ἐλήλυθεν, οὐδὲ καρποὺς δρεψόμενος ψυχικοὺς παραγέγονεν, ἀλλ' ἢ διὰ τοῦτον ὃν ὁρᾷς ἡδέως ἀναγινώσκοντα· ὥσπερ γάρ τις εἰς λειμῶνα παραγενόμενος πάμφορον καὶ πολλὰ καὶ ποικίλα τὰ ἐκεῖ θεασάμενος τέρπεται μὲν τὴν ψυχήν, σκιρτᾷ δὲ πολλάκις καὶ δρέπεται τούτων ἄττα, οὕτω δὴ καὶ ἡμεῖς ὡς ἐπί τινα παράδεισον λογικὸν τουτονὶ τὸν ἄνδρα παραγιγνόμενοι, οἱ μὲν αὐτοῦ τὴν ἐξήγησιν, οἱ δὲ τὴν καθ' ὑπόκρισιν μέθοδον, οἱ δὲ τῆς φωνῆς τὴν ὑποστολὴν καὶ ἄλλος τὸ παρὰ δόκησιν καί τις τὴν αὐτομάτησιν, ὁ μὲν τὸ καινόν, ὁ δὲ τὸ ἀσύνηθες, ὁ δὲ τὸ ἦθος καὶ τὴν μεταλλαγὴν τοῦ λόγου ὥσπερ πλοῦτον ἄσυλον λαβὼν ἐπανέρχεται. ὥσπερ γὰρ ἡ μετὰ τὴν φυσικὴν ἐπιστήμη (λέγω δὴ τὴν πρώτην καὶ θεολογικήν) οἷά τις ἡγεμὼν τῶν κατὰ μέρος μεθόδων καὶ ἐπιστημῶν πέφυκε καὶ διανέμει καταλλήλως ἑκάστῃ τὰ προσήκοντα ἀξιώματα (φυσικῇ μὲν τὸ μηδὲν τῶν γινομένων ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι, ἰατρικῇ δὲ τὸ τῶν ἐναντίων τὰ ἐναντία εἶναι ἰάματα, διαλεκτικῇ δὲ τὸ μὴ δυνατὸν εἶναι τὸ αὐτὸ ἅμα φάναι τε καὶ ἀποφάναι, καὶ ἀριθμητικῇ ἄλλο καὶ γεωμετρίᾳ ἕτερον), δίδωσι δέ ποτε καὶ πάσαις ὁμοῦ κοινὸν ἀξίωμα ἕν, οἷον ὅτι τὸ ἀγαθὸν πᾶσίν ἐστιν ἐφετόν (τούτῳ γὰρ καὶ ὁ γεωμέτρης καὶ ὁ ἀριθμητικὸς καὶ πᾶς ὁστισοῦν τῶν ἁπάντων ἡντιναοῦν ἐξακριβούμενος τῶν ἐπιστημῶν ὡς ἰδίῳ χρήσαιτο ἀξιώματι), οὕτω δὴ καὶ ὁ μονάζων οὗτος ἀνήρ (εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν ἐπιθέτων σημᾶναι τὸν ἄνδρα, ὁ Ἀγγουριώτης οὕτω λεγόμενος) πᾶσι τοῖς ἐνταῦθα καὶ ἑτέρως διαγινώσκουσιν αὐτὸς καὶ τὰς αἰτίας καὶ τοὺς ῥυθμοὺς τῶν λόγων καὶ τὰς ἐπαναφορὰς τῶν τρόπων καὶ τοὺς κατ' ἀναλο γίαν ἐκλογισμοὺς καὶ τἆλλα δίδωσι σύμπαντα· φεύγω γὰρ τὸν ὁρμαθὸν τῶν τούτου καλῶν, ἵνα μὴ ὥσπερ ποταμίοις ῥεύμασιν ὑπὸ τούτων κατακλυσθῶ. καὶ καθάπερ τὸ εἶδος συμπληρωτικὸν τῆς ἑκάστου οὐσίας ἐστὶ καὶ τούτου φθαρέντος φθείρεται τὸ ὑποκείμενον, τὸν αὐτὸν λόγον καὶ οὓς ὁρᾷς τούτου μὴ καθηγουμένου τούτοις πρὸς τὸ προκείμενον διολώλασι ξύμπαντες.» Πλάτων μὲν οὖν τὴν διαιρετικὴν μέθοδον ἐξυμνεῖ τὴν κατ' ἀντίφασιν γινομένην καὶ οὐδέν, φησί, τῶν ὄντων καυχήσεται ἐνταῦθα ἐκφυγεῖν αὐτήν. οὐχὶ καὶ τοῦτο διαίρεσις πέφυκεν, ἥ γε καλλίστη τῶν ἄλλων καὶ πρέπουσα, τὸ τὰ μέρη τοῦ λόγου διαχωρίζειν καὶ συνάπτειν πάλιν δεόντως, καὶ τοῦ μὲν δεικνύειν τὸ θράσος, τοῦ δὲ τὴν εὐτολμοτάτην ἀπόκρισιν, καὶ πῇ μὲν τὸ ὑφειμένον, πῇ δὲ τὸ μὴ τοιοῦτον προστίθεσθαι; οὐδὲ τοῦτο φεύξεταί τί ποτε τῶν τοιούτων ἀλογοθέτητον· ἀλλὰ νῦν μὲν τὴν ὕλην τῆς θυμοειδοῦς ἐνεργείας ἀνακινήσει, ἣν δὴ καὶ ζέσιν τοῦ περικαρδίου λέγουσιν αἵματος, καὶ ἀπελέγξει τοὺς τυραννεύσαντας καὶ καταργήσει τὴν ἐκείνων ἰσχὺν καὶ τὴν δύναμιν ἀφανίσει καὶ παραστήσει τὸ ἀσθενὲς καὶ γνωρίσει τὸ ἀναιδὲς καὶ τὴν ἧτταν ἀναδιδάξει καὶ τῶν πιστῶν κατευφρανεῖ τὰς ψυχάς, νῦν δὲ τὰς θανατηφόρους ψήφους ἐνέγκοι καὶ τὸν νενομισμένον τόπον δηλώσει καὶ τὴν τελείωσιν διαγράψει. αὖθίς τε πρὸς τὸ ὄρος τὸν ἀσκούμενον ἐπανάξει καὶ εἰσοικίσει τοῦτον καὶ θρέψει σχεδίως καὶ τὴν πενιχρὰν παραθήσεται τράπεζαν καὶ τὴν τελευταίαν ᾠδὴν μετὰ ταῦτα τέλος ποιήσεται, τάς τε περὶ τοὺς ψόφους ὀξύτητας καὶ βαρύτητας εὐκαίρως ἐπαποδώσει καὶ τὰ ἰσότονα καὶ μὴ ἰσότονα ὑποδείξει καὶ τὰ τῆς ἁρμονίας μέρη διασημανεῖ καὶ τὰ συστήματα καὶ τὰ γένη παραδηλώσει καὶ τὰ διαστήματα τοῖς σχήμασι παραστήσεται. ὥσπερ γὰρ εἴ τις τῶν ἀρχῶν τοῦ λόγου τὰ μὲν εἶναι λέγοι στοιχεῖα, τὰ δὲ συλλαβάς, τὰ δὲ λέξεις, τὰ δὲ ὀνόματα, τὰ δὲ ῥήματα, καὶ ὁ φυσικὸς τῶν ἀρχῶν τῶν ἀσυνθέτων σωμάτων τὸ μὲν εἶναι ὕλην, τὸ δὲ εἶδος, τὸ δὲ ἄποιον σῶμα, τὰ δὲ τέσσερα στοιχεῖα, τοῦτον δὴ τὸν τρόπον καὶ οὗτος τὸ μὲν ὡς ἐξήγησιν λέγει, τὸ δὲ ὡς παραποίησιν, καὶ τὸ μὲν ποιεῖ θράσος, τὸ δὲ δείκνυσι μετριότητα, τὸ εὔτολμον, τὴν πραότητα, τὴν ἐπιείκειαν, τὴν ἀπαγόρευσιν, τὴν προσαγόρευσιν, ἰδίᾳ ἕκαστον ἀπομερίζων καὶ διαιρῶν τἆλλα, ἵνα μὴ λέγω καθ' ἕκαστον.