80
Χριστοῦ διδασκαλίαν ὡς αἵρεσιν ξένην καὶ ἀλλοτρίαν θεοῦ, παρήγγελόν τε δι' ἐπιστολῶν μὴ παραδέχεσθαι αὐτήν. τοῦτο δὴ οὖν αὐτὸ σημαίνειν ἔοικεν ἡ μετὰ χεῖρας προφητεία ἐν τῷ λέγειν· Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα. ἀνθ' οὗ ὁ Σύμμαχος ἀποστόλους εἶπε φήσας· ὁ ἀποστέλλων ἀποστόλους ἐν θαλάσσῃ, ὁ δὲ Ἀκύλας πρεσβευτὰς ἐξέδωκεν εἰπών· ὁ ἀποστέλλων ἐν θαλάσσῃ πρεσβευτάς. ὁρᾷς ὅπως ὁ λόγος τοὺς προλεχθέντας Ἰουδαίων ἄρχοντας ταλανίζει καὶ τὴν γῆν αὐτῶν, ἧς ἡ κακία καὶ μέχρις Αἰθιόπων ἔφθασε. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· οὐαὶ γῆ, ἧς ὁ ἦχος πτερωτός, ἡ πέραθεν ποταμῶν Αἰθιοπίας. δι' ὧν σημαίνει ὡς καὶ πέραν τῆς Αἰθιόπων χώρας καὶ τῶν ἐσχατιῶν τῆς γῆς ὁ τῆς πονηρίας ἦχος τῶν τὴν Ἰουδαίων γῆν οἰκούντων διά τινων ὥσπερ ἱπταμένων πλοίων προῆλθεν, οἵ τε ἀπόστολοι αὐτῶν ἐπιστολὰς βυβλίνας ἐπικομιζόμενοι ὑπεράνω τε τῶν ὑδάτων ναυτιλλόμενοι καὶ τὴν θάλασσαν ἐμπλέοντες ἁπανταχοῦ γῆς διέτρεχον τὸν περὶ τοῦ σωτῆρος ἡμῶν ἐνδιαβάλλοντες λόγον. ἀποστόλους δὲ εἰσέτι νῦν ἔθος ἐστὶν Ἰουδαίους ὀνομάζειν τοὺς ἐγκύκλια γράμματα παρὰ τῶν ἀρχόντων αὐτῶν ἐπικομιζομένους. ταῦτα μὲν οὖν περὶ τούτων ᾐνίξατο, ἑξῆς δὲ ἀντὶ τοῦ· πορεύσονται γὰρ ἄγγελοι κοῦφοι, εἰρήκασιν οἱ λοιποὶ πάντες ἑρμηνευταί· πορεύεσθε ἄγγελοι κοῦφοι, ὡς εἶναι ἀρχὴν προστάγματος. καί μοι δοκεῖ τουτὶ τὸ πρόσταγμα πρὸς τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν εἰρῆσθαι, οὓς διὰ τὸ πᾶσιν ἀνθρώποις ἀγαθῶν εὐαγγελιστὰς εἶναι ἀγγέλους κούφους ὠνόμασε πρὸς ἀντιδιαστολὴν ὧν ἐδήλωσεν Ἰουδαϊκῶν ἀποστόλων. φησὶν οὖν πρὸς αὐτούς· οἱ τῶν ἀγαθῶν ἄγγελοι, ὑμεῖς οἱ Χριστοῦ μαθηταί, πορεύεσθε, ὥσπερ οὖν αὐτὸς ὁ σωτὴρ διετάξατο πρὸς ὑμᾶς λέγων· «πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ», καί· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου». πορευόμενοι δέ φησι, κοῦφοι γένεσθε καὶ εὐσταλεῖς ὡς ἂν ῥᾳδίαν τὴν πορείαν ποιῆσθε, ὃ δὴ καὶ αὐτὸς πάλιν παρῄνει τοῖς αὐτοῖς λέγων· «μηδὲν ἄρητε κατὰ τὴν ὁδόν», καί· «μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας ἔχειν μήτε ὑποδήματα μήτε ῥάβδον». ὅθεν εὐθυβόλως ἀγγέλους κούφους αὐτοὺς εἶπε, κελεύει δὲ πορεύεσθαι πρὸς ἔθνος μετέωρον καὶ ξένον καὶ πρὸς λαὸν χαλεπόν· οὐ γὰρ πρὸς γνωρίμους οὐδὲ πρὸς οἰκείους τινὰς καὶ ἀδελφοὺς ἀπεστέλλοντο, ἀλλὰ πρός τινας ἀπεξενωμένους ἀγνώστους ἄνδρας καὶ ἀλλογενεῖς τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐν οἷς ἦσαν μετέωροι ἀληθῶς ἐπὶ μηδενὸς ἑδραίου ἑστῶτες, πλανώμενοι δὲ «καὶ περιφερόμενοι παντὶ ἀνέμῳ» τῆς πολυθέου πλάνης. οἱ δ' αὐτοὶ καὶ χαλεπὸν ἔθνος ἦσαν, ἐχθρῶς καὶ πολεμίως διακείμενοι πρὸς τὸν τῆς θεοσεβείας λόγον. ὅμως δ' οὖν πρὸς τούτους παρακελεύεται ἀπιέναι τοὺς ἀγγέλους τοὺς κούφους καὶ τούτοις κηρύττειν, διαβαίνειν δὲ καὶ ἐπὶ τὰ πέρατα τῆς γῆς. διὸ ἐπιλέγει· τίς αὐτοῦ ἐπέκεινα, ἢ κατὰ τὸν Σύμμαχον· μεθ' ὃν οὐκ ἔστιν ἐπέκεινα· τοῦτο δὲ τὸ ἀπεξενωμένον καὶ μετέωρον ἔθνος καὶ ἀνέλπιστον ἦν, ὡς λέγειν τὸν Ἀπόστολον· «ἦμέν ποτε ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ». καὶ αὐτὸς δὲ ὁ μετὰ χεῖρας προφήτης προϊὼν ἐν τοῖς ἑξῆς περὶ τῶν ἀνελπίστων θεσπίζει λέγων· «καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης»· πρὸς ἔθνος γοῦν ἀνέλπιστον ἀποστέλλονται καὶ πρὸς ἔθνος καταπεπατημένον ὑπὸ τοῦ διαβόλου καὶ πάσης τῆς δαιμονικῆς ἐνεργείας. Εἶτα θάρσος τοῖς αὐτοῖς ἐντίθησι λέγων· νῦν οἱ ποταμοὶ πάντες ὡς χώρα κατοικουμένη· κατοικηθήσεται ἡ χώρα αὐτῶν· νῦν γὰρ ἐπὶ τῇ ὑμετέρᾳ πορείᾳ οἱ ποταμοὶ τῆς γῆς κατοικηθήσονται καὶ πᾶσαι αἱ χῶραι αὐτῶν. αἰνίττεσθαι δὲ διὰ τούτων μοι δοκεῖ ποταμοὺς μὲν τὰ πλήθη τῶν τὸν θεὸν ἐπιγνωσομένων λαῶν, χώρας τε αὐτῶν τὰς ἐκκλησίας· ὡς γὰρ ἀνωτέρω «κύματι