84
αὐτῇ τῇ βοῇ· τὸ παραχρῆμα συντελεσθῆναι. Αὐτονυχί. αὐτῇ τῇ νυκτί. Αὐτάρ. ἐμοὶ δέ. ἐπεὶ δέ· μεταταῦτα. Αὐτοσχεδά. ἐκ τοῦ σύνεγγυς. -Μάρις δ' αὐτοσχεδὰ δουρί. Αὐτοσχεδόν. σύνεγγυς. Αὐτίκα. ἐπίῤῥημα μεσότητος καὶ χρόνου δηλωτικόν. ωσπερ παρὰ τὸ πολλὰ γίνεται πολλάκις, καὶ ὀλίγα ὀλιγάκις, καὶ δέκα δεκάκις, ουτως καὶ παρὰ τὸ αὐτὰ αὐτάκι καὶ κατὰ ἀντίθεσιν αὐτίκα. Αυτωσ. ἀντὶ τοῦ μάτην. σημαίνει δὲ καὶ τὸ ὁμοίως. εστι δὲ ἐτὸς ὁ ἀληθὴς, καὶ μετὰ τοῦ στερητικοῦ ˉα αετος· καὶ ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ εἰς ˉοˉς δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνηθείᾳ· καὶ κλίνεται ἀέτου, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ αετοι, τῶν ἀέτων, καὶ ἐξ αὐτοῦ ἐπίῤῥημα μεσότητος ἀέτως, καὶ τροπῇ τοῦ ˉε εἰς ˉυ αυτως· τὸ γὰρ ˉα καὶ ˉε εἰς alpha.350 τὴν ˉαˉυ δίφθογγον τρέπεται. τὸ δὲ ὁμοίως ἀπὸ τοῦ ουτως. ὡς δ' αυτως Μενέλαος-. Αυτισ. πάλιν. αυθις δὲ διὰ τοῦ ˉθ σημαίνει τὸ υστερον, ὡς ὁ ̓Αμμώνιος ἐν τῷ περὶ ὁμοίων καὶ διαφόρων λέξεων τοῦ πολιτικοῦ λόγου τοῦ Πλάτωνος διαλαμβάνει. Τὸ Α μετὰ τοῦ Φ. ( ̓Αρσενικόν.) ̓Αφάδιοσ. ὁ μὴ ἀρέσκων. ἁδεῖν γὰρ τὸ ἀρέσκειν. ̓Αφάρτεροι. ταχύτεροι. ἀπὸ τοῦ αφαρ, ο σημαίνει εὐθέως. ̓Αφαυρόσ. ὁ ἀσθενὴς, ὁ αγαν παῦρος καὶ ὀλίγος κατὰ τὴν δύναμιν. η παρὰ τὸ φῶ τὸ λέγω, ὁ μέλλων φάσω, γίνεται φαρὸς, καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀφαρὸς καὶ πλεονασμῷ τοῦ υ ἀφαυρὸς, ὁ μὴ δυνάμενος δι' ἀσθένειαν λέξαι. η παρὰ τὸ φῶ, τὸ φαίνω, γίνεται παράγωγον φάω, οιον· -φάε δὲ χρυσόθρονος-. καὶ ἐξ αὐτοῦ φάρος ονομα, καὶ κατὰ στέρησιν alpha.351 ἀφαρὸς καὶ πλεονασμῷ τοῦ ˉυ ἀφαυρὸς, ὁ εὐτελὴς καὶ ἀλαμπής. Αφατοι. αλεκτοι, η καταπληκτικοὶ, η μεγάλοι. ̓Αφέται. τόπος ἐν ̓Αθήναις, ενθα ὁ στόλος τοῦ Ξέρξου ἐδυστύχησε διὰ λιμένων ἀνεπιτηδειότητα. Αφενοσ. ὁ πλοῦτος η ὁ ἐνιαυσιαῖος καρπός. ενος δὲ ὁ ἐνιαυτὸς, ο ἐστιν ὁ χρόνος. ἐκ τούτου γίνεται συνθέσει αφενος καὶ πλεονασμῷ τοῦ ˉε ἀφενεὸς καὶ συγκοπῇ ἀφνεὸς καὶ ἀφνειός. Αφετοσ. ὁ ἀπολελυμένος. ̓Αφελήσ. ὁ ευκολος, ον αν τις ελοι διὰ τὴν εὐκολίαν. σημαίνει καὶ τὸν ὑγιῆ τὸ σῶμα, παρὰ τὸ μηδενὸς ἀφαιρεῖσθαι μέρος τοῦ σώματος. ̓Αφιλότιμοσ. ταπεινὸς, η ὁ μηδὲ ἐπὶ τοῖς καλοῖς οις πράττει τιμᾶσθαι βουλόμενος. Αφιπποι. χωρὶς ιππων. τά τε αλλα καὶ αφιπποι γενόμενοι, ἀντὶ τοῦ πεζοί. ̓Αφηνιαστήσ. ἀνυπότακτος. ̓Αφήλικεσ. οἱ τὴν ηβην μὲν ὑπεραναβάντες, ηττους δὲ τῶν ˉκˉε ἐτῶν· ων προΐστανται οἱ κουράτωρες. ̓Αφήλικα. τὸν πρεσβύτην. τινὲς δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας παιδὸς, οπερ δεῖ φυλάττεσθαι. ̓Αφλοισμόσ. ψόφος ποιὸς, η ἀφρός. παρὰ τὸ ἀφρὸς ἀφροισμὸς καὶ ἀφλοισμός. η παρὰ τὸ ἀφρίζω, ἀφροισμὸς καὶ ἀφλοισμὸς, κατὰ μεταβολὴν τοῦ ˉρ εἰς ˉλ καὶ πλεονασμῷ τοῦ ˉο. η παρὰ τὸ φλέω, φλοισμὸς καὶ ἀφλοισμός. alpha.352 Ἀφνειόσ. ὁ πλούσιος. alpha.352 ̓Αφνήμων. πλούσιος. παρὰ τὸ αφενος γίνεται αφνος κατὰ συγκοπήν· ἐκ τούτου γίνεται ῥῆμα ἀφνῶ καὶ ἀφνήμων. ̓Αφρήτωρ. ὁ μὴ συγγένειαν εχων. Αφροι. οἱ Καρχηδόνιοι. ἀπὸ Αφρου τοῦ τῆς Λιβύης βασιλεύσαντος. Αφρων καὶ ανους διαφέρει. καὶ αφρων ἐστὶν ὁ μὴ εἰδὼς τὸν οντως θεὸν, ὁ ἀμύητος τῆς σοφίας· ανους δὲ ὁ μὴ θέλων συνιέναι τὸ δέον, ὁ εἰδὼς μὲν τὸν θεὸν, περὶ τὰ γήϊνα δὲ μόνον ἐπτοημένος, μηδὲν οὐράνιον ἐννοῶν. ὡς τό· ἐπὶ τὸ αὐτὸ αφρων καὶ ανους ἀπολοῦνται. ̓Αφρόσ. παρὰ τὸ φρῶ γίνεται φρὸς καὶ ἐπιτάσει ἀφρὸς, τὸ μετὰ σφοδρᾶς φορᾶς προϊέμενον. τὸ δὲ φρῶ παρὰ τὸ προϊῶ γίνεται, προῶ καὶ πρῶ καὶ φρῶ. ̓Αφυήσ. ἀργὸς, δυσχερής. Αφυκα. ἀκαλλώπιστον. ̓Αφυσμόσ. ἀπάντλησις. Αφωνοσ. αφθογγος. Αφοδοσ. ὁ εξω τῆς ὁδοῦ γενόμενος. εστι δὲ καὶ ἡ ἀναχώρησις, θηλυκόν. ̓Αφέριστος τόποσ. ὁ ἀκαλλώπιστος. ̓Αφέλεος τόποσ. ὁ ὁμαλός. ̓Αφειδήσ. ὁ ἀνελεήμων. ̓Αφιλέταιροσ. ὁ ἀφειδῶς πρός τινα διακείμενος. ̓Αφέστιοσ. ὁ εξωθεν τῆς οἰκίας. καὶ ὑφέστιος, ὁ εσωθεν τῆς οἰκίας. alpha.353 (Θηλυκόν.) ̓Αφαδία. ἡ ἀπαρέσκουσα εχθρα. παρὰ τὴν ἀπὸ πρόθεσιν καὶ τὸ ἁδεῖν. ̓Αφαίρεσισ. ἡ ἐκ τῆς ἀρχῆς αρσις, οιον ἐμὲ, μέ. ̓Αφάροτοσ. ἡ ἀναροτρίωτος γῆ. φάρος γὰρ ἡ ἀροτρίωσις. η παρὰ τὸ φάρσαι, ο ἐστι σχίσαι· καὶ γὰρ τοὺς εἰς δύο μέρη