Καλυψοῦς νῆσον Μίλητον κληθῆναί ποτε. Φέρεται δὲ λόγος, καὶ μέγιστον κατασκευασθῆναι ναὸν ἐν Μιλήτῳ; χωρὶς ὀροφῆς μείναντα διὰ τὸ μέγεθος. Ταύτης δὲ ἱστοροῦνται πολλαὶ ἀποικίαι, οπουγε καὶ περὶ τὰ Νειλῶα στόματα τεῖχος ην Μιλησίων λεγόμενον, οπερ αὐτοὶ ἐτείχισαν ναυσὶ τριάκοντα πλεύσαντες· καὶ οπου δὲ τελευτᾶ ὁ Ιστρος περὶ τὸν Ευξεινον, ̓Ιστριανοὶ κατοικοῦσι Μιλησίων αποικοι, ως φησιν ̔Ηρόδοτος. Τούτων δὲ βορειοτέρα ἡ Εφεσος, ἡ καὶ Τραχεῖά ποτε κληθεῖσα καὶ ̓Ορτυγία καὶ Πτελέα· πόλις δὲ ̓Ιώνων καὶ ἡ Εφεσος, κατὰ δὲ ̔Ηρόδοτον Λυδίας, ην καὶ παραλίαν ὁ ∆ιονύσιος λέγει, καὶ μεγάλην πόλιν ̓Αρτέμιδος, καὶ ναὸν ἐκεῖ φησιν ειναι, ον ̓Αμαζόνες ἐποίησαν ἐν πρέμνῳ, ο εστιν ἐν κορμῷ πτελέας, περιώσιον ἀνδράσι θαῦμα. Λέγει δὲ ισως τὸν περίπυστον ἐκεῖνον, τὸν υστερον καυθέντα πρός τινος θελήσαντος ουτως ἑαυτῷ περιποιήσασθαι τὸ ἐπ' ὀνόματι ἀοίδιμον, καν οὐκ εσχε τυχεῖν ἐκεῖνος ου ηθελεν· ἀραὶ γὰρ ἐτέθησαν, μηδένα τῶν ἁπάντων τὸ ἐκείνου περιφέρειν ονομα, ὡς αν ἐπιλησθείη παντάπασι καὶ μὴ εχοι ο βούλεται. Λέγεται δὲ καὶ οτι Κροῖσος τῇ ̓Εφέσῳ ἐπιθέμενος ἐπολιόρκει, ἀμηχανοῦντες δὲ οἱ πολῖται ἀνέθεσαν τὴν πόλιν τῇ ̓Αρτέμιδι, ἐξάψαντες ἐκ τοῦ ναοῦ τῆς ̓Αρτέμιδος σχοινίον εἰς τὸ τεῖχος. 828 Οτι δὲ αἱ ̓Αμαζόνες πολλοὺς ἐν ̓Ασίᾳ κατέσχοντόπους ποτὲ, δηλοῦσι καὶ κρῆναί τινες ̓Αμαζόνων ὁμώνυμοι, ναὶ μὴν καὶ πόλεις, οιον ἡ Εφεσος αυτη, ἡ ̓Αναία, ἡ Μύρινα, ἡ Αἰολικὴ Κύμη. Εστι δὲ καὶ ̓Ελαία τόπος πρὸς τῇ Νικομηδείᾳ κατὰ τὸν ̓Αρριανὸν ἀπὸ ̓Ελαίας ̓Αμαζόνος. Καὶ πρὸς τῷ Πόντῳδὲ Θίβα, τόπος διὰ τοῦ ι εχων τὴν παραλήγουσαν, ἀπὸ μιᾶς τῶν ὑφ' ̔Ηρακλέος ἀναιρεθεισῶν ̓Αμαζόνων σχοῦσα τὴν κλῆσιν, ων αἱ διάφοροι, τουτέστιν αἱ ὑπερέχουσαι καὶ ἀξιολογώτεραι, κατὰ τὴν τοῦ ̓Αρριανοῦ ἱστορίαν, εἰσὶν αυται πρὸς ονομα, Τράλλα, ̓Ισοκράτεια, Θίβα, Πάλλα καὶ αλλαι. Καὶ ἡ Σμύρνα δὲ ̓Αμαζὼν ουσα καὶ αὐτὴ κατασχεῖν τὴν Εφεσον λέγεται, ἀφ' ης καὶ Σμύρνα τόπος ̓Εφέσου. Καὶ αὐτὴν δὲ τὴν Εφεσον Σμύρναν κληθῆναί ποτε λέγουσι. Φασὶ δὲ τὴν τῆς ̓Εφέσου πόλιν ἐν κοίλῳ τόπῳ οἰκισθεῖσαν τὴν ἀρχὴν καὶ χειμῶνι κατακλυσθεῖσαν ὑπὸ Λυσιμάχου μετατεθῆναι ενθα νῦν ἐστι, καὶ ̓Αρσινόην κληθῆναι ἀπὸ ̓Αρσινόης τῆς ἐκείνου γυναικός. Φέρεται δὲ καὶ ∆ούριδος καλὸν ἐπίγραμμα εἰς τὸν τοιοῦτον κατακλυσμὸν, ἐν ῳ καὶ ἀοιδοτάτην τῶν ̓Ιάδων πόλεων τὴν Εφεσον ἐκεῖνος λέγει· ἀρχὴ δὲ τοῦ ἐπιγράμματος αυτη· ̓Ηέριαι νεφέλαι, πόθεν υδατα πικρὰ πιοῦσαι νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε; καὶ τὰ ἑξῆς. Τὴν δὲ Εφεσον τὸ κύριον ονομα, γυνὴ γὰρ ἡ Εφεσος, ἀφ' ης ἡ πόλις ὀνομάζεται, πρόσπολον ̓Αρτέμιδός φασι, καὶ θυγατέρα αὐτῆς τὴν ̓Αμαζὼ ἱστοροῦσιν, ἀφ' ης αἱ ̓Αμαζόνες. Οἱ δέ φασι τὰς ̓Αμαζόνας ὑπὸ ̔Ηρακλέος διωκομένας, οτε κελεύοντος Εὐρυσθέως ἐπὶ τὸν τῆς ̔Ιππολύτης ἐστάλη ζωστῆρα, καταφυγεῖν ἐπί τινα βωμὸν ̓Αρτέμιδος, κἀκεῖ τυχεῖν ἀφέσεως, καὶ τὸν τόπον ἐκεῖθεν Εφεσον κληθῆναι κατὰ παραγραμματισμὸν, ἀντὶ τοῦ Αφεσον. Εθνος δὲ γυναικεῖον αἱ ̓Αμαζόνες πρὸς τῷ Θερμώδοντι, διὸ καὶ ἀπὸ μητέρων ἐγενεαλογοῦντο, καθάπερ ̓Αρριανὸς ἱστορεῖ. ̓Εκαλοῦντο δέ ποτε καὶ Σαυρομάτιδες, διὰ τὸ ἐν τῇ Σαυροματικῇ ποτε Σκυθίᾳ οἰκῆσαι, καθὰ προγέγραπται ἐν τοῖς περὶ Σαυροματῶν· η οἱονεὶ σαυροπάτιδες, διὰ τὸ σαύρας πάσασθαι, ο ἐστι γεύσασθαι· τοιούτων γὰρ ησθιον κρεῶν. ∆ιὸ καὶ ̓Αμαζόνες ἐκαλοῦντο κατά τινας, οὐ μόνον ὡς μονόμαζοι· ἐπεκαίοντο γὰρ βρέφοθεν τὸν δεξιὸν μαζὸν, ὡς αν μὴ ἐπικωλύῃ τὴν τοξείαν, ἀλλὰ καὶ οια μὴ μάζαις ἀλλὰ κρέασι θηρίων ἐπιτρεφόμεναι. Καὶ ταῦτα μὲν τοιαῦτα. Τὸν δὲ ῥηθέντα Μαίανδρον σκολιόν φασι ῥέειν, ἀφ' ου καὶ τὰς τῶν ποταμῶν σκολιότητας πάσας Μαιάνδρους καλεῖσθαι. ̔Ιστορεῖται δὲ οτι τὴν ἀνωτέρω εἰρημένην Πριήνην πρὸς τῇ θαλάσσῃ. ουσαν τὰς ἀρχὰς μεσόγεων πεποίηκεν ὁ Μαίανδρος μακρῷ προσχώματι· φησὶ γὰρ ὁ Γεωγράφος· «ουτω γὰρ ὁ Μαίανδρος πολὺν χοῦν κατάγων καὶ οπη τύχῃ τοῦ αἰγιαλοῦ προστιθεὶς πεποίηκε τὴν Πριήνην μεσόγεων τεσσαράκοντα σταδίων προσχώματι, ἐπὶ θαλάττῃ πρότερον