Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Ἰεβουσαίους.
Ἰεβουσαῖοι διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γοροθηνοὺς διαφερόμενοι.
Ἐσσηνοί, οἱ μηδ' ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορτάζοντες ἀδιαφόρως.
Ναζωραῖοι, οἳ Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν υἱὸν θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.
Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.
Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς.
Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον, αὐχοῦντες ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλοις προσκεκλῆσθαι.
Αὗται τοῦ τετάρτου τόμου, δευτέρου δὲ βιβλίου αἱρέσεις ιηʹ.
Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Αὗται τοῦ πέμπτου τόμου, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ βιβλίου τρίτου, αἱρέσεις ἑπτά.
Αὗταί εἰσιν ὁμοίως τοῦ ἕκτου τόμου, τρίτου δὲ βιβλίου αἱρέσεις ἑπτά.
Τάδε ἔνεστι ἐν τῷ ἑβδόμῳ τόμῳ, τρίτου δὲ βιβλίῳ, αἱρέσεις τέσσαρες.
The Aetians come from Aetius, a Cilician who was ordained deacon by the Arian bishop of Alexandria, George. They are also called Anomoeans and, by some, Eunomians after a certain Eunomius who was a disciple of Aetius. Eudoxius also was one of them, but it would seem that he dissociated himself out of fear of Emperor Constantine, so that only Aetius was banished. At any rate, Eudoxius continued to be Arian-minded—although not, indeed, after the fashion of Aetius. These Anomoeans, or Aetians, completely separate Christ and the Holy Ghost from God the Father. They aver that Christ is a creature, and say that He has not even a similarity to the Father. By means of Aristotelian syllogisms and geometric proofs they attempt to explain the nature of God and in the same way try to show that Christ cannot, as they pretend, be from God. The Eunomians, who stem from them, rebaptize all those who come to them— not only [non-Arians] but even those that come from the Arians. As a strong rumor has it, they put the feet of those being baptized up in the air and baptize them on the head. They say that it is nothing serious to have erred in any way, whether by fornication or some other sin, since God requires nothing else save that one adhere to this faith which they hold.
Ἀετιανοὶ οἱ ἀπὸ Ἀετίου τοῦ Κίλικος διακόνου γενομένου ὑπὸ Γεωργίου τοῦ τῶν Ἀρειανῶν ἐπισκόπου τῆς Ἀλεξανδρείας, οἱ καὶ Ἀνόμοιοι καλούμενοι, παρά τισι δὲ Εὐνομιανοὶ δι' Εὐνόμιόν τινα μαθητὴν Ἀετίου γενόμενον: οἷς συνῆν καὶ Εὐδόξιος, ἀλλὰ δῆθεν διὰ τὸν πρὸς τὸν βασιλέα Κωνσταντῖνον φόβον ἀφώρισεν ἑαυτόν, καὶ μόνον τὸν Ἀέτιον ἐξώρισεν. Ἔμεινε μέντοι ὁ Εὐδόξιος ἀρειανίζων, οὐ μέντοι γε κατὰ τὸν Ἀέτιον. Οὗτοι οἱ Ἀνόμοιοι καὶ οἱ Ἀετιανοὶ παντάπασι Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα ἀπαλλοτριοῦσι θεοῦ πατρός, κτιστὸν αὐτὸν διαβεβαιούμενοι, καὶ οὐδὲ ὁμοιότητά τινα ἔχειν λέγουσιν. Ἐκ συλλογισμῶν Ἀριστοτελικῶν καὶ γεωμετρικῶν τὸν θεὸν παριστᾶν βούλονται, καὶ Χριστὸν δῆθεν μὴ δύνασθαι εἶναι ἐκ θεοῦ διὰ τοιούτων τρόπων. Οἱ δὲ ἀπ' αὐτῶν Εὐνομιανοὶ ἀναβαπτίζουσι πάντας τοὺς πρὸς αὐτοὺς ἐρχομένους, οὐ μόνον δέ, ἀλλὰ καὶ τοὺς ἀπὸ Ἀρειανῶν κατὰ κεφαλῆς ἄνω τοὺς πόδας στρέφοντες τῶν βαπτιζομένων, ὡς πολὺς ᾄδεται λόγος. Τὸ δὲ σφαλῆναι ἔν τινι, πορνείᾳ ἢ ἑτέρᾳ ἁμαρτίᾳ οὐδὲν δεινὸν εἶναί φασιν: οὐδὲν γὰρ ζητεῖ ὁ θεός, ἀλλ' ἢ τὸ εἶναί τινα ἐν ταύτῃ μόνον τῇ νομιζομένῃ αὐτῶν πίστει.