τρυφᾶν. ὁπηνίκα δέ σοι ὁ δεσμὸς ἐπελύετο καὶ ἀπεδύου τὸ σπάργανον, οὐκ εἶχες ὅ τι καὶ γένοιο, ἱλαρώτερον μὲν βλέπων, γλυκύτερον δὲ μειδιῶν καὶ παντοίως μὲν τὰς χεῖρας κινῶν, παντοδαπῶς δὲ τοὺς πόδας μετακινῶν καὶ οἷον τῇ προθυμίᾳ πτερούμενον καὶ πρὸς ἀέρα αἰρόμενον. ἐπῃσθάνου δὲ γενναιότερον καὶ τῶν κοσμικῶν ἡδονῶν καί, ὁπότε σοι ἡ μήτηρ τὴν κεφαλὴν διεκόσμησεν ἢ περιβολήν τινα λαμπροτέραν ἐνέδυσε, ῥεμβόμενον ἔσπαιρες ἅμα καὶ βλακευόμενον καὶ καλλυνόμενον τῇ στολῇ. λουτρῶν δὲ χάριτας οὐχ ὥσπερ βρέφος προσίεσο, ἀλλὰ λογικώτερον ἔστεργες. ἔγωγ' οὖν οὐ μάλα λούεσθαι βουλόμενος, ἵνα τοῦ μὲν λουτροῦ κατατρυφῴης αὐτός, ἐγὼ δὲ τῆς σῆς εὐεξίας καὶ χάριτος, πολλάκις βαλανείοις παρεγινόμην καί σοι συννηπιάζων ἐπὶ τῆς αὐτῆς συνανεκλινόμην σοι κάλπιδος· σὺ δὲ τὸ μέν τι ἡδόμενος, τὸ δέ τι φεύγων τὴν θερμοτέραν δεξαμενὴν παντοδαπῶς με περιειλίττου προσφὺς ὁμοῦ καὶ ἐχόμενος καρτερῶς, χρώμενος μὲν τῇ γλώττῃ πρὸς τὰς σὰς διαλέκτους, λέγων δὲ οὐδέν, ὥστε καὶ συνιέναι σου. Ἦν δὲ καὶ τὸ σωμάτιον (ἀλλὰ μή σε βάλοι ὀφθαλμὸς βασκανίας) εὐάγκαλόν τι χρῆμα καὶ ἐρρυθμισμένον τοῖς μέλεσι καὶ ἱερὸν ὡς ἀληθῶς ἀνάθημα φύσεως· καὶ θρὶξ οὔλη τε καὶ ξανθή, ἡ κεφαλὴ τὸ ἀκριβέστατον τῶν σχημάτων σῴζουσα, ὁ τράχηλος ἄφετος καὶ ἐλεύθερος, τἆλλα (ἵνα μὴ καθεξῆς λέγω) ἄριστα συνηρμοσμένα παρὰ τῆς φύσεως. Εἰ μὲν οὖν εὐτυχής σοι καὶ ὁ σύμπας τῆς ζωῆς γένοιτο χρόνος, ἀλλὰ τοῦτο οὐ πάνυ τι διισχυρισαίμην. τὸ οὖν προοίμιον εὔδαιμον· βασιλεὺς γὰρ καὶ βασιλὶς ἠμφισβήτησάν σοι τῆς ἀναδοχῆς, καὶ νικᾷ τὸ θῆλυ. καὶ τῶν ἀνακτόρων ἐγεγόνεις ἐντός, καί σε θαυμασίως διηγκαλίσατο καὶ τελειώσασα ἐπαυχένιον ἦρε καὶ ὥσπερ ἀχθοφορήσασα ἐπὶ μαλακωτάτης σε καὶ βασιλικῆς στρωμνῆς ἐγκατέθετο· καὶ αὖθις ἀπέδωκε τῇ μητρί, συναποδοῦσα καὶ τὸν κόσμον ᾧ τηνικαῦτα κεκόσμησο. ἐπὶ τούτοις καὶ βασίλειος ἀπεκληρώθη τιμή, τοῦ μὲν γένους ἐλάττων, ἀλλά γε μείζων τῆς ἡλικίας. Τοῦτο μὲν δή σοι τὸ παρὰ τοῦ πάππου ἐγκώμιον, ἀτελὲς ἐπ' ἀτελεῖ συντεθέν. σὺ δέ μοι ὁ ἔμψυχος μαργαρίτης, τὸ τῆς ἐμῆς ψυχῆς ἐγκαλλώπισμα, ἐπειδὰν τῆς φρονούσης ἅψαιο ἡλικίας καὶ γνοίης οἷος μέν σοι ὁ πάππος, οἷα δέ σοι τῆς ζωῆς τὰ πρωτόλεια, πρὸς τὸ παράδειγμα σαυτὸν ἀπεικόνιζε, ῥυθμίζων τὸ ἦθος πρὸς σωφροσύνην καὶ τιμῶν μὲν γονέας, αἰδούμενος δὲ παιδαγωγούς τε καὶ διδασκάλους καὶ πρὸ πάντων λόγοις τὴν σὴν καλλύνων ψυχήν· ἐντεῦθεν γάρ σοι κἀγὼ καὶ τὴν μητέρα καὶ τὸ γένος ἐκόσμησα. καὶ τύχοις μὲν ὅσων ἐρᾷς, μᾶλλον δὲ παιδείας τε καὶ συνέσεως, ἃ δὴ καὶ μόνα ἐπὶ τὸ οἰκεῖον κάλλος ἀνάγει ψυχὴν καὶ σύνεσιν τῶν ἀρρητοτέρων συντίθησιν. ἐγὼ δέ σοι ταῦτα γεγράφηκα ἐπὶ ταῖς ἀγκάλαις ἔχων καὶ ἀπλήστως κατασπαζόμενος.