Βύζαντος υἱοῦ Κεροέσσης, ητις ην θυγάτηρ ̓Ιοῦς, η διότι Βύζης ἡγεῖτο τοῦ τῶν Μεγαρέων στόλου, οι καὶ εκτισαν τὸ Βυζάντιον κατὰ χρησμὸν τοιοῦτον· Ολβιοι οι κείνην πόλιν ἀνέρες οἰκήσουσιν, ἀκτῆς Θρηικίης στενυγρὸν παρ' ακρον στόμα Πόντου, ενθ' ἰχθῦς ελαφός τε νομὸν βόσκουσι τὸν αὐτόν. Τὸν δὲ Βύζαντα, ου ἐπώνυμον τὸ Βυζάντιον αστυ, δικαιότατόν φασιν ἀνθρώπων γενέσθαι, καὶ ἐπάρξαι τῆς παραλίας ἁπάσης Θρᾴκης εως καὶ εἰς Αιμον τὸ ορος. Εἰσὶ δὲ καὶ Λίβυες Βύζαντες, καὶ πόλις ἐκεῖ Βυζάντιον. Τινὲς δὲ Γύζαντας ἐκείνους καλοῦσιν. ̓Εν δὲ τῷ Θρᾳκικῷ Βυζαντίῳ ἱστορεῖται φυλάσσεσθαί ποτε τὸν πλοῦτον τοῖς ̓Αθηναίοις, διὰ τὴν ὀχυρότητα τοῦ πολιχνίου. ̓Ονομασθῆναι δέ ποτε αὐτὸ καὶ ̓Αντωνινίαν, εως περιῆν Σεβῆρος καὶ ὁ ἐκείνου παῖς ̓Αντωνῖνος. Παρὰ δὲ τοῦ μεγάλου Κωνσταντίνου κληθῆναι αὐτὸ Ανθουσαν. Κωμῳδοῦνται δὲ εἰς μέθην οἱ παλαιοὶ Βυζάντιοι. Πολέμου γοῦν ἐπικειμένου ποτὲ, οὐκ αλλως εσχεν ὁ στρατηγὸς ῥᾷον ἐπὶ τοῖς τείχεσιν εχειν αὐτοὺς, εἰ μὴ τὰ καπηλεῖα ἐγγὺς τῶν τειχέων ηγαγεν. ̓Ιστέον δὲ οτι τὸ Βυζάντιον αστυ καὶ διὰ ει διφθόγγου ωφειλεν εχειν, ως τινές φασι, τὴν παραλήγουσαν, τῷ λόγῳ τῶν κτητικῶν· ἀλλ' ὁ ∆ιονύσιος ἀποβαλὼν τὸ ε ψιλὸν διὰ μόνου διχρόνου ἐκφέρει αὐτὸ, τῷ λόγῳ τῶν τοπικῶν· ὡς καὶ πρὸ τούτου τὸ Κυρβάντιον αστυ ἐπὶ Σαμοθρᾴκης. Πολλὰ δὲ καὶ αλλα ὀνόματα τὸ τοιοῦτον επαθον πάθος, ωσπερ καὶ τὸ τραπέζιον σχῆμα, καθὰ προγέγραπται, καὶ τὸ Ποσιδήϊον, καὶ τὸ ̓Ικόνιον, καὶ τὸ ἀλγινόεις παρὰ τῷ ̓Οππιανῷ, καὶ αλλα παρ' αλλοις. Καὶ γὰρ καὶ τὸ τραπέζιον, ὡς ἐρρέθη, διὰ διφθόγγου ωφειλεν εχειν τὴν παραλήγουσαν, καὶ τὸ Ποσιδήϊον δὲ καὶ τὸ ἀλγινόεις οὐκ ωφειλον διὰ διχρόνου μόνου εχειν τὴν δευτέραν μετὰ τὴν αρχουσαν συλλαβὴν, καὶ τὸ ̓Ικόνιον ὡς ἀπὸ εἰκόνος ἀπαιτεῖ διὰ διφθόγγου τὴν αρχουσαν γράφεσθαι. ̓Ιστέον δὲ οτι ωσπερ τὸ Βυζάντιον δόκει παραλόγως διὰ τοῦ ι γράφεσθαι, ουτω καὶ παρὰ ̓Απολλωνίῳ τὸ ̔Υάντιος ̓Ογχηστὸς, ἡ τοῦ Υαντος πόλις. Ουτω δὲ καὶ τὸ Αβας Αβαντος ̓Αβάντιον, ἐξ ου καὶ τὸ ̓Αβαντιὰ Μάκρις. ̓Αλλὰ ταῦτα μὲν εχει ἀπολογίαν τὸ τοπικὸν, ἀληθῶς δὲ παράλογα τὸ Αἰπύτιον παρὰ τύμβον, καὶ τὸ Ποιάντιον ἀγλαὸν υἱόν· ταῦτα γὰρ κτητικὰ οντα κυρίων ὀνομάτων, τοῦ Αἰπύτου καὶ τοῦ Ποίαντος, καὶ ὀφείλοντα δίφθογγον εχειν τὴν παραλήγουσαν, ομως διὰ μέτρου ἀνάγκην μονοφθόγγῳ παραλήγεται. Κἀκεῖνο δὲ ἰστέον, οτι λέγονται μεγάλως ἰσχῦσαι καὶ οἱ Βυζάντιοι· πτοηθῆναι δέ ποτε τοὺς Φοίνικας ἐπιπλέοντας, καὶ ἀπολιπεῖν τὴν σφετέραν, φυγόντες εἰς τὸν Ευξεινον, καὶ μετὰ τῶν Χαλκηδονίων οἰκίσαι τὴν Μεσημβρίαν πόλιν, ὡς καὶ ἀνωτέρω ειρηται. 805 Οτι μετὰ τοὺς Χαλκηδονίους Χαλκιδέας οἱ Βέβρυκες κεῖνται, οι ουτως καλοῦνται ἀπὸ Βέβρυκός τινος ἡρωϊκοῦ ἀνδρὸς, η ἀπὸ Βεβρύκης γυναικός. Τούτους τοὺς Βέβρυκας ἱστορεῖται μείζω δοκεῖν εχειν τὰ σώματα η καθ' ἡλικίαν ἀνθρώπου, παρ' οις καὶ ὁ Βέβρυξ ἐκεῖνος ̓Αράντας, ῳ τὸ μὲν μῆκος εἰς ὀκτὼ λέγεται πήχεις, ευρος δὲ, ὡς ̓Αρριανός φησιν, οσον τοσῷδε μήκει ἐς κουφότητα ξύμμετρον, ηγουν οσον ην ξύμμετρον πρὸς τοὺς ὀκτὼ πήχεις τοῦ μήκους, εἰς τὸ κούφως βαίνειν τὸν ανθρωπον. Κατὰ δὲ τοῦ τοσούτου ἀνδρὸς νικηφόρος γέγονεν εἰς μονομαχίαν συστὰς νεανίας ἐτῶν ἑπτακαίδεκα. Τὴν δὲ ῥηθεῖσαν Βεβρύκην τοῦ Αἰγύπτου μὲν ἀδελφόπαιδά φασι, μίαν δὲ τῶν θυγατέρων τοῦ ∆αναοῦ, ἀδελφὴν τῆς ̔Υπερμνήστρας. Φείσασθαι δὲ λέγουσι καὶ αὐτὴν ̔Ιππολύτου τοῦ αὐτανεψιοῦ νυμφίου, ὡς καὶ τὴν ̔Υπερμνήστραν τοῦ Λυγκέως, καὶ φυγεῖν σὺν ἐκείνῳ, καὶ πολλὰ δυνηθῆναι διὰ τὸ διδάσκειν τοὺς βαρβάρους τὴν Αἰγυπτίαν σοφίαν. ∆ιὸ καὶ Βεβρύκην η Βεβρυκίαν ἀπ' αὐτῆς κληθῆναι τὴν χώραν εἰς ην εφυγε. Πίνδαρος ουν διὰ τοῦτο ὀκτὼ καὶ τεσσαράκοντα ἱστορεῖ τὰς ∆αναΐδας, ὡς τὰς δύο μὴ συναριθμεῖν ταῖς λοιπαῖς θέλων, οιον μὴ πεισθείσας τῷ πατρὶ, καὶ διὰ τοῦτο ἀπαλιφείσας τῆς ἐκείνου πατρότητος. ̓Ιστέον γὰρ οτι κατὰ τὴν παλαιὰν ἱστορίαν πεντήκοντα παίδων τῶν τοῦ Αἰγύπτου πεντήκοντα νεανίσιν αὐτανεψιαῖς συνευνασθέντων, θυγατράσι