ἀμφίον σωτηρίου. εἴ τις γὰρ ἐν τῇ ἑαυτοῦ μόνον ἵσταται δικαιοσύνῃ, μὴ ἐκδεχόμενος τὴν τοῦ θεοῦ δικαιοσύνηνἥτις ἐστὶν ὁ κύριος, «ὃς ἐγενήθη, φησί, δικαιοσύνη καὶ ἁγιασμὸς ἡμῖν καὶ ἀπολύτρωσις», ματαίως καὶ κενῶς κοπιᾷ. πᾶσα γὰρ οἴησις τῆς δικαιοσύνης αὐτοῦ «ὡς ῥάκος ἀποκαθημένης» φανεροῦται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, 12.1.5 ὥς φησιν Ἠσαίας ὁ προφήτης. αἰτησώμεθα οὖν καὶ δεηθῶμεν τοῦ θεοῦ ἐνδύσασθαι τὸ ἱμάτιον τοῦ σωτηρίου, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸ ἄρρητον φῶς· ὃν φορέσασαι αἱ ψυχαὶ οὐκέτι ἀπεκδυθήσονται εἰς τοὺς αἰῶνας, ἀλλὰ τῇ ἀναστάσει καὶ τὰ σώματα αὐτῶν δοξασθήσονται ὑπὸ τῆς δόξης τοῦ φωτός, ὃ περιβέβληνται ἀπὸ τοῦ νῦν αἱ πισταὶ καὶ εὐγενεῖς καὶ ἅγιαι ψυχαί, καθώς φησιν ὁ ἀπόστολος· «ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν». ∆όξα τῇ ἀρρήτῳ αὐτοῦ εὐσπλαγχνίᾳ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει. 12.2.1 Καὶ πάλιν ὥσπερ ἡ «γυνὴ» ἡ «αἱμορροοῦσα» πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένη τοῦ «κρασπέδου τοῦ ἱματίου» τοῦ κυρίου εὐθέως ἰάσεως ἔτυχε καὶ «ἐξηράνθη» «ἡ ῥύσις τοῦ αἵματος» τῆς ἀκαθάρτου πηγῆς, οὕτω πᾶσα ψυχὴ ἔχουσα τὸ ἀνίατον τραῦμα τῆς ἁμαρτίας, τὴν πηγὴν τῶν ἀκαθάρτων καὶ πονηρῶν λογισμῶν, ἐὰν προσέλθῃ τῷ κυρίῳ καὶ δεηθῇ πιστεύσασα ἐν ἀληθείᾳ, ἰάσεως σωτηρίου τυγχάνει ἐκ τῆς ἀνιάτου πηγῆς τῶν παθῶν, καὶ ξηραίνεται ἐκλείπουσα ἡ πηγὴ ἐκείνη ἡ τοὺς ἀκαθάρτους λογισμοὺς βρύουσα διὰ τῆς δυνάμεως Ἰησοῦ Χριστοῦ μόνου. ἄλλως δέ τινι ἰάσαθαι τὸ τραῦμα τοῦτο τῆς ψυχῆς ἀδύνατον. 12.2.2 Τοιοῦτον γὰρ ἐπετήδευσεν ὁ ἐχθρὸς ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει, ὥστε τραυματίσαι καὶ σκοτίσαι τὸν ἔσω ἄνθρωπον, τὸν ἡγεμόνα νοῦν τὸν ὁρῶντα θεόν. διέβλεψαν γὰρ τότε οἱ ὀφθαλμοὶ εἰς τὰ κακὰ καὶ τὰ πάθη, ἀποκλεισθέντες τῶν ἐπουρανίων ἀγαθῶν. οὕτω γὰρ ἐτραυματίσθη, ὥστε μηδενὶ δυνατὸν ἰάσασθαι εἰ μὴ μόνῳ τῷ κυρίῳ τοῦτο δυνατόν ἐστιν. αὐτὸς γὰρ ἐλθὼν ᾖρε τὴν ἁμαρτίαν τοῦ κόσμου, τουτέστι τὴν ἀκάθαρτον πηγὴν τῶν πονηρῶν διαλογισμῶν 12.2.3 τῆς ψυχῆς ἐξήρανεν. ὥσπερ γὰρ ἐκεῖ ἡ αἱμορροοῦσα πάντα τὰ ἑαυτῆς δαπανήσασα τοῖς ἰατρεύειν ἐπαγγελλομένοις, οὐδὲν ἴσχυσεν αὐτὴν θεραπεῦσαι, ὡς δὲ προσήγγισε τῷ κυρίῳ, πιστεύσασα ἐν ἀληθείᾳ, ἁψαμένη τοῦ κρασπέδου αὐτοῦ, ταχέως ᾔσθετο τῆς ἰάσεως καὶ ἐστάλη ἡ ῥύσις τοῦ αἵματος, οὕτω καὶ τὴν ψυχὴν τραυματισθεῖσαν ἐξ ἀρχῆς τραῦμα ἀνίατον παθῶν κακίας οὐδεὶς 12.2.4 οὔτε δικαίων οὔτε πατέρων οὔτε προφητῶν ἴσχυσε θεραπεῦσαι. Μωϋσῆς γὰρ ἦλθεν, ἀλλ' οὐκ ἠδυνήθη παντελῆ ἴασιν δοῦναι τῇ ψυχῇ. ἱερεῖς, δῶρα, ἀποδεκατώσεις, σαββατισμοί, νουμηνίαι, βαπτίσματα, θυσίαι, ὁλοκαυτώσεις καὶ πᾶσα ἡ λοιπὴ δικαιοσύνη ἐπετελεῖτο ἐν τῷ νόμῳ, καὶ ἡ ψυχὴ ἰαθῆναι ἐκ τῆς ἀκαθάρτου ῥύσεως τῶν κακῶν λογισμῶν οὐκ ἠδυνήθη, καὶ πᾶσα ἡ δικαιοσύνη αὐτῶν θεραπεῦσαι αὐτὴν οὐκ ἴσχυσεν, ἕως οὗ ἦλθεν ὁ σωτήρ, ὁ ἀληθινὸς ἰατρὸς ὁ δωρεὰν ἰώμενος, ὁ ἑαυτὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων λύτρον δούς. αὐτὸς μόνος τὴν μεγάλην καὶ σωτήριον ἴασιν τῇ ψυχῇ ἐποίησε, καὶ αὐτὸς ἠλευθέρωσεν αὐτὴν ἐκ τῆς δουλείας καὶ ἐξήγαγεν αὐτὴν ἐκ τῆς σκοτίας, ἰδίῳ φωτὶ δοξάσας αὐτήν, αὐτὸς ἐξήρανε τὴν ἐν αὐτῇ πηγὴν τῶν ἀκαθάρτων 12.2.5 λογισμῶν. «ἴδε, γάρ φησιν, ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». οὔτε γὰρ ἐδύνατο τὰ ἐκ γῆς φάρμακα, τουτέστι τὰ ἴδια δικαιώματα μόνον, θεραπεῦσαι αὐτὴν καὶ ἰάσασθαι ἐκ τῆς τηλικαύτης ἀοράτου πληγῆς, ἀλλὰ διὰ τῆς οὐρανίου καὶ θείας φύσεως τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος, διὰ τούτου μόνου τοῦ φαρμάκου ἠδυνήθη ἰάσεως τυχεῖν ὁ ἄνθρωπος καὶ ζωῆς αἰωνίου ἐφίκεσθαι, 12.2.6 καθαρίσας διὰ τοῦ πνεύματος τοῦ ἁγίου τὴν καρδίαν. ἀλλ' ὥσπερ ἐκεῖ ἡ γυνὴ κἂν ἰαθῆναι οὐκ ἠδύνατο καὶ τετραυμάτιστο, ἀλλ' ὅμως πόδας εἶχεν ἐλθεῖν πρὸς τὸν κύριον, καὶ ἐλθοῦσα ἰάσεως ἔτυχεν· ὁμοίως καὶ ὁ τυφλὸς ἐκεῖνος κἂν προβῆναι οὐκ ἠδύνατο