77
δέον ἐπὶ τὸν ἀκοίμητον ἀεὶ καταφεύγειν ὀφθαλμὸν, καὶ πρὸς τὴν ἐκείνου ψῆφον βλέποντας, πάντα ποιεῖν καὶ λέγειν; Οὗτοι μὲν γὰρ κἂν ἐπαινέσωσι, οὐδὲν ἡμᾶς ὠφελῆσαι 61.108 δυνήσονται· ἐκεῖνος δὲ ἂν ἀποδέξηται τὰ γινόμενα, καὶ ἐνταῦθα ποιήσει λαμπροὺς, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν μεταδώσει τῶν ἀποῤῥήτων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΓʹ.
Ἡμεῖς μωροὶ διὰ Χριστὸν (ἀναγκαῖον γὰρ ἐντεῦ θεν πάλιν τὸν λόγον
ἀναλαβεῖν), ὑμεῖς δὲ φρό νιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. αʹ. Πολλῆς βαρύτητος τὸν λόγον ἐμπλήσας, ὃ πάσης κατηγορίας μείζονα εἶχε πληγὴν, τοῦτο ἐνταῦθα μεταχειρίζει μετὰ τῆς πρεπούσης αὐτῷ ἀξίας, καὶ εἰπὼν, ὅτι Χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὅτι Ἡμᾶς ὁ Θεὸς ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, διὰ τῶν ἑξῆς δείκνυσι, πῶς ἐπιθανάτιοι, λέγων· Ἡμεῖς μωροὶ καὶ ἀσθενεῖς καὶ ἄτιμοι, καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· ἅπερ ἦν δείγματα διδασκάλων καὶ ἀποστόλων γνησίων. Ἀλλ' ἐκεῖνοι ἐπὶ τοῖς ἐναντίοις μέγα ἐφρόνουν, ἐπὶ σοφίᾳ, ἐπὶ δόξῃ, ἐπὶ πλούτῳ, ἐπὶ τῷ τιμᾶσθαι. Βουλόμενος οὖν αὐτῶν καθελεῖν τὸν τῦφον, καὶ δεῖξαι ὅτι ἐπὶ τούτοις οὐ μόνον οὐ καλλωπίζεσθαι, ἀλλὰ καὶ αἰσχύνεσθαι δεῖ, πρῶτον μὲν αὐτοὺς κωμῳδεῖ λέγων· Χωρὶς ἡμῶν ἐβασιλεύσατε. Ἐγὼ μὲν γὰρ λέγω, φησὶν, ὅτι ὁ παρὼν καιρὸς οὐ τιμῆς οὐδὲ δόξης ἐστὶν, ὧν ὑμεῖς ἀπολαύετε, ἀλλὰ τοῦ διώκεσθαι καὶ ὑβρίζεσθαι, ἅπερ ἡμεῖς πάσχομεν. Εἰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν ἀμοιβῶν ὁ καιρὸς οὗτος, ὡς ὁρῶ (τοῦτο δὲ εἰρωνευόμενος λέγει), ὑμεῖς μὲν οἱ μαθηταὶ καὶ ἐβασιλεύσατε λοιπόν· ἡμεῖς δὲ οἱ διδάσκαλοι καὶ ἀπόστολοι, καὶ πρὸ πάντων ὀφείλοντες λαβεῖν τὸν μισθὸν, οὐ μόνον ὑμῶν ἔσχατοι γεγόναμεν, ἀλλὰ καὶ ὡς ἐπιθανάτιοι, τουτέστι, κατάδικοι, διόλου ἐν ἀτιμίαις καὶ κινδύνοις καὶ λιμῷ διάγομεν, ὑβριζόμενοί τε ὡς μωροὶ καὶ ἐλαυνόμενοι καὶ τὰ ἀνήκεστα ὑπομένοντες. Ταῦτα δὲ ἔλεγεν, ἵνα καὶ αὐτοὺς ἐκ τούτων ποιήσῃ συνιδεῖν, ὅτι τὰ τῶν ἀποστόλων ὀφείλουσι ζηλοῦν, τοὺς κινδύνους καὶ τὰς ὕβρεις, οὐ τὰς τιμὰς καὶ τὰς δόξας· οὐ γὰρ ἐκεῖνα, ἀλλὰ ταῦτα ἀπαιτεῖ τὸ κήρυγμα. Ἀλλ' οὕτω μὲν ἐξ εὐθείας οὐ λέγει, ὥστε μὴ φορτικὸς αὐτοῖς φανῆναι· ὡς δὲ αὐτῷ πρέπον ἦν, οὕτω μεταχειρίζει τὴν ἐπίπληξιν ταύτην. Εἰ γὰρ ἐξ εὐθείας εἰσήγαγε τὸν λόγον, οὕτως ἂν εἶπε· Πλανᾶσθε καὶ ἀπατᾶσθε, καὶ πολὺ τῆς ἀποστολικῆς νουθεσίας ἀφεστήκατε· τὸν γὰρ ἀπόστολον καὶ διάκονον τοῦ Χριστοῦ, μωρὸν εἶναι δοκεῖν χρὴ, καὶ ἐν θλίψει καὶ ἐν ἀδοξίᾳ διάγειν, ὅπερ ἐσμὲν ἡμεῖς· ὑμεῖς δὲ ἐν τοῖς ἐναντίοις. Ἀλλ' οὕτως ἂν μᾶλλον καὶ προσέστη τὰ λεγόμενα αὐτοῖς, ὡς ἐγκώμια τῶν ἀποστόλων ἔχοντα, καὶ ἐκείνους ἂν θρασυτέρους εἰργάσατο, ὡς διαβαλλομένους ἐπὶ ῥᾳθυμίᾳ καὶ κενοδοξίᾳ καὶ τῷ τρυφᾷν. ∆ιὰ τοῦτο τοῦτον μὲν τὸν τρόπον οὐ μεθοδεύει τὰ εἰρημένα, ἑτέρως δὲ, πληκτικώτερον μὲν, ἀνεπαχθέστερον δέ. ∆ιὸ καὶ οὕτω προάγει τὸν 61.108 λόγον κατ' εἰρωνείαν, λέγων· Ὑμεῖς δὲ ἰσχυροὶ καὶ ἔνδοξοι. Ὡς εἰ μὴ τῇ εἰρωνείᾳ ἐκέχρητο, οὕτως ἂν εἶπεν· Οὐ δυνατὸν τὸν μὲν μωρὸν νομίζεσθαι, τὸν δὲ φρόνιμον, καὶ τὸν μὲν ἰσχυρὸν, τὸν δὲ ἀσθενῆ, τοῦ κηρύγματος μὴ ἀπαιτοῦντος θάτερα. Εἰ μὲν γὰρ ἐξῆν τοὺς μὲν τοῦτο εἶναι, τοὺς δὲ ἐκεῖνο, ἴσως εἶχέ τινα λόγον τὰ παρ' ὑμῶν λεγόμενα· νυνὶ δὲ οὐκ ἔνι, οὐ φρόνιμον εἶναι δοκεῖν, οὐκ ἔνδοξον, οὐκ ἀπηλλάχθαι κινδύνων. Εἰ δὲ μὴ, ἀνάγκη ὑμᾶς ἡμῶν προτετιμῆσθαι παρὰ τῷ Θεῷ, ὑμᾶς τοὺς μαθητὰς τῶν διδασκάλων καὶ μυρία παθόντων. Εἰ δὲ οὐδὲ τοῦτό τις ἂν εἴποι, λείπεται τὰ ἡμέτερα ὑμᾶς διώκειν. Καὶ μὴ μέ τις, φησὶν, οἰέσθω τὰ