87
ἀνέμου καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτοὺς, μηδὲ συναχθῆναι, μηδὲ παλινδρομῆσαι συγχωρῶν, ὁ δ' αὐτὸς ἐπιμενέτω ἐκθλίβων αὐτοὺς, τουτέστι κολάζων. Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς. Ὁδὸν ἀσεβῶν τὸν μοχθηρὸν βίον ὀνομάζει, καθ' ὃν τὴν πορείαν ἐποιήσαντο. Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν. Ἀνθ' οὗ ὁ Σύμμαχος ἐξέδωκεν οὕτως· Ὅτι ἀναιτίως κατέκρυψάν μοι διαφθορὰν δικτύων αὐτῶν, Μηδὲν γὰρ ὑπ' ἐμοῦ προπεπονθότες δωρεὰν καὶ ἀναιτίως ἐπεβούλευόν μοι κρύπτοντες παγίδα, δι' ἧς ἐμοὶ διαφθορὰν κατεσκεύαζον. Εἰ καὶ τὰ μάλιστα γὰρ ἐδόκουν δι' ἀνθρώπων με πολεμεῖν, ἤτοι διὰ τοῦ Σαοὺλ, ἢ καὶ δι' ἑτέρων, ἀλλ' οὐκ ἠγνόουν ἐγὼ τῆς τοῦ Σαοὺλ ζηλοτυπίας τοὺς αἰτίους καὶ τῶν λοιπῶν ἐχθρῶν τοὺς ὑποβολεῖς. Ἄλλοι γὰρ ἦσαν οἱ τὰς ἑαυτῶν παγίδας κρύπτοντες καὶ τὴν ψυχήν μου διαφθεῖραι πειρώμενοι, οἳ καὶ μάτην ὠνείδισαν τὴν ψυχήν μου· ἀνθ' οὗ ὁ Σύμμαχος ἐξέδωκεν· Ἀναιτίως ὑπώρυξαν τὴν ψυχήν μου. Πάντα γὰρ ἔπραττον, ἐκστῆσαι βουλόμενοι αὐτοῦ τὴν ψυχὴν τῆς ἐνυπαρχούσης αὐτῇ πραότητος καὶ ἀνεξικακίας, καὶ ὅπως, πληρωθεὶς θυμοῦ καὶ ὀργῆς, ἐπὶ τὴν ἄμυναν ἔλθοι, καὶ δράσῃ τι κακὸν τὸν Σαούλ. Ταῦτα μὲν οὖν περὶ τῶν πολλῶν ἐχθρῶν· περὶ δὲ τοῦ ἐν αὐτοῖς κορυφαίου ἐπιλέγει· Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πε 23.300 σεῖται ἐν αὐτῇ. Ταῦτα δὲ ὥσπερ ἐν εὐχῇ τῷ ∆αυῒδ εἰρημένα μελλόντων ἦν προαγορευτικὰ, καὶ συμβησομένων προφητικά. Οὕτω γοῦν καὶ ἀνωτέρω προφητικῶς ἐλέγετο· Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν, ἀντὶ τοῦ, Αἰσχυνθήσονται καὶ ἐντραπήσονται· καὶ πάλιν· Ἀποστραφήτωσαν καὶ καταισχυνθήτωσαν, καὶ γενηθήτωσαν ὡς χοῦς, ἀντὶ τοῦ· Ἀποστραφήσονται καὶ αἰσχυνθήσονται καὶ γενήσονται ὡς χοῦς. Τὰ γὰρ μέλλονται συμβήσεσθαι τοῖς ἐχθροῖς αὐτοῦ προηγόρευεν. Καὶ ὁ μὲν γὰρ ἡγήσεται περὶ τοῦ Σαοὺλ εἰρῆσθαι τὴν προκειμένην ῥῆσιν· ἐπεὶ καὶ πέπονθεν οὐκ εἰς μακρὰν ταῦτα· ἡμεῖς δὲ, μεμνημένοι τῶν προλελεγμένων εἰς τὴν ἀρχὴν τοῦ ψαλμοῦ, καὶ ταῦτα εἰς ἕνα τινὰ τῶν νοητῶν ἐχθρῶν τὸν ὡς ἐν κακίᾳ δυνατώτερον, δηλαδὴ τὸν διάβολον, ἐκληψόμεθα. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Ὀστᾶ ψυχῆς αἱ διανοητικαὶ αὐτῆς δυνάμεις ὡς ἔμπροσθεν εἴρηται· φωτιζόμεναι δὲ αὗται ἐκ τῆς αὐτοῦ παρουσίας, φήσουσι· Κύριε, τίς ὅμοιός σοι; Εἰ μὴ γὰρ σὺ παρῇς τῷ πτωχῷ, καὶ κατηξίωσας αὐτὸν τῆς παρὰ σοῦ βοηθείας, τίς ἂν καὶ πόσος μόνος αὐτὸς συγκρινόμενος τοῖς τοσούτοις καὶ τηλικούτοις αὐτοῦ ἐχθροῖς; Νοήσεις δὲ καὶ ἀπὸ ψιλῆς τῆς ἱστορίας τὸν λόγον, ἐν νῷ λαβὼν, ὡς φεύγων ὁ ∆αυῒδ εἰς τοσαύτην ἤλαυνε πτωχείαν, ὥστε ἄρτων καὶ τῆς ἀναγκαίας τροφῆς δεηθῆναι, εἰς ἀνάγκην τε ἐλθεῖν τοῦ τολμῆσαι τῶν ἄρτων τῆς προθέσεως μεταλαβεῖν. Οὐ γὰρ τρυφῶν ἐπὶ τοῦτ' ἤρχετο, οὐδ' ἐπαιρόμενος δικαιοσύνῃ, οὐδ' ἄλλως καταφρονῶν τοῦ νόμου, ἀλλ' ἐκ πολλῆς ἀσιτίας. ∆ιό φησιν ὁ Σωτήρ· Οὐκ ἀνέγνωτε τί ἐποίησε ∆αυῒδ, ὅτε ἐπείνασε; Καὶ αὐτὸς μὲν ἦν πτωχὸς σὺν ὀλίγοις φεύγων· οἱ δ' ἐλαύνοντες αὐτὸν δυνατοί· βασιλεὺς γὰρ ἦν τοῦ παντὸς ἔθνους Σαοὺλ, παὶ οἱ μετ' αὐτοῦ ἄρχοντες· οἵ τε τῶν ἀλλοφύλων πολεμίων καθηγεμόνες στερεώτεροι ὄντες τοῦ ∆αυΐδ, ὧν τὰς χεῖρας διαδιδράσκων, οὐκ ἠγνόει τὸν αὐτοῦ βοηθόν. Καὶ ταῦτα μὲν πρὸς τὴν ἱστορίαν· εἰ δὲ τοὺς ἀφανεῖς καὶ ἀοράτους ἐχθροὺς τῆς τοῦ δικαίου ψυχῆς νοήσειας, ὄψει, ὡς οὐδ' ἄλλου βοηθοῦ δεόμεθα καὶ Σωτῆρος ἢ τοῦ Χριστοῦ αὐτοῦ ἐν τῇ παρατάξει τῇ πρὸς τοὺς νοητοὺς πολεμίους, τοὺς τὴν ψυχὴν αὐτοῦ διαρπάζειν ἀεὶ πειρωμένους. Ἐπιστήσεις δὲ εἰ ἕτερός ἐστιν ὁ πτωχὸς παρὰ τὸν πένητα, καὶ πότερον τῇ ὑποστάσει, ἢ τῇ ἐπινοίᾳ τῷ ἐγχωρεῖν τὸν αὐτὸν καὶ πτωχὸν εἶναι πτωχεύσαντα τῷ ἀποπεπτωκέναι