παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος ἐκφέρεται, οἷον λείπω λέλοιπα ἔλιπον, πήθω <πέπονθα> ἔπαθον, κείρω κέκορα ἔκαρον, φθείρω ἔφθορα ἔφθαρον, σπείρω ἔσπορα ἔσπαρον, πλέκω πέπλοκα ἔπλακον (ἐξ οὗ καὶ τὸ ἐπλάκην)· εἰ δὲ ὁ ἐνεστὼς διὰ δύο συμφώνων ἐκφέρεται, δι' οὗ τὸ ῥηματικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου 132 καὶ ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος ἐκφέρεται, οἷον σκάπτω σκαφή καὶ ἀποσκαφή (τὸ ἀποσκάψαι) ἔσκαφα καὶ ἔσκαφον (ἐξ οὗ τὸ ἐσκάφην), ῥάπτω ῥαφή ἔρραφα καὶ ἔρραφον (ἐξ οὗ τὸ ἐρρά φην), τύπτω τύπος τέτυπα καὶ ἔτυπον, βλάπτω βλάβη βέβλαβα καὶ ἔβλαβον (ἐξ οὗ τὸ ἐβλάβην), κόπτω κοπή κέκοπα καὶ ἔκοπον (ἐξ οὗ τὸ ἐκόπην). Εἰ δὲ διὰ τοῦ ˉζ ἢ διὰ δύο ˉςˉσ ἐκφέρεται ὁ ἐνεστώς, τότε ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος ἀκολουθήσει τῷ μέλ λοντι· καὶ εἰ μὲν ὁ μέλλων διὰ τοῦ ˉξ ἐστίν, ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος διὰ τοῦ ˉγ ἐκφέρεται, οἷον νύσσω νύξω νένυγα καὶ ἔνυγον (ἐξ οὗ τὸ ἐνύγην), πλήσσω πλήξω πέπληγα καὶ ἔπλαγον (ἐξ οὗ τὸ ἐπλάγην καὶ κατεπλάγην), πήσσω πήξω πέπηγα καὶ ἔπαγον (ἐξ οὗ τὸ ἐπάγην), σφάζω σφάξω ἔσφαγα καὶ ἔσφαγον (ἐξ οὗ τὸ ἐσφάγην), κράζω κράξω κέκραγα καὶ ἔκραγον (ἐξ οὗ τὸ ἐκράγην)· εἰ δὲ ὁ μέλλων διὰ τοῦ ˉς <ἐστίν>, ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος διὰ τοῦ ˉδ ἐκφέρεται, οἷον χάζω χάσω κέχαδα <καὶ> ἔχαδον, φράζω φράσω πέφραδα καὶ ἔφραδον. Εἰ δὲ ὁ ἐνεστὼς διὰ δύο ἀμεταβόλων ἐκφέρε ται, διὰ τοῦ πρώτου ἀμεταβόλου καὶ ὁ μέσος παρακείμενος καὶ ὁ δεύ τερος ἀόριστος ἐκφέρεται, οἷον κάμνω κέκαμα καὶ ἔκαμον, τέμνω τέτομα καὶ ἔταμον, δάμνω (σημαίνει δὲ τὸ δαμάζω) δέδαμα καὶ ἔδαμον (ἐξ οὗ τὸ ἐδάμην)· ἐκ τούτου πιθανεύονταί τινες λέγοντες, ὅτι τοῦ τίλλω καὶ πάλλω καὶ τῶν ὁμοίων τὸ δεύτερον ἀμετάβολον ἀπεβλήθη ἐν τῷ τέτιλα καὶ ἔτιλον καὶ πέπαλα καὶ ἔπαλον μέσῳ παρακειμένῳ καὶ δευτέρῳ ἀορίστῳ, οἳ καὶ ἀνατρέπονται, ὥς που εἰρήκαμεν ἐν τῷ μέσῳ παρακειμένῳ. Εἰ δὲ ὁ ἐνεστὼς διὰ καθαροῦ τοῦ ˉω ἐκφέρεται, καὶ ὁ μέσος παρακείμενος διὰ καθαροῦ τοῦ ˉα ἐκφέρεται καὶ ὁ δεύτερος ἀόρι στος διὰ καθαροῦ τοῦ ˉοˉν, οἷον κίω (σημαίνει δὲ τὸ πορεύομαι) κέκια καὶ ἔκιον, ὡς παρὰ τῷ ποιητῇ <Μ 138> ἔκιον μεγάλῳ ἀλαλητῷ, δίω δέδια καὶ ἔδιον, καίω κέκηα καὶ ἔκαον (ἐξ οὗ τὸ ἐκάην), πίω πέπια καὶ ἔπιον, εἴω (τὸ πορεύομαι) καὶ ὁ μέσος παρακείμενος εἶα, καὶ κατ' ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη καὶ κατὰ διάστασιν τοῦ ˉι ἤϊα, οἷον <δ 433> ἤϊα πολλὰ θεοὺς γουνούμενος, καὶ λοιπὸν ὁ δεύτερος ἀόριστος ἴον διὰ τοῦ ˉι <τῷ> λόγῳ τῆς παραληγούσης, ὥσπερ εἴδω ἴδον, οἷον <ψ 40> οὐκ ἴδον, οὐ πυθόμην· ὅτι γὰρ δευτέρου ἀορίστου 133ἐστὶ τὸ ἔπιον καὶ ἔκιον καὶ ἴον, δηλοῦσιν αἱ μετοχαὶ αὐτῶν ὀξυ νόμεναι, οἷον πιών κιών ἰών, ἐξ οὗ τὸ συνιών καὶ ἀπιών καὶ παριών καὶ ἐπιών καὶ προσιών· αἱ γὰρ εἰς ˉωˉν ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσίν, οἷον ἔλαβον λαβών, ἔφαγον φαγών, ἔδραμον δραμών, ἔλιπον λιπών, ἔδακον δακών, ἔπαθον παθών, ἔτυχον τυχών, ἔτυπον τυπών. Ταῦτα μὲν ἐν τούτοις.
Περὶ δὲ τῆς ποσότητος τῶν συλλαβῶν ἔστιν εἰπεῖν, ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ τῷ πρώτῳ ἀορίστῳ ὁ δεύτερος ἀόρι στος, οἷον τύπτω ἔτυψα ἔτυπον, ῥάπτω ἔρραψα ἔρραφον, νύσσω ἔνυξα ἔνυγον, γράφω ἔγραψα ἔγραφον (ἐξ οὗ τὸ ἐγράφην)· ἀπὸ δὲ περι σπωμένων θεμάτων μιᾷ αὐτοῦ ἐνδεῖ ὁ δεύτερος ἀόριστος, οἷον δουπῶ ἐδούπησα ἔδουπον, μυκῶ ἐμύκησα ἔμυκον, χραισμῶ ἐχραίσμησα ἔχραισμον, ὀλισθῶ ὠλίσθησα ὤλισθον, καὶ τοῦτο εἰκότως· ὅτε γὰρ ὁ μέλλων περιττο συλλαβεῖ τοῦ ἐνεστῶτος, τότε καὶ ὁ πρῶτος ἀόριστος ἐκ τοῦ μέλλοντος κανονιζόμενος <περιττοσυλλαβεῖ> τοῦ δευτέρου ἀορίστου τοῦ ἐκ τοῦ ἐνε στῶτος κανονιζομένου, <οἷον> χραισμῶ χραισμήσω ἐχραίσμησα ἔχραισμον, ὀλισθῶ ὀλισθήσω ὠλίσθησα ὤλισθον, κτυπῶ κτυπήσω ἐκτύπησα ἔκτυπον, δουπῶ δουπήσω ἐδούπησα ἔδουπον· ὅτε δὲ ὁ μέλλων ἰσοσυλλαβεῖ τῷ ἐνεστῶτι, τότε καὶ ὁ πρῶτος ἀόριστος ἐκ τοῦ μέλλοντος κανονιζόμενος ἰσοσυλλαβεῖ τῷ δευτέρῳ ἀορίστῳ τῷ ἐκ τοῦ ἐνεστῶτος κανονιζομένῳ, οἷον τύπτω τύψω ἔτυψα ἔτυπον, γράφω γράψω