θέλοντι τὴν κατάραν, οὐκ ερχεται ἡ εὐλογία, καὶ τῷ μὴ θέλοντι τὴν κατάραν, οὐκ ερχεται ἡ κατάρα. Καὶ τίς θέλει ἐλθεῖν αὐτῷ κατάραν; Οὐδεὶς μὲν τῷ λόγῳ, πλὴν δὲ δι' ων πράττουσι, θέλουσι τὴν κατάραν. Εἰ γὰρ καὶ μὴ εθελον, οὐκ αν τι τῶν κατάρας ἀξίων κα τειργάσαιντο. Καὶ ὡσαύτως καὶ ἐπὶ τοῦ θέ λειν τὴν εὐλογίαν νοητέον· οὐ γὰρ ὁ λόγῳ θέλων τὴν εὐλογίαν, ουτος εὐλογεῖται, ἀλλ' ὁ παρέχων ἑαυτὸν αξιον τῆς εὐλογίας Κυ ρίῳ δι' εργων ἀγαθῶν. 108.19 Καὶ ἐνεδύσατο κατάραν, ὡς ἱμά τιον. Εἰ ἐνδύονται κατάραν, ὡς ἱμάτιον, οἱ λα λοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ Σωτῆ ρος, οἱ δὲ αἱρετικοί εἰσιν οἱ λαλοῦντες πονη ρὰ κατὰ τῆς ψυχῆς τοῦ Χριστοῦ, ἀναιροῦν τες αὐτὸν, αρα ἐνδύσονται κατάραν, ὡς ἱμά τιον, καὶ διπλοΐδα αἰσχύνην αὐτῶν. - Ωσ περ τοὺς Χριστὸν ἐνδυσαμένους διὰ τῶν κα κῶν ἐκδύει ὁ Σατανᾶς, ουτως καὶ τοὺς κα τάραν ἐκδυσαμένους διὰ τῶν ἀρετῶν ἐνδύει ὁ Χριστός. 108.22 Καὶ ἡ καρδία μου τετάρακται ἐν τός μου. Εἰ καὶ τετάρακταί μου ἡ καρδία, ἀλλ' οὐχ ωστε μου καὶ εξωθεν φθάσαι τὴν ταραχὴν αὐτῆς ἐπὶ λόγον η πρᾶξίν μου· τοιοῦτόν ἐσ τιν καὶ τό· Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐτα ράχθη. 108.23,24 ̔Ωσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν, ἀντανηρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας. Τὸ σφοδρὸν τῆς ἐπιβουλῆς τῶν ἀδικησάν των λέγει, τὴν κακουχίαν τὴν αφατον, καὶ τὴν παρ' ἑαυτοῦ πάλιν γενομένην ἐν τοῖς τοιούτοις σπουδήν. Τὰ γόνατά μου, φησὶν, ἠσθένησαν ἀπὸ νηστείας. ̔Ορᾷς αὐτὸν οια κατασκευάζει οπλα πρὸς τὰς ἐπιβουλὰς καὶ πρὸς τὴν τοῦ αὐχμοῦ κακουχίαν, διὰ τούτων τὸν θάνατον παρεδήλωσε· σκιᾷ γὰρ, φησὶ, κλιθείσῃ καὶ ἀναιρεθείσῃ, παραπλησίως ἐδε ξάμην τοῦ βίου τὸ τέλος· ἀλλὰ καὶ δίκην ἀκρίδων ὑπὸ ἀνέμων ῥιπτομένων. καὶ τῇδε κἀκεῖσε περιφερομένων, ἀεὶ διετέλεσα. - ̓Απὸ νηστείας, οτε τεσσαράκοντα ἡμέραις ἐνήστησε καὶ τεσσαράκοντα νυξί. 108.25 Ειδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοῦτο γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυ ροῦ· ἐκίνουν γὰρ οἱ ̓Ιουδαῖοι τὰς κεφαλὰς αὐτῶν λέγοντες· Αλλους εσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 108.29-31 ̓Ενδυσάσθωσαν οἱ ἐν διαβάλ λοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. ̓Εξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· οτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν κατα διωκόντων τὴν ψυχήν μου. ̓Εντροπὴν ἐνδύονται οἱ ἐνδιαβάλλοντες τὸν δίκαιον. - ̔Ο μὲν Σαμουὴλ ἐνδύεται διπλοΐδα, ην πεποίηκεν αὐτῷ ἡ ανω ̔Ιερου σαλὴμ, ητις ἐστὶ μήτηρ ἡμῶν· οἱ δὲ ἁμαρ τωλοὶ ἐνδύονται διπλοΐδα αἰσχύνην αὐτῶν. -̔Η ἐξομολόγησις τὴν εὐχαριστίαν σημαί νει, ην ποιεῖται διὰ τῶν εἰς αὐτὸν πιστευόν των ἐθνῶν· κεφαλὴ γὰρ τῆς ἐκκλησίας τυγ χάνων, τὸν αὐτῆς οἰκειοῦται υμνον. -Πα ρέστη δὲ Πατὴρ ἐκ δεξιῶν Υἱοῦ τοῦ πτωχεύ σαντος, ἀχώριστον τὴν οἰκίαν ποιησαμένου, διὰ τὴν τοῦ Υἱοῦ πρὸς τὴν ἀνθρωπότητα ενωσιν, καν συνεχώρει τὸ πάθος, ἐπειδὴ δι' αὐτοῦ τὸ τοῦ κόσμου σωτήριον γίνεσθαι ε μελλεν. ̓Αντὶ δὲ τούτων ἁπάντων ἀμοιβὰς ἀνατίθεται τῷ Θεῷ, τὴν ὑμνολογίαν, τὴν εὐ χαριστίαν, τὸ παράπασιν ἀπαγγέλλειν αὐτοῦ τὰ κατορθώματα, τὸ ἐν μέσῳ θεάτρῳ κήρυ κα γενέσθαι τῶν αὐτῷ ὑπαρξόντων. Τοῦτο γὰρ θυσία, τοῦτο προσφορὰ, τὸ τὰς εὐεργε σίας τοῦ Θεοῦ διὰ παντὸς ἐπὶ μνήμης φέ ρειν καὶ ἐγκολάπτειν τῇ διανοίᾳ, καὶ ἐπὶ στόματος ἀνακηρύττειν. -Ει τίς ἐστι δε ξιὸς, ουτος πάντως καὶ ἐν δεξιᾷ παρίσταται τῷ δικαίῳ· εἰ δέ τις ἐν δεξιᾷ παρίσταταί τι νι, ουτος οὐ πάντως ἐστὶ καὶ δεξιός· καὶ γάρ· ̔Ο διάβολος, φησὶ, στήτω ἐκ δεξιῶν αὐτοῦ. 109.1-6 Ειπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, εως αν θῶ τοὺς ἐχ θρούς σου ὑποπόδιον τῶν ποδῶν σου. - ̔Ράβ δον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν, κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. -Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμε ώς σου, ἐν τοῖς λαμπρότησι τῶν ἁγίων σου, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. - Ωμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. -Κύριος ἐκ δεξιῶν σου, συ νέθλασε ἐν ἡμέρᾳ ὀργῆς