καὶ θέλω καὶ ὀφείλω, ἀνεμερίσαντο τὴν κλίσιν, καὶ ἕως μὲν τοῦ παρατατικοῦ, ὡς εἴρηται, <ὡς> ἀπὸ βαρυτόνων κλίνονται, μετὰ δὲ τὸν παρατατικὸν ἐν τοῖς ἐφεξῆς χρόνοις ὡς ἀπὸ τῶν περισπωμένων ποιοῦνται τὴν κλίσιν. Τούτου οὖν χάριν τὰ δι' ἑνὸς ˉλ ἐκφερόμενα ἔχουσι τὸν μέλλοντα μιᾷ συλλαβῇ περιττεύοντα τοῦ ἐνεστῶτος, οἷον <θέλω θελήσω, μέλω μελήσω, ὥσπερ> ποιῶ ποιήσω, νοῶ νοήσω. Ταῦτα μὲν ἐν τούτοις Ἔχομεν δὲ εἰπεῖν καὶ περὶ τῆς ποιότητος τῶν συλλαβῶν τοῦ μέλ λοντος· ἔλθωμεν δὲ καὶ διαλάβωμεν περὶ τῆς παραληγούσης τοῦ μέλ λοντος, περὶ γὰρ τῆς ἀρχούσης ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν. Ἰστέον ὅτι οἱ ἀπὸ βαρυτόνων μέλλοντες πάντες τὰ αὐτὰ ἔχουσι φωνήεντα τῷ ἐνεστῶτι κατὰ τὴν παραλήγουσαν, οἷον γράφω γράψω, τύπτω τύψω, κόπτω κόψω, πλέκω πλέξω, ἀνύω ἀνύσω, κρούω κρούσω, τοξεύω τοξεύσω, βασιλεύω βασιλεύσω, πείθω πείσω, νήθω νήσω, ᾄδω ᾄσω, λήβω λήψω καὶ λείπω λείψω, δανείζω δανείσω, συρίζω συρίσω, λακτίζω λακτίσω, βαδίζω βαδίσω, ἁρπάζω ἁρπάσω, ἑτοιμάζω ἑτοιμάσω, δεσπόζω δεσπόσω, πλὴν τῶν μελλόντων τῆς πέμπτης συζυγίας· οὗτοι γὰρ συστέλλουσι τὴν παραλήγουσαν κατὰ τὸν μέλλοντα, οἷον κείρω κερῶ, φθείρω φθερῶ, ῥαίνω ῥανῶ, μιαίνω μιανῶ, λιαίνω λιανῶ· χωρὶς τοῦ 152 πνίγω πνίξω, ἐρύκω ἐρύξω, ψύχω ψύξω· ταῦτα γὰρ κατὰ μὲν τὸν ἐνεστῶτα φύσει μακρὰ ἔχουσι τὰ δίχρονα, κατὰ δὲ τὸν μέλλοντα θέσει, ὡς μετ' ὀλίγον εἰσόμεθα· εἰσὶ δὲ καὶ ἕτερά τινα τῆς ἕκτης συζυγίας μὴ ἔχοντα τὴν αὐτὴν παραλήγουσαν τῷ ἐνεστῶτι, ὡς ἐπὶ τοῦ χέω χεύσω καὶ κλαίω κλαύσω καὶ τῶν ὁμοίων, περὶ ὧν ἐν τῇ ἰδίᾳ διδασκα λίᾳ τοῦ μέλλοντος τῆς ἕκτης συζυγίας μαθησόμεθα. Πρόσκειται οἱ ἀπὸ βαρυτόνων μέλλοντες διὰ τοὺς ἀπὸ περισπωμένων μέλλοντας, οἷον διὰ τὸ ποιῶ ποιήσω, βοῶ βοήσω, ὀμῶ ὀμόσω· οὗτοι γὰρ ἄλλῳ τρόπῳ κανονίζονται κατὰ τὴν παραλήγουσαν, ὡς ἐν τῇ περὶ αὐτῶν διδασκαλίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα. Παραλήγεται δὲ ἡ μὲν πρώτη τῶν βαρυτόνων τῷ ˉψ. Ἐνταῦθα περὶ τοῦ συμφώνου τοῦ ὄντος πρὸ τοῦ ˉω ἐν τῷ μέλλοντι διαλαμβάνει καὶ λέγει, <ὅτι> ἡ μὲν πρώτη συζυγία τῶν βαρυτόνων τὸ ˉψ ἔχει πρὸ τοῦ ˉω ἐν τῷ μέλλοντι, οἷον γράφω γράψω, τέρπω τέρψω, λείβω λείψω, τρέπω τρέψω, λείπω λείψω, κόπτω κόψω, ἅπτω ἅψω. Ἡ δὲ δευτέρα τὸ ˉξ ἔχει, οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, ἔχω ἕξω, πέκω πέξω (σημαίνει δὲ τὸ κτενίζω, ὡς παρὰ τῷ ποιητῇ <Ξ 176> πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινούς, ἀντὶ τοῦ κτενισαμένη). Ἡ δὲ τρίτη πρὸ τοῦ ˉω τὸ ς ἔχει κατὰ τὸν μέλλοντα, οἷον ᾄδω ᾄσω, εἴδω εἴσω, οἷον <Θ 532> εἴσομαι εἴ κέ μ' ὁ Τυδεί δης κρατερὸς ∆ιομήδης, νήθω νήσω, πείθω πείσω, ἀνύτω ἀνύσω. Ἡ δὲ τετάρτη διφορεῖται, πῇ μὲν διὰ τοῦ ˉς, πῇ δὲ διὰ τοῦ ˉξ· καὶ διὰ μὲν τοῦ ˉς ἐκφέρεται κατὰ τὸν μέλλοντα, οἷον φράζω φράσω, συρίζω συρίσω, ἁρπάζω ἁρπάσω, [καὶ] διὰ <δὲ> τοῦ ˉξ, οἷον πήσσω πήξω, πλήσσω πλήξω, τινάσσω τινάξω, φράσσω φράξω. Ἡ δὲ πέμπτη τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπω μένου τόνου, οἷον κείρω κερῶ, φθείρω φθερῶ, σπείρω σπερῶ, τίλλω τιλῶ, στέλλω στελῶ, ποικίλλω ποικιλῶ, κρίνω κρινῶ, νέμω νεμῶ, μένω μενῶ, δέρω δερῶ· ταῦτα δέ, φημὶ δὴ τὸ νέμω μένω δέρω, οὐ συνέστειλαν τὴν παραλήγουσαν, ἐπειδὴ καὶ ἐν τῷ ἐνεστῶτι βραχεῖα ἦν ἡ παρα λήγουσα, καὶ οὐ χρείαν εἶχε συστολῆς κατὰ τὸν μέλλοντα. Ἡ δὲ ἕκτη τὸ ˉς ἔχει πρὸ τοῦ ˉω κατὰ τὸν μέλλοντα, οἷον ἱππεύω ἱππεύσω, βασι λεύω βασιλεύσω, τοξεύω τοξεύσω, κρούω κρούσω, λούω λούσω. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι, ὡς ἀνωτέρω ἐμάθομεν, ἀναλογίαν ἔχει ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ· ἐπειδὴ οὖν ὅτε ἡ εὐθεῖα διὰ τοῦ ˉψ ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ ˉβ ἢ ˉπ ἢ ˉφ ἐκφέρεται, οἷον Ἄραψ 153 Ἄραβος, Κύκλωψ Κύκλωπος, Κίνυψ Κίνυφος (Κίνυψ δέ ἐστιν ὄνομα ποταμοῦ), τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς διὰ τοῦ ˉβ ἢ ˉπ ἢ ˉφ ἢ ˉπˉτ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ˉψ ἐκφέρεται, οἷον λείβω λείψω, γράφω γράψω, τέρπω τέρψω, τύπτω τύψω. Καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ˉξ ἐκφέρεται, τότε