80
παρῄνεσεν, ἑαυτὸν ὑπόδειγμα παρασχὼν τοῖς ἐξ ἁμαρτιῶν ἐπιστρέφουσιν· οὕτω καὶ τοῖς δικαίοις τὰ οἰκεῖα καὶ αὐτοῖς ἁρμόδια εὐαγγελίζεται διὰ τῶν προκειμένων, παραινῶν αὐτοῖς ἐπὶ μηδενὶ μὲν τῶν κοσμικῶν εὐφραίνεσθαι, ἐπὶ δὲ τὸν Κύριον μέγα φρονεῖν, καὶ ἐπ' αὐτῷ μόνῳ εὐφραίνεσθαι, χαίρειν τε καὶ ἀγαλλιᾷν ἐπὶ τῷ τοσούτῳ ἀγαθῷ. Ἀλλὰ καὶ ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω, κατὰ τὸν Ἀπόστολον. Εἰκότως οὖν καὶ ἐνταῦθα τὸ συμπέρασμα τοῦ παντὸς λόγου ἐπισφραγίζεται λέγων· Καὶ καυχᾶσθε ἐν αὐτῷ, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ· μὴ γὰρ ἐφ' ἑαυτοῖς μέγα φρονεῖν, ἀλλ' ἐπ' αὐτῷ τῷ πάσης ὑμῖν ἀρετῆς αἰτίῳ γενομένῳ Κυρίῳ. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΛΒʹ. Κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἀνεπίγραφός ἐστιν ὁ ψαλμός· πολλὴν δὲ σώζει ἀκολουθίαν πρὸς τὸν πρὸ αὐτοῦ. Προειπὼν γὰρ κατὰ τὸ τέλος ἐκείνου· Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, μονονουχὶ αὐτῆς ἤρξατο τῆς λέξεως τοῦ προκειμένου, φήσας· Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. Καί μοι δοκεῖ προφητικῶς τὰ λεγόμενα διὰ τῶν προκειμένων εἰς πρόσωπον ἀναπέμπεσθαι τῶν ἐν τῷ πρὸ τούτου ψαλμῷ δηλωθέντων, κατὰ τὸ, Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Ὡς γὰρ πρὸς ἐκείνους τοὺς τετυχηκότας τῆς ἀφέσεως τῶν ἁμαρτημάτων διὰ τῆς σωτηρίου χάριτος ἀναφωνεῖται τὸ, Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. Μὴ γὰρ ἐφ' ἑαυτοῖς ἢ ἐπί τι τῶν κοσμικῶν, ἀλλ' ἐπὶ τῷ Κυρίῳ πεποιθότες, καὶ ἐπ' αὐτῷ σεμνυνόμενοι καὶ ἐν αὐτῷ καυχώμενοι, ἀγαλλιᾶσθε ὑμεῖς οἱ μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Πρέπει γὰρ, φησὶ, πᾶσιν τοῖς εὐθέσιν ἡ εἰς τὸν Θεὸν αἴνεσις. Κατὰ δὲ τὸν 23.281 Ἀκύλαν, Τοῖς εὐθέσιν ὡραιοῦται ὕμνησις. Ἐπεὶ γὰρ οὐχ ὡραῖος ὕμνος ἐν στόματι ἁμαρτωλοῦ, εἰκότως τοῖς καθαρὰς διανοίας καὶ καθαρὰ χείλη κεκτημένοις εὐπρέπει ἡ τοῦ Θεοῦ αἴνεσις. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. Κατὰ πρώτην τοῦ νόμου παράδοσιν γεγραμμένα. Καὶ ὁ τὰς ἔσω δὲ καὶ τὰς ἔξω αἰσθήσεις καθαρὰς καὶ ἀμέμπτους φυλάττων ἐν δεκαχόρδῳ ψαλτηρίῳ ψάλλει τῷ Θεῷ. Ἄσατε αὐτῷ ᾆσμα καινόν. Τὸ μὲν παλαιὸν ᾆσμα διὰ παλαιᾶς κιθάρας καὶ παλαιοῦ ψαλτηρίου, τῶν ἀψύχων ὀργάνων, ὥσπερ διὰ συμβόλων καὶ εἰκόνων ἐσπουδάζετο τῷ προτέρῳ λαῷ· τὸ δὲ καινὸν ᾆσμα μεγαλοφυέστερον καὶ θεοπρεπέστερον διὰ κιθάρας ζώσης, καὶ διὰ τοῦ ἀποδοθέντος δεκαχόρδου ψαλτηρίου ἀναπέμπεται τῷ Θεῷ. Καλῶς ψάλατε ἐν ἀλαλαγμῷ. Οὗτος ὁ ἀλαλαγμός ἐστι μυστικός· διὸ εἴρηταί που· Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Ἀλλὰ καὶ ἀντὶ βοῶν καὶ μόσχων, καὶ τῶν δι' αἵματος θυσιῶν, θυσίας ἀλαλαγμοῦ κατατεθυκέναι φησὶν ὁ εἰπών· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν· τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Τὰ μὲν τῆς τῶν ὄντων καταλήψεως διὰ πίστεως ἡμῖν χωρείτω, τὰ δὲ τοῦ πρακτικοῦ βίου διὰ ἐλεημοσύνης καὶ κρίσεως. Ταῦτα γὰρ ἀγαπᾷ ὁ εὐθὺς τοῦ Κυρίου λόγος· ἅτε κριτικοὺς ἡμᾶς κατασκευάσας καὶ διακριτικοὺς τοῦ τε καλοῦ καὶ τοῦ ἐναντίου. ∆ιὸ βούλεται ἡμᾶς μηδὲν ἀκρίτως πράττειν, μηδὲ ἀλόγως φέρεσθαι ταῖς ἐξ αὐτῶν ὁρμαῖς, κεκριμένως περὶ τῶν πρακτέων βουλεύεσθαι, καὶ πρός γε πάντων ἐλεημονικοὺς εἶναι, συγνωμονικοὺς δὲ πρὸς τοὺς ἁμαρτάνοντας γιγνομένους, συμπαθεῖς δὲ καὶ φιλανθρώπους πρὸς τοὺς ἐλέου δεομένους. Τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Τῷ οὖν Πατρὶ πᾶσα ἡ δύναμις ἡ ὑπερουράνιος