αὐτομάτως κεκοίλανται, εὑρήσει ὅπῃ τρυφήσειεν. εἰ μὲν γὰρ ὑπέλθοι δένδρου σκιάν, αὐτίκα τοῦτον ἐπιξενώσονται κάτωθεν μὲν γῆς εὐναὶ μαλακαί, ὑπὲρ δὲ κεφαλὴν τὴν ὀπώραν κοσμοῦσιν αἱ Χάριτες, τὸ δέ γε ἀναβλύζον ἢ παραρ ρέον ὑδάτιον ἀντὶ πάσης εὐφροσύνης γενήσεται· κἂν δεήσῃ ἀναβῆναι κλίμακα καὶ ὑπὸ στέγην τρυφῶσαν γενέσθαι, ἐπιλήσεται ταχὺ μάλα τῶν ἐν τοῖς ἄστρασι λαμπροτήτων· παντοδαπὴ γὰρ ἡ λίθος κἀνταῦθα καὶ ποικίλη τοῖς χρώμασιν, αἵ τε κέδρινοι ὀροφαὶ οὐ μάλα <τῇ> χειρὶ ἀντιπίπ τουσιν, ἀλλ' ὁμαλῶς διῄρηνται καὶ γεγλύφαται, καὶ ἡ γράφουσα ταύτας χεὶρ ἐπίσημος ὧδε μᾶλλον ἢ ἐν ταῖς πόλεσιν. ἀτυχήσει δὲ οὐδὲ τῶν ἄλλων τινός, ἀλλὰ καὶ γῆ καὶ θάλαττα καὶ ἀήρ, ἡ μὲν βοσκήματα, ὁ δὲ ὄρνις, ἡ δὲ ἰχθύας δωροφορήσουσι. κἂν θηρᾶν αἱροῖτο, ἕτοιμος ὁ λαγὼς καὶ ὁ πέρδιξ τοῦτον ὑποπτερύξεται, ἀκοντιεῖ δὲ καὶ κατὰ κάπρων καὶ ἡ ἄρκτος οὐχ ὑπερδραμεῖται αὐτοῦ τὴν βολήν· ἐπανάγοντα δὲ ἐκ τῆς θήρας πνεῦμά τε ὑποδέξεται εὔπνουν καὶ στιβὰς σχέδιος ἐγγύθι κελαρύζον τος νάματος. 37 Ἐγκώμιον εἰς τὸν μοναχὸν Ἰωάννην τὸν Κρουστουλᾶν ἀναγνόντα ἐν τῇ Ἁγίᾳ Σορῷ <Τ>ί τοῦτο; εὐθὺς γὰρ εἰσδεδυκότα με τὸν νεὼν ἀπορία κατέσχηκε ξένον τι τοῦ συνήθους ἰδόντα καὶ οἷον οὔπω τεθέαμαι. ἐπάγην γὰρ αὐτίκα τὸν νοῦν καὶ πρὸς ἔκπληξιν ἀφικόμενος τοιαῦτα τοὺς παρόντας ἐπανηρόμην, «ἡ τῆς Παρθένου», λέγων, «Σορὸς πλήθους μὲν εὐμοιρεῖ πάντοτε, οὐδέπω δὲ ὡς νῦν τοσοῦτον ἑώρακα· ἡ χάρις μὲν ἄπειρος, ἀλλὰ τὸ πλῆθος ὑπὲρ κατάληψιν· συνήθης μὲν ἡ ἀντίληψις, ἀλλ' ὁ δῆμος ψάμμῳ παρόμοιος· ἡ δόσις μὲν πολλαπλάσιος, ἀλλ' ἡ συνέλευσις ὑπὲρ αἴσθησιν, ὁ θροῦς, ἡ βοή, ὁ πρὸς ἀλλήλους ἀντωθισμός, τὰ συντρίμματα, τὰ πιέσματα, τὰ ἐγκλήματα, ἡ τῶν ἑστώτων σύντηξίς τε καὶ σύνθλιψις καὶ φόβου τί μοι σημεῖον παρέχουσι. μήποτέ τι συμβέβηκεν ἄτοπον; μήποτέ τις ἄσεμνα πέπραχε καὶ τὴν συναγωγὴν τοῦ πλήθους εἰς ἐκδίκησιν ἤγαγε; μήποτέ τις ἀντεῖπέ τινι καὶ τὴν τοσαύτην συνδρομὴν ἀπειργάσατο (φιλοῦσι γὰρ ἐν τούτοις τὰ πλήθη συνέρχεσθαι καὶ πολυπραγμονεῖν τὰ ἀλλότρια καὶ δικασταὶ τῶν πραγμάτων καθίστασθαι καὶ τὰ τῶν ξένων ὡς οἰκεῖα μεταχειρίζεσθαι); μὴ βασιλεὺς παραγέγονε, μὴ βασίλισσα, μή τις τῶν ἄλλων καταβεβήκει δι' ὃν ὁ πλεῖστος ὄχλος συνέδραμε;» τοιαῦτα γοῦν με διαποροῦντα τὴν αἰτίαν ἀνεδίδασκον ἕτεροι· ἡ δὲ ἦν οὐδὲν ἕτερον ἀλλ' ἢ ὡς ὁ μέγας καὶ τὴν κλῆσιν καὶ τὴν πρᾶξιν καὶ τὴν προαίρεσιν Ἰωάννης, ὃν δὴ καὶ χαρτουλάριον ἔλεγον, τὴν ἀνάγνωσιν ὀφείλει ποιήσα σθαι. «δι' αὐτὸν οὖν καὶ τὸ πλῆθος συνέδραμε καὶ ἡ συναγωγὴ τοῦ δήμου γεγένηται καὶ ὁ πλεῖστος ὄχλος ἀφίκετο. σὺ δὲ ἀλλ' ἀγνοεῖν ἴσως τὸν ἄνδρα ἔοικας ὁποῖος δὴ καὶ τὴν σύνεσιν πέφυκε καὶ τὴν φρόνησιν καὶ τὴν ψυχήν. εἰ δέ γε γνοίης, εἰ δέ γε πρὸς λόγους ἔλθῃς, εἰ πρὸς ὁμιλίαν ἐλεύσῃ, εἰ πρὸς διάλεξιν, εἰ πρὸς μόνην συνάντησιν, τήν γε γεννήσασαν μακαρίσεις καὶ τὸν πατέρα κατεκθειάσεις καὶ τοῦτον αὐτὸν ἐγκωμίων καταξιώσεις· ἐστὶ γάρ, ὡς ἔπος εἰπεῖν, τὸ ἦθος γενναῖος, τὴν ὄψιν ὡραῖος, τὸν λόγον πολύς, τὴν φρόνησιν, τὴν εὐγένειαν, τὴν εὐπρέπειαν, τὴν ψυχὴν εὐθής, τὴν γνώμην σεμνός, τὴν γλῶσσαν χαρίεις, εὐπροσήγορος, εὐσυμπάθητος, εὐμετάδοτος (λεγέσθω γὰρ καὶ τοῦτο μετὰ τῶν ἄλλων τοῦ ἀνδρὸς ἀγαθῶν), τἆλλα πάντα κεκτημένος ὁμοῦ. ἀλλὰ τί», φησι, «ταῦτα λέγω; μεῖνον μικρὸν καὶ ὄψει τὰ μαρτυρούμενα.» Ἐβουλόμην μὲν οὖν, ὦ ἄνδρες, παλινῳδίαν τε ᾆσαι καὶ τοῦ στίφους ἐκφυγεῖν τὴν συνέλευσιν, ἢ μᾶλλον ὥσπερ τι ῥεῦμα κυκλικῶς ποιοῦν τὴν διέξοδον ἀφ' οὗ προσῆλθον παλίνορσος ἀπελεύσεσθαι· οὐδὲ γὰρ ἦν που τόπος κενὸς εἰς ὃν ἂν παραγεγονὼς ἴσως ἔστην τοῖς πολλοῖς συνᾴσων καὶ τὴν συνήθη ποιησόμενος