τῷ λέγειν· Ὁ ἐμὲἑωρακὼς, ἑώρακε τὸν Πατέρα, καὶ, Ἐγὼ ἐν τῷ 26.321 Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Κενὸν ὑμῶν ἄρα τὸ καύχημα πανταχόθεν δέδεικται, ὦ χριστομάχοι, καὶ μάτην ἐνεπομπεύσατε καὶ τεθρυλήκατε παντα χοῦ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, παρ εξηγούμενοι τὴν διάνοιαν αὐτοῦ καὶ μᾶλλον τὴν ἑαυτῶν ἐπίνοιαν, ἢ τὸν νοῦν τοῦ Σολομῶνος ἀπαγγέλλοντες. Ἰδοὺ γὰρ τὸ μὲν ὑμῶν φρόνημα δέδεικται μόνον φαντασία· τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καὶ πάντα τὰ προειρημένα δείκνυσι μὴ εἶναι τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα τὸν Υἱὸν, ἀλλ' ἴδιον γέννημα τοῦ Πατρὸς, σοφίαν καὶ Λόγον ἀληθι νὸν, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγέ νετο οὐδὲ ἕν.
ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Οἱ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες ἅπαξ ἀποστάται γενέσθαι καὶ παραβάται τῆς ἀληθείας, φιλονεικοῦσιν εἰς ἑαυτοὺς ἑλκῦσαι τὸ γεγραμμένον· Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· οὔτε γὰρ ἐλεγχόμενοι παύονται, οὔτε ἀποροῦντες ἐντρέπονται· ἀλλ' ὡς πόρνης ὄψις, ἀπηναισχύν θησαν πρὸς πάντας ἐν ταῖς ἀσεβείαις. Καὶ γὰρ ὧν προεφασίζοντο ῥητῶν, τοῦ, Κύριος ἔκτισέ με, καὶ τοῦ, Κρείττων γενόμενος τῶν ἀγγέλων, καὶ τοῦ, Πρωτότοκος, καὶ τοῦ, Πιστὸν ὄντα τῷ ποιή σαντι αὐτὸν, ὀρθὴν ἐχόντων τὴν διάνοιαν, καὶ δει κνύντων τὴν εἰς Χριστὸν εὐσέβειαν, οὐκ οἶδ' ὅπως πάλιν αὐτοὶ ὡς περιχυθέντες τὸν τοῦ ὄφεως ἰὸν, καὶ μὴ βλέποντες ἃ δεῖ βλέπειν, μηδὲ νοοῦντες ἃ ἀναγινώσκουσιν, ὥσπερ ἐκ βάθους τῆς ἀσεβοῦς αὐ τῶν καρδίας ἐρευγόμενοι, ἤρξαντο λοιπὸν καὶ διασύρειν τὸ ὑπὸ τοῦ Κυρίου λεγόμενον, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· λέγοντες· Πῶς δύναται οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ χωρεῖν; Ἢ πῶς ὅλως δύναται ὁ Πατὴρ, μείζων ὢν, ἐν τῷ Υἱῷ ἐλάτ τονι ὄντι χωρεῖν; Ἢ τί θαυμαστὸν, εἰ ὁ Υἱὸς ἐν 26.324 τῷ Πατρὶ, ὅπουγε καὶ περὶ ἡμῶν γέγραπται· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν; Πά σχουσι δὲ τοῦτο ἀκολούθως τῇ κακονοίᾳ ἑαυτῶν, σῶμα νομίζοντες εἶναι τὸν Θεὸν, καὶ μὴ νοοῦντες μήτε τί ἐστιν ἀληθινὸς Πατὴρ, καὶ ἀληθινὸς Υἱὸς, μήτε τί ἐστι φῶς ἀόρατον, καὶ ἀΐδιον, καὶ ἀπαύγασμα αὐτοῦ ἀόρατον, μήτε τί ἐστιν ἀόρατος ὑπόστα σις, καὶ χαρακτὴρ ἀσώματος, καὶ εἰκὼν ἀσώματος. Εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν τὸν Κύριον τῆς δόξης μετὰ γέλωτος ἐδυσφήμουν, οὔτε τὰ ἀσώματα σωματι κῶς ἐκλαμβάνοντες, τὰ καλῶς λεγόμενα παρεξη γοῦντο. Ἤρκει μὲν οὖν καὶ μόνον ἀκούοντας ταῦτα, λέγοντος τοῦ Κυρίου, πιστεύειν· ἐπεὶ καὶ ἡ τῆς ἁπλότητος πίστις βελτίων ἐστὶ τῆς ἐκ περιεργίας πιθανολογίας· ἐπειδὴ δὲ καὶ τοῦτο βεβηλοῦν ἐπεχεί ρησαν πρὸς τὴν ἰδίαν αἵρεσιν, ἀναγκαῖον τὴν μὲν ἐκείνων κακόνοιαν διελέγξαι, τὴν δὲ τῆς ἀληθείας διάνοιαν δεῖξαι ἕνεκά γε τῆς τῶν πιστῶν ἀσφαλείας. Οὐ γὰρ, ὡς ἐκεῖνοι νομίζουσιν, ἀντεμβιβαζόμενοι εἰς ἀλλήλους εἰσὶν, ἐν τῷ λέγεσθαι, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ὥσπερ ἐν ἀγγείοις κενοῖς ἐξ ἀλλήλων πληρούμενοι· ὥστε τὸν μὲν Υἱὸν πλη ροῦν τὸ κενὸν τοῦ Πατρὸς, τὸν δὲ Πατέρα πληροῦν τὸ κενὸν τοῦ Υἱοῦ, καὶ ἑκάτερον αὐτῶν μὴ εἶναι πλήρη καὶ τέλειον· σωμάτων μὲν ἴδιον τοῦτό γε· διὸ καὶ τὸ μόνον εἰπεῖν τοῦτο πλέον ἐστὶν ἀσεβείας· πλήρης γὰρ καὶ τέλειός ἐστιν ὁ Πατὴρ, καὶ πλήρωμα θεότητός ἐστιν ὁ Υἱός. Οὐδ' αὖ πάλιν, ὥσπερ ἐν τοῖς ἁγίοις γινόμενος ὁ Θεὸς, ἐνδυναμοῖ αὐτοὺς, οὕ τως ἐστὶ καὶ ἐν τῷ Υἱῷ· αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πα τρὸς δύναμις καὶ σοφία· καὶ τὰ μὲν γενητὰ μετοχῇ τούτου ἐν Πνεύματι
87