σε ἐθαύμαζον οἱ τοιοῦτοι, οὐκ ἐχρῆν αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι, παρ' ἀνθρώπων οὕτω διεφθαρμένων τὰς κρίσεις κροτούμενον; Πάλιν βλασφημία τοῖς νομοθέταις οὐδὲν εἶναι δοκεῖ φοβερόν· οὐδεὶς γοῦν τὸν Θεὸν βλασφημήσας, εἰς τὸ δικαστήριον εἱλκύσθη καὶ δίκην δέδωκεν. Ἀλλ' ἐὰν μὲν τὸ ἱμάτιόν τις κλέψῃ, ἢ βαλάντιον διατέμῃ, καὶ τὰς πλευρὰς διορύττεται καὶ θανάτῳ παραδίδοται πολλάκις· τὸν δὲ Θεὸν βλασφημῶν, οὐκ ἐγκαλεῖται παρὰ τῶν ἔξω νομοθετῶν. Κἂν δούλην προσφθείρῃ τις γυναῖκα ἔχων, οὐδὲν εἶναι δοκεῖ τοῖς νόμοις τοῖς ἔξωθεν οὐδὲ τοῖς πολλοῖς. Βούλει καὶ ἕτερα πάλιν ἀκοῦσαι δεικνύντα αὐτῶν τὴν ἄνοιαν; ταῦτα μὲν γὰρ οὐ κολάζουσιν, ἕτερα δὲ καὶ νομοθετοῦσιν αὐτοί. Τίνα οὖν εἰσιν ἐκεῖνα; Θέατρα συνάγουσι, καὶ πορνῶν ἐκεῖ γυναικῶν χοροὺς εἰσάγοντες καὶ παῖδας πεπορνευμένους καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνυβρίζοντας, καθίζουσι τὸν δῆμον ἄνω πάντα, οὕτω τὴν πόλιν ψυχαγωγοῦντες, οὕτω τοὺς μεγάλους ἐκείνους βασιλέας, οὓς ἀεὶ θαυμάζουσιν ἐπὶ τροπαίοις καὶ νίκαις, στεφανοῦντες. Καίτοι γε τί τῆς τιμῆς ταύτης ψυχρότερον; τί τῆς ἡδονῆς ἐκείνης ἀηδέστερον; ἐκ τούτων οὖν ἐπαινέτας ζητεῖς τῶν ἔργων τῶν σῶν; καὶ μετὰ ὀρχηστῶν καὶ μαλακῶν καὶ μίμων καὶ πορνῶν γυναικῶν εὐφημίας ἀπολαύειν θέλεις, εἰπέ μοι; καὶ πῶς οὐκ ἂν εἴη ταῦτα παρανοίας ἐσχάτης; Ἡδέως γὰρ ἂν αὐτοὺς ἐροίμην· ∆εινὸν τοὺς τῆς φύσεως ἀνατρέπεσθαι νόμους, καὶ παρανόμους εἰσάγεσθαι μίξεις; πάντως ἐροῦσιν, ὅτι δεινόν· δοκοῦσι γοῦν καὶ κολάζειν τὸ ἀνόμημα τοῦτο. Τί οὖν τοὺς ἡταιρηκότας ἐκείνους εἰσάγεις; καὶ οὐκ εἰσάγεις μόνον, ἀλλὰ καὶ τιμᾷς μυρίαις καὶ ἀφάτοις δωρεαῖς; Ἀλλαχοῦ τοὺς τὰ τοιαῦτα τολμῶντας κολάζων, ἐνταῦθα δὲ καὶ ὡς εὐεργέταις κοινοῖς τῆς 61.103 πόλεως, καὶ χρήματα ἀναλίσκεις, καὶ ἐκ τῶν δημοσίων αὐτοὺς τρέφεις δαπανημάτων. Ἀλλ' ἄτιμοι, φησὶν, εἰσί. Τί οὖν αὐτοὺς παιδοτριβεῖς; τί οὖν διὰ τῶν ἀτίμων τοὺς βασιλέας τιμᾷς; τί δὲ τὰς πόλεις ἐκτραχηλίζεις; τί δὲ εἰς αὐτοὺς τοσαῦτα δαπανᾷς; εἰ γὰρ ἄτιμοί εἰσιν, ἀπελαύνεσθαι ἐχρῆν τοὺς ἀτίμους. Τίνος δὲ ἕνεκεν ἀτίμους εἰργάσω; ὡς ἐπαινῶν, ἢ ὡς κατεγνωκώς; ∆ηλονότι ὡς κατεγνωκώς. Εἶτα ὡς μὲν κατεγνωκὼς ἀτίμους ποιεῖς, ὡς δὲ ἐντίμους τρέχεις ὀψόμενος, καὶ θαυμάζεις καὶ ἐπαινεῖς, καὶ κροτεῖς; Καὶ τί δεῖ λέγειν τὰς μαγγανείας τὰς ἐν ταῖς ἱπποδρομίαις, τὰς ἐν ταῖς τῶν θηρίων ἁμίλλαις; Πάσης γὰρ καὶ ἐκεῖνα παραπληξίας μεστὰ, παιδεύει τὸν δῆμον συνεχῶς ἀνηλεῆ τινα ἔχειν καὶ ὠμὸν καὶ ἀπάνθρωπον τρόπον, καὶ γυμνάζει ὁρᾷν ἀνθρώπους σπαραττομένους καὶ αἷμα καταῤῥέον καὶ θηρίων ὠμότητα πάντα συγχέουσαν. Καὶ ταῦτα πάντα οἱ σοφοὶ νομοθέται ἐξ ἀρχῆς ἐπεισήγαγον τὰ νοσήματα, καὶ κροτοῦσιν αἱ πόλεις καὶ θαυμάζουσι. Ἀλλ', εἰ βούλει, ταῦτα ἀφέντες, ἃ φανερῶς μὲν καὶ ὁμολογουμένως ἐστὶν ἄτοπα, τοῖς δὲ ἔξωθεν νομοθέταις οὐκ ἔδοξεν, ἐπὶ τὰ σεμνὰ