εἰδέναι ὁποῖόν σοι χρῆμα ὁ πάππος ἐγεγόνει τῷ βίῳ καὶ οἵαν εἶχε τὴν τῆς γλώττης περιβολήν. ἐπαινέσομαι δέ σε οὐκ ἐπάγων ἔξωθεν τὰ ψευδῆ οὐδὲ πλάττων τὴν εὐφημίαν, ἀλλὰ τὸ σὸν ἦθος χαρακτηρίζων, οἷον εἰς ἕτερον οὐχ ἑωράκειν βρεφύλλιον, ἐπεὶ καὶ γνωματεύειν ἐγὼ δεινός, εἴπερ τις ἄλλος, καὶ διὰ τῶν αἰσθήσεων ὥσπερ θυρίδων τινῶν προκύπτειν εἰς τὴν ψυχήν, μᾶλλον δὲ αὐτὴν ὀφρύσι καὶ ὀφθαλμοῖς ἐγκαθημένην κατανοεῖν. Ἀλλ' ἐπειδὴ εἰς καιρόν γε τουτωνὶ τῶν μερῶν ἐπεμνήσθην τοῦ σώματος, εὔνουν σοι ὡς ἀληθῶς τὸ ὄμμα εὐθὺς γεγονότι τεθέατο, οὔτε γοργὸν καὶ εὐκίνητον οὔτε ἀργὸν καὶ βλακῶδες, ὅπερ ἀμβλυτέρου ἤθους σημεῖον καθέστηκεν, ἀλλ' ἑστὼς μέν ποτε ὥσπερ ἐν συννοίᾳ, κινούμενον δὲ ἱλαρῶς αὖθις, ὁπηνίκα ἐπιδραμεῖν ὁ γέλως ἔμελλεν. ἔγωγ' οὖν ἅπαξ τοῦτο σημειωσάμενος, οὐκ ἐκ τριποδικοῦ λέβητος οὐδ' ἐκ βακχικῆς συγκινή σεως, ἀλλ' <ἐξ> αὐτῆς τῶν σῶν ὀμμάτων εὐμενοῦς διαθέσεως, ὅτι γελάσεις εὐθὺς προεφήτευον· καὶ αὐτίκα βραχύ τι τὸ χεῖλος μετακινήσας ἐρυθήματός τε πεπλήρωσο καὶ παρεῖχες τὸν γέλωτα. ἐν δὲ ταῖς τῶν ὀμμάτων συννοίαις οὐδὲ ἡ ὀφρὺς ἀσυντελὴς ἦν, ἀλλὰ κἀκείνη παρεγύμνου τι τῶν ἀπορρήτων ἠθῶν ἠρέμα συγκαμπτομένη καὶ συνδιδοῦσά τι καὶ συνέσεως. Ἀντίθετος δὲ ὥσπερ πρὸς τὸ δακρύειν γενόμενος, οὐδ' ὁπότε σοι αἱ τοῦ γάλακτος πηγαὶ ἀπεφράγνυντο καὶ τοῦ συνήθους σε ἡ τήθη ἀπεστέρει πόματος, διερρήγνυσο τοῖς κλαυθμοῖς καὶ ἀπέσπαιρες, ἀλλ' ὥσπερ ἐῴκεις φιλονεικῶν καὶ γραφόμενος αὐτὴν ἀδικίας καὶ ὕβρεως, ὁπότε σοι μᾶλλον βριμῶδες ἐπεδείκνυ τὸ πρόσωπον· ἵνα δὲ καὶ τὸν θεατὴν ἢ δικαστὴν εἰς τὸ σὸν ἐπισπάσῃ βούλημα, καὶ δάκρυόν τι κατέσπενδες ὁμοῦ καὶ τῇ γλώσσῃ καὶ τοῖς ὀφθαλμοῖς τὰς δικαστικὰς ψήφους ἐπικλινεῖς ἑαυτῷ ποιούμενος. ὥσπερ δέ τις τῶν ἐπιεικῶν, ἐπειδὰν τὸν μαζόν σοι ἡ ἀδικήσασα παρεγύμνωσε, μετεβάλου ταχὺ καὶ ἡμερώτερον ἑώρας τὴν τυραννήσασαν· καὶ προσφὺς τῇ πηγῇ οὐχ ὥσπερ οἱ διψῶντες ἀπλήστως εἴχου τοῦ νάματος, ἀλλὰ πιὼν ὁπόσον μέτριον μισθὸν εὐθὺς ἐδίδους τῇ θρεψαμένῃ εὐμενὲς ὄμμα καὶ γέλωτα. καὶ ἦν σοι τὸ παρὰ προαίρεσιν νόμος αὐθαίρετος καὶ τὸ ἀλόγιστον ἀκολουθία τις ἔλλογος· τοῖς μὲν γὰρ πολλοῖς ἀλογωτέρα ἡ ψυχὴ γενομένοις εὐθὺς διατίθεται, οἷς δὲ ἡ φύσις φιλοτιμοτέρα ἐγκατῳκίσθη παρὰ θεοῦ ἀναλάμπει διὰ ταύτης τὸ πνεῦμα ὥσπερ διὰ λυχνίας ὑψιφαοῦς τηλαυγέστερον παραδεικνῦσα τὸ φῶς. τοιοῦτόν τι κἀμοὶ τῷ πάππῳ περὶ τῆς γειναμένης ἐξήγγελτο· καὶ καινὸν οὐδέν, εἰ ἀπὸ τῆς αὐτῆς πηγῆς προεληλυθὸς ὥσπερ ῥευμάτιον μοῖράν τινα τῆς τεκούσης ἀπεσπάσω φύσεως. ∆ιὰ ταῦτά σοι καὶ τὰ ἄλλα οὐ βρεφοφυῆ καθειστήκει, ἀλλὰ τῆς τοιαύτης ἡλικίας πολὺ συνετώτερα· οὔπω γάρ σοι μὴν τέταρτος ἐξῆκε τῆς ἡλικίας καὶ οἱ τῶν περὶ σὲ χαρακτῆρες τῇ σῇ ψυχῇ σαφῶς ἀπεμάττοντο· καὶ ᾔδεις ἕκαστον ἢ ἑκάστην. καὶ ὥσπερ δὴ κατενόεις τίς μὲν κατολιγωροίη σου, τίς δὲ ἐπιμελῶς ἔχοιτο, καὶ ἢ διετίθεσο οἰκειότατα ἢ ἀπέστεργες. ἐμοὶ δὲ μόνῳ τὸν σὸν νόμον †ἀπέστεργες† καὶ εὐμενὲς ἑώρας καὶ ἄσχετον φιλοῦντα καὶ θλίβοντά σου τὸ χεῖλος ταῖς ἐπαφαῖς καὶ ἀγκαλιζόμενον ἀνδρικώτερον, καὶ παίοντι δὲ τὴν δεξιὰν παρεῖχες καὶ τὴν λαιὰν ὥσπερ τὸν τοῦ κυρίου νόμον πληρῶν· ᾔδεις γὰρ ἴσως ὅτι ἐξ εὐμενείας τὰ τραύματα καὶ ὁ πλήττων οὐχ ἵνα πλήξοι τοῦτο ποιεῖ, ἀλλ' ὅπως ἂν τῆς σῆς παντοδαπῶς ἀπολαύσῃ φύσεώς τε καὶ χάριτος. κἀγὼ δέ τοι, ἐπειδάν σε συγχυθὲν εἶδον, εὐθὺς ἀπῆγον τὰ σὰ παιδικά, ἐπηλάφριζον ταῖς χερσίν, ἐκούφιζον εἰς ἀέρα, πᾶν σοι θυμηδίας μέτρον ἐπλήρουν. Ἐδυσχέραινες δέ, εἴπερ τι ἄλλο βρέφος, τὸν τῶν σπαργάνων δεσμὸν καί, ἐπειδάν σε ἡ τήθη τῇ κάλπιδι δεξιῶς ἀπελούσατο καὶ δεσμεῖν ἔμελλεν, ἑκατέρας χεῖρας ταῖς πλευραῖς ἐπευθύνουσα καὶ τὼ πόδε συντιθεῖσα καὶ συμβιβάζουσα, εὐθὺς κατηφιῶν ἐσκυθρώπαζες· καὶ οὐδέν σε τῶν ἄλλων ἔθελγεν ὥσπερ οὐ βουλόμενον ἐν δεσμωτηρίῳ