καὶ ἐν τούτῳ πρωτότοκος λέγεται καὶ ἔστιν ἡμῶν, ἐπειδὴ, πάντων τῶν ἀνθρώ πων ἀπολλυμένων κατὰ τὴν παράβασιν τοῦ Ἀδὰμ, πρώτη τῶν ἄλλων ἐσώθη καὶ ἠλευθερώθη ἡ ἐκείνου σὰρξ, ὡς αὐτοῦ τοῦ Λόγου σῶμα γενομένη, καὶ λοι πὸν ἡμεῖς, ὡς σύσσωμοι τυγχάνοντες, κατ' ἐκεῖνο σωζόμεθα. Ἐν ἐκείνῳ γὰρ ἡμῶν καὶ ὁδηγὸς ὁ Κύριος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα γίνεται, λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα, καὶ δι' ἐμοῦ δεῖ πάντας εἰσελθεῖν. Ὅθεν καὶ πρωτότοκος λέγεται πάλιν ἐκ τῶν νεκρῶν, οὐχ ὅτι πρῶτος ἡμῶν ἀπέθανε· προετεθνήκειμεν γὰρ ἡμεῖς· ἀλλ' ὅτι τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, καὶ τοῦτον καταργήσας, ἀνέστη πρῶτος, ὡς ἄνθρω πος, ὑπὲρ ἡμῶν ἀναστήσας τὸ ἑαυτοῦ σῶμα. Λοιπὸν γὰρ ἀναστάντος ἐκείνου, καθεξῆς καὶ ἡμεῖς ἀπ' ἐκείνου καὶ δι' ἐκεῖνον ἐκ τῶν νεκρῶν ἐγειρόμεθα. Εἰ δὲ καὶ πρωτότοκος τῆς κτίσεως λέ γεται, ἀλλ' οὐχ ὡς ἐξισούμενος τοῖς κτίσμασι, καὶ πρῶτος αὐτῶν κατὰ χρόνον, πρωτότοκος λέγεται· (πῶς γὰρ, ὅπου γε Μονογενής ἐστιν αὐτός;) ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν τοῦ Λόγου, καθ' ἢν καὶ πολλῶν γέγονεν ἀδελφός. Ὁ γάρ τοι μο νογενὴς, οὐκ ὄντων ἄλλων ἀδελφῶν, μονογενής ἐστιν· ὁ δὲ πρωτότοκος διὰ τοὺς ἄλλους ἀδελφοὺς πρω τότοκος λέγεται. ∆ιὰ τοῦτο γοῦν οὐδαμοῦ τῶν Γρα φῶν εἴρηται, πρωτότοκος τοῦ Θεοῦ, οὐδὲ, κτίσμα τοῦ Θεοῦ· ἀλλὰ τὸ, Μονογενὴς, καὶ τὸ, Υἱὸς, καὶ, ὁ Λόγος, καὶ, ἡ Σοφία, εἰς τὸν Πατέρα τὴν ἀναφο ρὰν ἔχει καὶ τὴν ἰδιότητα· Ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πα τρός· καὶ, Ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν Μονογενῆ· καὶ, Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος 26.280 σου διαμένει· καὶ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· καὶ, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ, Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος. Τὸ δὲ, πρωτότοκος, εἰς τὴν κτίσιν ἔχει τὴν συγκατάβασιν· αὐτῆς γὰρ καὶ πρωτότοκος ἐλέχθη. Καὶ τὸ, ἔκτισε, δὲ εἰς τὰ ἔργα τὴν χάριν ἔχει· εἰς αὐτὰ γὰρ καὶ κτίζεται. Εἰ μὲν οὖν Μονογενής ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ἑρμηνευέσθω τὸ, πρωτότοκος· εἰ δὲ πρωτότοκός ἐστι, μὴ ἔστω Μονογενής. Οὐ δύναται γὰρ ὁ αὐτὸς Μονογενής τε καὶ πρωτότοκος εἶναι, εἰ μὴ ἄρα πρὸς ἄλλο καὶ ἄλλο· ἵνα Μονογενὴς μὲν διὰ τὴν ἐκ Πα τρὸς γέννησιν, ὥσπερ εἴρηται, πρωτότοκος δὲ διὰ τὴν εἰς τὴν κτίσιν συγκατάβασιν, καὶ τὴν τῶν πολ λῶν ἀδελφοποίησιν. Ἀμέλει, τῶν δύο τούτων ῥητῶν ἀντικειμένων ἀλλήλοις, κρατεῖν ἄν τις εἴποι δικαίως ἐπὶ τοῦ Λόγου τὸ τοῦ Μονογενοῦς μᾶλλον ἰδίωμα, διὰ τὸ μὴ εἶναι ἕτερον Λόγον, ἢ ἄλλην σο φίαν, ἀλλὰ τοῦτον μόνον ἀληθινὸν Υἱὸν εἶναι τοῦ Πα τρός. Καὶ γὰρ, ὥσπερ ἔμπροσθεν εἴρηται, οὐ μετά τινος συμπεπλεγμένης αἰτίας, ἀλλὰ ἀπολελυμένως μὲν εἴρηται ἐπ' αὐτοῦ τὸ, Ὁ Μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός· τὸ δὲ, πρωτότο κος, συμπεπλεγμένην ἔχει πάλιν τὴν τῆς κτίσεως αἰτίαν, ἢν ἐπήγαγεν ὁ Παῦλος λέγων· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Εἰ δὲ πάντα τὰ κτίσματα ἐν αὐτῷ ἐκτίσθη, ἄλλος ἐστὶ τῶν κτισμάτων, καὶ κτίσμα μὲν οὐκ ἔστι, κτίστης δὲ τῶν κτισμάτων. Οὐ διὰ τὸ ἐκ Πατρὸς ἄρα πρωτότοκος ἐκλήθη, ἀλλὰ διὰ τὸ ἐν αὐτῷ γεγενῆσθαι τὴν κτίσιν. Καὶ ὥσπερ πρὸ τῆς κτίσεως ἦν αὐτὸς ὁ Υἱὸς, δι' οὗ γέ γονεν ἡ κτίσις· οὕτω καὶ πρὸ τοῦ κληθῆναι πρωτότοκος πάσης τῆς κτίσεως, ἦν οὐδὲν ἧττον αὐ τὸς ὁ Λόγος πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἀλλὰ καὶ τοῦτο μὴ νοήσαντες οἱ δυσσεβεῖς, περιέρ χονται λέγοντες· Εἰ πρωτότοκός ἐστι πάσης κτίσεως, δῆλον ὅτι καὶ αὐτὸς εἷς ἐστι τῆς κτίσεως. Ἄφρονες! εἰ ὅλως πάσης τῆς κτίσεως πρωτότοκός ἐστιν, ἄρα πάσης τῆς κτίσεως ἄλλος ἐστίν. Οὐ γὰρ εἴρηκε, πρω τότοκός ἐστι τῶν ἄλλων κτισμάτων, ἵνα μὴ ὡς εἷς τῶν κτισμάτων εἶναι νομισθῇ ἀλλὰ πάσης τῆς κτίσεως γέγραπται, ἵνα ἄλλος τῆς κτίσεως εἶναι δειχθῇ. Ὁ γοῦν Ῥουβὴν οὐκ εἴρηται πρωτότοκος πάντων τῶν τέ κνων τοῦ Ἰακὼβ, ἀλλ' αὐτοῦ τοῦ Ἰακὼβ καὶ τῶν ἀδελ 26.281 φῶν, ἵνα μὴ ἄλλος
75