81
τοῦτο οὐδὲ καθήψατο αὐτῶν. Βούλει καὶ τὰ νῶτα ἰδεῖν τοῖς λοιποῖς ἐοικότα μέλεσιν; Ἄκουσον τί φησι καὶ περὶ αὐτῶν· Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον ὑπὸ Ἰουδαίων, τρὶς ἐῤῥαπίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Ἀλλ' ἵνα μὴ καὶ ἡμεῖς εἰς βυθὸν ἄπειρον ἐμπεσόντες, πολλὰ περιενεχθῶμεν καθ' ἕκαστον αὐτοῦ τῶν μελῶν ἐπιόντες, δεῦρο ἀποστάντες τοῦ σώματος, ἕτερον κάλλος ἴδωμεν τὸ ἀπὸ τῶν ἱματίων, ὃ καὶ δαίμονες ᾐδέσθησαν· διὸ καὶ αὐτοὶ ἔφευγον, καὶ νοσήματα ἐδραπέτευε. Καὶ ὅπουπερ ἂν ἐφάνη Παῦλος, πάντα ὑπεχώρει καὶ ὑπεξίστατο, καθάπερ τοῦ τῆς οἰκουμένης ἀριστέως παραγενομένου. Καὶ ὥσπερ οἱ πολλὰς λαβόντες ἐν πολέμῳ πληγὰς, κἂν ὅπλον ἴδωσι τοῦ πλήξαντος αὐτοὺς, πεφρίκασιν· οὕτω δὴ καὶ οἱ δαίμονες, σημικίνθια μόνον ὁρῶντες, ἐξίσταντο. Ποῦ νῦν εἰσιν οἱ πλουτοῦντες, καὶ μέγα φρονοῦντες ἐπὶ χρήμασι; ποῦ οἱ τὰ ἀξιώματα ἑαυτῶν ἀριθμοῦντες, καὶ τὰ ἱμάτια τὰ πολυτελῆ; Πρὸς ταῦτα παραβάλλοντες ἑαυτοὺς, πηλὸν ὄψονται καὶ βόρβορον τὰ ἑαυτῶν ἅπαντα. Καὶ τί λέγω ἱμάτια καὶ χρυσία; Εἰ γάρ μοι τῆς οἰκουμένης ἔδωκέ τις κρατῆσαι πάσης, τὸν ὄνυχα μόνον Παύλου πάσης ἂν τῆς βασιλείας ἐκείνης ἰσχυρότερον εἶναι ἐνόμισα, πάσης τρυφῆς τὴν πενίαν, πάσης δόξης τὴν ἀδοξίαν, παντὸς πλούτου τὴν γύμνωσιν, πάσης ἀδείας τὸν κολαφισμὸν τῆς ἱερᾶς ἐκείνης κεφαλῆς, παντὸς διαδήματος τοὺς λίθους οὓς ἐδέξατο. Τοῦτον ποθήσωμεν τὸν στέφανον, ἀγαπητοί· καὶ εἰ μὴ διωγμός ἐστι, τέως παρασκευάσωμεν ἑαυτούς. Οὐδὲ γὰρ οὗτος ἀπὸ διωγμῶν μόνων ἦν λαμπρὸς ὁ ἀνήρ· καὶ γὰρ ἔλεγεν· Ὑποπιέζω μου τὸ σῶμα· τοῦτο δὲ καὶ χωρὶς διωγμοῦ δυνατὸν κατορθοῦν. Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι παρῄνει εἰς ἐπιθυμίας· καὶ πάλιν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Εἰς ταῦτα γὰρ διωγμῶν οὐ χρεία. Καὶ τοὺς εὐπόρους δὲ ἐσωφρόνιζε, λέγων· Οἱ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμόν. Ἐὰν οὖν καὶ ἡμεῖς οὕτως ἑαυτοὺς ἀσκήσωμεν, εἰς τὸν ἀγῶνα εἰσελθόντες στεφανωθησόμεθα, καὶ διωγμοῦ μὴ παρόντος, πολλὰ ὑπὲρ αὐτῶν ληψόμεθα τὰ βραβεῖα· ἐὰν δὲ λιπαίνωμεν τὸ σῶμα καὶ χοίρων βίον ζῶμεν, καὶ ἐν εἰρήνῃ πολλὰ ἁμαρτησόμεθα καὶ αἰσχύνην οἴσομεν. Οὐχ ὁρᾷς πρὸς τίνας ἡμῖν ἡ πάλη; Πρὸς τὰς ἀσωμάτους δυνάμεις. Πῶς οὖν, σάρκες ὄντες, τούτων περιεσόμεθα; Εἰ γὰρ πρὸς ἀνθρώπους τις παλαίων, δεῖται σωφρόνως ἑστιᾶσθαι, πολλῷ μᾶλλον πρὸς δαίμονας. Ὅταν δὲ μετὰ τῆς πολυσαρκίας καὶ τῷ πλούτῳ ὦμεν προσδεδεμένοι, πόθεν κρατήσομεν τῶν ἀντιπάλων; ∆εσμὸς γάρ ἐστιν ὁ πλοῦτος, δεσμὸς χαλεπὸς τοῖς οὐκ εἰδόσιν αὐτῷ χρῆσθαι, τύραννος ὠμὸς καὶ ἀπάνθρωπος, ἐπὶ λύμῃ τῶν δουλευόντων πάντα ἐπιτάττων. Ἀλλ', ἐὰν θέλωμεν, τὴν πικρὰν ταύτην τυραννίδα ἀπὸ τοῦ θρόνου καταστρέψομεν, καὶ ἡμῖν εἴκειν ποιήσομεν, ἀλλ' οὐκ ἐπιτάττειν. Πῶς οὖν τοῦτο ἔσται; Ὅταν εἰς πάντας τὸν πλοῦτον διανέμωμεν. Ἕως μὲν γὰρ ἂν μόνος ᾖ πρὸς μόνους καθάπερ λῃστής τις ἐν ἐρημίᾳ, πάντα ἐργάζεται τὰ κακά· ὅταν δὲ εἰς μέσον αὐτὸν ἀγάγωμεν, οὐκέτι ἡμῶν κρατήσει, πάντοθεν αὐτὸν πάντων δεσμούντων. 61.113 εʹ. Καὶ ταῦτα λέγω, οὐκ ἐπειδὴ ἁμαρτία τὰ χρήματα· τοῖς πτωχοῖς δὲ μὴ διανέμειν αὐτὰ, ἁμαρτία, καὶ κακῶς αὐτοῖς χρῆσθαι. Οὐδὲν γὰρ ὁ Θεὸς κακὸν ἐποίησεν, ἀλλὰ πάντα καλὰ λίαν· ὥστε καὶ τὰ χρήματα καλὰ, ἀλλ' ἐὰν μὴ κρατῇ τῶν κεκτημένων, ἐὰν τὰς πενίας τῶν πλησίον λύῃ. Οὐδὲ γὰρ φῶς ἐκεῖνο καλὸν τὸ μὴ ἀφανίζον σκότος, ἀλλὰ καὶ ἐπιτεῖνον, οὐδὲ πλοῦτον ἂν εἴποιμι τοῦτον τὸν οὐ λύοντα πενίαν, ἀλλ' αὔξοντα πενίαν. Ὁ γὰρ πλουτῶν οὐ ζητεῖ παρ' ἑτέρων λαμβάνειν, ἀλλ' ἑτέροις ἐπικουρεῖν· ὁ δὲ παρ' ἑτέρων ζητῶν λαβεῖν, οὐκέτι πλουτεῖ, ἀλλ' αὐτός ἐστιν ὁ πένης. Ὥστε οὐ τὰ χρήματα κακὸν, ἀλλ' ἡ πενιχρὰ διάνοια, ἡ τὸν πλοῦτον εἰς πενίαν ἄγουσα. Οὗτοι τῶν διὰ τῶν στενωπῶν ἐπαιτούντων ἀθλιώτεροι, τῶν πήρωσιν ἐχόντων καὶ λελωβημένων τὰ σώματα, τῶν ῥάκια περιβεβλημένων οἱ ἐν τοῖς σηρικοῖς καὶ λαμπροῖς ἱματίοις· οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς τῶν κατὰ τὰ ἄμφοδα βαδιζόντων καὶ εἰς τὰς αὐλὰς εἰσιόντων καὶ κάτωθεν βοώντων καὶ