εὐαρέστησιν, ἀλλ' ἦσαν πάντα πάντων μεστά- ἡ πρώτη σκηνή, τὸ ἱλαστήριον, τὸ καταπέτασμα, ὁ ναός, τὰ παρασκήνια, οἱ πρόνεῳ, τὰ ἐκτός, τἆλλα σύμπαντα. πεισθεὶς οὖν μᾶλλον ἢ πείσας αὐτὸς τὴν καλὴν ἐκείνην πειθὼ καὶ σωτήριον, ἣ δή μοι καὶ τὸν ἄνδρα ἐγνώρισε καὶ ἱστόρησε τελεώτερον καὶ εἰς φιλίαν συνέδησεν ἄφατον, ὠθῶν {τὸν ἄνδρα} καὶ παραγκωνιζόμενος εἰσελήλυθα. Ἦν μὲν οὖν δέον καὶ περὶ τῶν ἄλλων εἰπεῖν καὶ κατὰ μέρος ποιήσασθαι τὴν ἀφήγησιν, τά τε λεχθέντα διασημᾶναι, τά τε σύμβαντα παραδηλῶσαι, τὰ προτεθέντα διαναμνῆσαι, τὰ γεγονότα μὴ παραλεῖψαι, τὴν εὐρυθμίαν, τὴν εὐφροσύνην, τὴν χαρμονήν, τὰ σεμνὰ μειδιάματα, εἶθ' οὕτως τὸν λόγον καὶ πρὸς τὸν ἄνδρα μεταγαγεῖν. ἀλλὰ τὸ φιλοσύντομον ἀσπαζόμενος (τοῦτο γάρ με καὶ ὁ φιλόσοφος Ἀριστοτέλης φιλεῖν ὑποτίθησι) τὰ πλεῖστα τῶν συμβάντων ἐῶ, μᾶλλον δὲ τοὺς γεωμέτρας μιμούμενος τὰ μὲν ἐκτὸς καταλιμπάνω, πρὸς μόνον δὲ τοῦ πράγματος τὸν σκοπὸν ἀφορῶ· εἰώθασι γὰρ κἀκεῖνοι †περὶ μόνων προσλαμβάνειν† τῶν συμβαλλομένων αὐτοῖς ἐν τοῖς προκειμένοις βιβλίοις ἢ θεωρήμασι, τῶν δ' ἄλλων πάντων ὀλιγωρεῖν. Οἱ μὲν οὖν προανεγνωκότες ἀπῄεσαν, περὶ ὧν μοι λόγος οὐδεὶς λόγου μηδὲν ἐν αὐτοῖς κατοπτεύσαντι. ἐπεὶ δὲ οὗτος εἰσεληλύθει μετὰ τοῦ θαυμασίου ἐκείνου βαδίσματος, μετὰ τῆς συνήθους καὶ παγκοσμίου σεμνότητος, μετὰ τοῦ κάτω βλέποντος ὄμματος, βαβαὶ τῆς χάριτος ἐκείνης καὶ τῆς ἁπλότητος, βαβαὶ τοῦ τῆς ὑπογελώσης παρειᾶς μειδιάμα τος, βαβαὶ τῶν ὀμμάτων ἐκείνων τῶν γαληνὸν ὁρώντων καὶ καθαρώτατον, βαβαὶ τῆς ὁράσεως, τῆς προσβλέψεως, τῆς ἐντεύξεως, τῶν ἄλλων ἅπερ λέγειν οὐκ ἔξεστιν. εὐθὺς γὰρ τὸν ἄνδρα καὶ παραυτίκα διέγνωκα καὶ τὸ βραχὺ σημεῖον τὴν ὅλην μοι μαρτυρίαν παρέσχηκεν· οὐδὲ γὰρ τοιοῦτος ἦν ὁποῖος εἰσέδυ τὸν τόπον πατήσας τῆς ἀναγνώσεως, οὐδὲ μετὰ τοῦ σεμνοῦ παρέμενε σχήματος καὶ τοῦ συνεσταλμένου πρὸς πάντα φρονήμα τος, ἀλλὰ θηρὸς ὥσπερ μεταμφιασάμενος γενναιότητα τό τε ῥάκος τῆς χειρὸς ἐπανέστρεψεν, ὃ δὴ συνήθως περιαυχένιον ὀνομάζομεν, καὶ τὸν κηρὸν λαβὼν σταθηρὸς τὴν γνώμην ἐδέδεικτο, μονονουχὶ διὰ τοῦ σχήματος προσφθεγγόμενος καὶ τυπῶν ὁποῖον δεῖ πάντως τὸν ἀναγινώσκειν ὀφείλοντα γίγνεσθαι· οὔπω γὰρ τοῦ λόγου τὴν ἐπιγραφὴν εἴρηκε καὶ τοῦ παντὸς ἐδεδώκει τὴν δήλωσιν. καὶ ὥσπερ ἡμῖν τὰς τῶν πραγμάτων φύσεις παριστῶσιν οἱ ὁρισμοὶ ἐκ γένους ὄντες καὶ τῶν συστατικῶν διαφορῶν, οὕτω δὴ καὶ οὗτος ἀπ' αὐτῆς τῆς ἐκφωνήσεως τοῦ προγράμμα τος τὸ πᾶν ἡμῖν παρέστησε καὶ ἐγνώρισε. Τινὲς μὲν οὖν τοῦτο δεῖγμα τῶν ἀναγινωσκόντων ἔχουσι καὶ μαρτύριον ἀψευδές, τἆλλα παρορῶντες ἢ μὴ εἰδότες ἐξ ἀμαθίας ἴσως ἢ ἀναλόγου φρονήματος. ἢν γάρ τις μέγα βοᾶν ἐπίσταται, ὥστε θῆρας μεταδιώκειν ἢ τοὺς καθεύδοντας ἀνιστᾶν, εὐθὺς τὰ πρῶτα τῶν ἀναγινωσκόντων διδόασι καὶ τιμητικῶς ὥσπερ ἔχουσι καὶ κορυφαῖον τῆς χορείας λογίζονται, κακῶς εἰδότες καὶ λίαν ἐπικινδύνως· ὡσπερεὶ τὸ μὲν ὄργανον ἐπαινεῖ τις καὶ τῆς μελῳδίας κατεκθειάζει καὶ τέρπεται τοῖς φορμίσμασι καὶ ἐπαγάλλεται ταῖς ᾠδαῖς, τὸν δὲ κινοῦντα τοῦτο τοῦ μακαρισμοῦ πόρρω τίθησι, δέον πρὸς τοῦτον τὸ πᾶν ἀνάγειν τῆς χάριτος καὶ πάσης ὕπερθεν εὐφημίας λογίζεσθαι. ἀλλ' αὐτὸς οὐχ οὕτω κρίνω καὶ διακρίνω τὰ πράγματα· οὐδὲ γὰρ κατὰ τοὺς πολλοὺς ἶσός εἰμι, οὐδὲ πρὸς χάριν οἶδα βλέπειν τὰ προτιθέμενα, οὐδ' αὔραις φέρομαι καὶ ῥιπίζομαι, οὐδὲ πολλὰ μὲν λέγειν ἐπόθησα, ἥττων δὲ τῶν ἔργων εὑρίσκεσθαι, ἀλλὰ καὶ λόγου σύντροφος πέφυκα καὶ τὴν παιδείαν ὡς οὐκ ἄλλο τετίμηκα καὶ λόγοις καθ' ἡμέραν προστίθεμαι καὶ τούτοις τρέφω τὴν ψυχὴν πρὸ τοῦ σώματος. καὶ μαρτυρήσουσιν ἴσως μοι τῷ σκοπῷ πολλοὶ καὶ ἄλλοι τούτῳ συνᾴδον τες· τοῦτο δέ μοι πάντως ἡ ἐπιμέλεια δείκνυσι καὶ ἡ πρὸς τούτους σχέσις, ἵν' οὕτως εἴποιμι. Ἢ γὰρ κἀκεῖνον θαυμάσειέ τις τὸν τοῦτο μόνον