94
ποίαν ἦλθεν ὁδόν; Ὁ μέν φησιν· Ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι· ὁ δὲ, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Οὕτως οὐδὲν εἶχον, καὶ ὅμως πάντα κατεῖχον. ʹ. Τί ταύτης σεμνότερον τῆς φωνῆς; τί μακαριώτερόν τε καὶ εὐπορώτερον; Ἕτεροι μὲν γὰρ ἐπὶ τοῖς ἐναντίοις ἡβρύνοντο λέγοντες· Ἔχω τόσα καὶ τόσα χρυσίου τάλαντα, καὶ πλέθρα γῆς ἄπειρα καὶ οἰκίας καὶ ἀνδράποδα· οὗτος δὲ, ἐπὶ τῷ πάντων εἶναι γυμνός· καὶ οὐ καταδύεται τῇ πενίᾳ, ὅπερ πάσχουσιν οἱ ἀνόητοι, οὐδὲ ἐγκαλύπτεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται. Ποῦ νῦν οἱ πλουτοῦντες, οἱ τόκους ἀριθμοῦντες καὶ τόκους τόκων, οἱ τὰ πάντων λαμβάνοντες, καὶ οὐδέποτε κορεννύμενοι; ἠκούσατε τῆς Πέτρου φωνῆς τῆς ἐπιδεικνυμένης πενίαν πλούτου μητέρα; τῆς οὐδὲν ἐχούσης, καὶ τῶν τὰ διαδήματα περικειμένων εὐπορωτέρας; Αὕτη γὰρ ἡ μηδὲν ἔχουσα καὶ νεκροὺς ἀνίστα, καὶ χωλοὺς διώρθου, καὶ δαίμονας ἤλαυνε, καὶ τοιαῦτα ἐχαρίζετο, ἅπερ οἱ τὴν ἁλουργίδα περιβεβλημένοι, καὶ τὰ μεγάλα καὶ φοβερὰ στρατόπεδα ἄγοντες, οὐδέποτε ἴσχυσαν· αὕτη ἡ φωνὴ τῶν εἰς οὐρανὸν ἤδη μεταστάντων, τῶν ἐκείνης ἐπειλημμένων τῆς κορυφῆς. Οὕτως ἔστι μηδὲν ἔχοντα, τὰ πάντων κατέχειν· οὕτως ἔστι μηδὲν κτώμενον, τὰ πάντων κεκτῆσθαι. Ἂν δὲ κτησώμεθα τὰ πάντων, τῶν πάντων ἀπεστερήμεθα. Τάχα αἴνιγμα τὸ εἰρημένον εἶναι δοκεῖ, ἀλλ' οὐκ ἔστιν. Ἀλλὰ πῶς, φησὶν, ὁ μηδὲν ἔχων, τὰ πάντων κατέχει; οὐ πολλῷ μᾶλλον ὁ τὰ πάντων ἔχων; Οὐδαμῶς, ἀλλὰ τοὐναντίον ἅπαν. Ὁ γὰρ μηδὲν ἔχων πᾶσιν ἐπιτάττει, ὡς κἀκεῖνοι ἐποίουν· καὶ γὰρ αἱ κατὰ τὴν οἰκουμένην αὐτοῖς οἰκίαι ἦσαν ἀνεῳγμέναι πᾶσαι, καὶ χάριν εἶχον οἱ παρέχοντες, καὶ ὡς πρὸς φίλους καὶ συγγενεῖς ἤρχοντο. Καὶ γὰρ πρὸς τὴν πορφυροπώλιδα ἦλθον, 61.129 καὶ ἐκείνη καθάπερ θεραπαινὶς τὰ ἑαυτῆς προὔθηκε· καὶ πρὸς τὸν δεσμοφύλακα, κἀκεῖνος τὴν οἰκίαν αὐτοῖς ἀνέῳξεν ἅπασαν· καὶ πρὸς ἑτέρους μυρίους. Οὕτω πάντα εἶχον, καὶ οὐδὲν εἶχον. Οὐδὲν γὰρ τῶν ὑπαρχόντων ἔλεγον ἴδιον εἶναι· διὰ τοῦτο πάντα ἦν αὐτῶν. Ὁ γὰρ κοινὰ τὰ ὄντα ἡγούμενος, οὐ τοῖς αὐτοῦ μόνον, ἀλλὰ καὶ τοῖς ἑτέρων χρήσεται ὡς ἰδίοις· ὁ δὲ ἀποσχίζων, καὶ ποιῶν ἑαυτὸν κύριον τῶν αὐτοῦ μόνων, οὐδὲ τούτων ἔσται κύριος. Καὶ τοῦτο ἀπὸ ὑποδείγματος δῆλον. Ὁ μηδὲν ὅλως κεκτημένος, μήτε οἰκίαν μήτε τράπεζαν μήτε περιττὸν ἱμάτιον, ἀλλὰ διὰ τὸν Θεὸν πάντων ἀπεστερημένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων ἅπερ ἂν θέλῃ, λήψεται· καὶ οὕτω τὰ πάντων ὁ μηδὲν ἔχων κατέχει. Ὁ δὲ ἔχων τινὰ, οὐδὲ τούτων ἔσται κύριος· οὔτε γὰρ δώσει τις τῷ κεκτημένῳ, καὶ λῃστῶν καὶ κλεπτῶν καὶ συκοφαντῶν καὶ μεταβολῆς πραγμάτων καὶ πάντων μᾶλλον ἔσται, ἢ ἐκείνου, τὰ ἐκείνου. Πᾶσαν γοῦν τὴν οἰκουμένην διέδραμεν ὁ Παῦλος, οὐδὲν ἐπιφερόμενος, οὐ πρὸς φίλους ἀπιὼν, οὐ πρὸς συνήθεις· καὶ γὰρ κοινὸς ἐν ἀρχῇ πολέμιος πᾶσιν ἦν· ἀλλ' ὅμως τὰ πάντων εἶχε μετὰ τὸ εἰσελθεῖν. Ὁ δὲ Ἀνανίας καὶ ἡ Σάπφειρα, ἵνα μικρόν τι τῶν ἰδίων κτήσωνται σπεύσαντες, πάντων ἐξέπεσον μετὰ καὶ αὐτῆς τῆς ζωῆς. Ἀπόστηθι τοίνυν τῶν σῶν, ἵνα ὡς ἰδίοις χρήσῃ τοῖς ἀλλοτρίοις. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τοσαύτην ἐξηνέχθην ὑπερβολὴν, ἀνθρώποις τοιαῦτα φθεγγόμενος, οἷς ἀγαπητὸν κἂν τῶν ὄντων μεταδοῦναί τι μικρόν. 61.130 ∆ιόπερ ταῦτα μὲν ἡμῖν πρὸς τοὺς τελείους εἰρήσθω· πρὸς δὲ τοὺς ἀτελεστέρους ἐκεῖνα λέγωμεν ∆ότε τῶν ὄντων τοῖς δεομένοις, αὐξήσατε τὴν οὐσίαν. Ὁ γὰρ διδοὺς πτωχῷ, φησὶ, δανείζει Θεῷ. Εἰ δὲ ἐπείγῃ, καὶ οὐκ ἀναμένεις τὸν καιρὸν τῆς ἀντιδόσεως, ἐννόει τοὺς τὰ χρήματα ἀνθρώποις δανείζοντας. Οὐδὲ γὰρ οὗτοι παραχρῆμα βούλονται τοὺς τόκους ἀπολαβεῖν, ἀλλὰ πλείονα ἐπιθυμοῦσι χρόνον μεῖναι παρὰ ταῖς τοῦ δανεισαμένου χερσὶ τὸ κεφάλαιον, μόνον ἐὰν ἀσφαλὴς ἡ ἀπόδοσις ᾖ, καὶ μὴ ὑποπτεύωσι τὸν εἰληφότα. Τοῦτο τοίνυν καὶ ἐνταῦθα γινέσθω· ἄφες αὐτὰ παρὰ τῷ Θεῷ, ἵνα ἀποδῷ σοι τὸν μισθὸν πολλαπλασίω. Μὴ ἐνταῦθα τὸ πᾶν ζήτει· ἂν γὰρ ἐνταῦθα αὐτὸ ἀπολάβῃς ὅλον, πῶς ἀπολήψῃ ἐκεῖ; ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς ἐκεῖ ταμιεύεται, ἅτε ἐπικήρου τοῦ παρόντος βίου τυγχάνοντος. ∆ίδωσι δὲ καὶ ἐνταῦθα· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν