83
γαμετή, ἐξ ἧς ἔσχε τρεῖς υἱούς, Μίνωα καὶ Ῥαδάμανθυν καὶ Σαρ πηδόνα, οἳ καὶ ∆ιὸς ἐμυθεύοντο παῖδες εἶναι.
ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων αʹ ἐβασίλευσε Κέκροψ ὁ διφυὴς ἔτη νʹ. τοῦ
δὲ κόσμου ἦν ἔτος γμεʹ. Κέκροψ ὁ διφυὴς τῆς τότε Ἀκτῆς, νῦν δὲ Ἀττικῆς, ἐβασίλευσεν ἔτη νʹ, διὰ μῆκος σώματος οὕτω καλούμενος, ὥς φησιν ὁ Φιλόχορος, ἢ ὅτι Αἰγύ πτιος ὢν τὰς δύο γλώσσας ἠπίστατο. οὗτος ἀπὸ τῆς Ἀθηνᾶς τὴν πόλιν Ἀθήνας ὠνόμασεν. ἐπὶ αὐτοῦ ἡ ἐν τῇ ἀκροπόλει ἐλαία πρώτως ἐφύη. ἀπ' αὐτοῦ δὲ Κεκροπία ἡ χώρα ἐκλήθη. οὗτος πρῶτος βοῦν ἐθυσίασε καὶ Ζῆνα προσηγόρευσεν, ὥς τινες. ἀπ' αὐτοῦ ἐπὶ πρώτην ὀλυμπιάδα βασιλεῖς ιςʹ, ἄρχοντες δὲ διὰ βίου ιαʹ, ἔτη δὲ ψʹ. κατὰ τούτους τὰ παρ' Ἕλλησι θαυμαστὰ δοκοῦντα μυθολογεῖται. Ἡ τῶν θεῶν κρίσις Ποσειδῶνος καὶ Ἀθηνᾶς ἐπὶ Κέκροπος μυθεύεται Ἕλλησι περὶ τῆς χώρας. τὸ ἐν ∆ήλῳ ἱερὸν Ἀπόλλωνος ∆ηλίου ὑπὸ Ἐρυσίχθονος υἱοῦ Κέκροπος ἱδρύνθη. Χαλδαῖοι κατὰ Φοινίκων ἐστράτευσαν. Μουσικὸς ὁ Εὐκταίου καὶ Νύμφης ἤκμαζε. ∆ευκαλίων βασιλεύειν τῶν κατὰ Παρνασσὸν ἤρξατο. Κέκροψ Ἀθήνας τὰς καὶ ∆ιάδας ἐν Εὐβοίᾳ ἔκτισεν. Εὐβοεῖς δὲ ταύτην Ὀρχομενὸν μετωνόμασαν. Ἕλλην υἱὸς ∆ευκαλίωνος ἐγνωρίζετο, ἀφ' οὗ Ἕλληνες οἱ Γραικοὶ μετε κλήθησαν. ἀμπελουργία ὑπὸ ∆ιονύσου ἐγνωρίσθη, οὐχὶ τοῦ ἐκ Σεμέλης. Ἄρειος πάγος ἐκλήθη καὶ δικαστήριον κατέστη. 180 Τῷ μεʹ ἔτει Κέκροπος τοῦ διφυοῦς πρώτου βασιλέως Ἀθηναίων τὴν ἐξ Αἰγύπτου πορείαν τοῦ Ἰσραὴλ διὰ Μωυσέως φησὶν ὁ Παμφίλου ἐμβρόντητος Εὐσέβιος γενέσθαι, ὅπερ κατὰ μὲν τὸν ἐκείνου παραλογισμὸν τῶν ἐξ Ἀδὰμ ἔτος ἦν γχπθʹ, κατὰ δὲ τὸν ἀληθῆ καὶ ἀκριβέστατον λόγον γπθʹ, κβʹ δὲ Ἀώδ. Ἡρακλέα τινές φασιν ἐν Φοινίκῃ γνωρίζεσθαι ∆ισανδὰν ἐπιλεγόμενον, ὡς καὶ μέχρι νῦν ὑπὸ Καππαδόκων καὶ Ἠλείων οὕτω καλεῖσθαι.
ΚΟΣΜΟΥ ΕΤΗ Τῆς βίβλου τῶν κριτῶν ἔτη Χουσαρσαθὼμ βασιλεὺς Συρίας
Μεσοποταμίας ἐκράτησε τοῦ Ἰσραὴλ ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γβʹ. Γοθονιὴλ πρῶτος κριτὴς τοῦ Ἰσραὴλ ἀνέστη ὑπὸ τοῦ θεοῦ δοθείς, ἀδελ φὸς Χαλὲβ ὁ νεώτερος, ἐκ φυλῆς Ἰούδα, ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γιʹ. Ὁ Ἰσραὴλ ἁμαρτήσας παρεδόθη τῷ Αἰγλὼμ βασιλεῖ Μωαβιτῶν ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γνʹ. Ἀὼδ κριτὴς δεύτερος ἐπιστρέψαντι τῷ Ἰσραὴλ ἐδόθη παρὰ τοῦ θεοῦ. οὗτος ἀνελὼν τὸν Αἰγλὼμ βασιλέα Μωαβιτῶν ἡγήσατο τοῦ Ἰσραὴλ ἔτη πʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γξηʹ. Ἑβδομηκοστῷ ἔτει τοῦ Ἀώδ φησιν ὁ Ἀφρικανὸς τὸν ἐπὶ ∆ευκαλίωνος κατακλυσμόν. ἀλλ' οὐκ ἔστι τοῦτο ἀκριβῶς ἀποδεῖξαι τῶν παρ' Ἕλλησι πάντων χρόνων διασφαλλομένων ὅσοι πρὸ τῆς πρώτης ὀλυμπιάδος ἱστό ρηνται, πλὴν ὅτι τοῦ ἀληθοῦς ἐγγὺς ἐστοχάσατο, ἐπεὶ καὶ ἡμεῖς παραπλη σίως, μὴ ἔχοντες ἄλλο τι περισσότερον δεῖξαι. Μετὰ τὴν τελευτὴν Ἀὼδ ἀνέστη Σεμέγαρ υἱὸς Ἀνάθ, καὶ ἔσωσε καὶ αὐτὸς τὸν Ἰσραὴλ πατάξας τοὺς ἀλλοφύλους. καὶ προσέθεντο οἱ υἱοὶ 181 Ἰσραὴλ εἰδωλομανεῖν, καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ἰαβεὶν βασιλέως Χαναὰν ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δμηʹ. ∆εβῶρρα προφῆτις γυνὴ Ἀφειδὼθ φυλῆς Ἐφραῒμ κατὰ τοὺς χρόνους τούτους ἔκρινε τὸν Ἰσραήλ. διὰ ταύτης ἡγήσατο Βαρὰκ υἱὸς Ἀβινοεὶμ ἐκ φυλῆς Νεφθαλεὶμ τῆς κατὰ Σισάρα μάχης τοῦ ἀρχιστρατήγου Ἰαβείν, καὶ ἐκράτησε πάσης τῆς δυνάμεως αὐτοῦ. αὐτὸς δὲ τοῖς ποσὶ διαφυγὼν ὁ Σι σάρα ὑπὸ Ἰαὴλ γυναικὸς Χαβὲρ τοῦ Κιναίου ἀνῃρέθη πασσάλῳ κατὰ τῆς γνάθου διαπαρείς. τότε ᾖσε ∆εβῶρρα σὺν Βαρὰκ ᾠδὴν ἐπινίκιον τῷ θεῷ. καὶ ἡσύχασεν ἡ γῆ ἔτη μʹ. ∆εβῶρρα σὺν Βαρὰκ ἡγήσατο τοῦ Ἰσραὴλ μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δξηʹ.