Σελεύκου εἰσὶ τοῦ Νικάτορος, αιτινες καὶ ἀδελφαὶ διὰ τὴν πρὸς ἀλλήλας ὁμόνοιαν ἐκαλοῦντο. Καὶ ἡ μὲν μεγίστη, φασὶ, τῷ τοῦ Σελεύκου πατρὶ τῷ ̓Αντιόχῳ ἐπωνομάζετο, ἡ δὲ ἐρυμνοτάτη αὐτοῦ ἐπώνυμος ην, ̓Απάμεια δὲ τὸ τῆς γυναικὸς εφερεν ονομα, Λαοδίκεια δὲ τὸ τῆς μητρός.» Περὶ δὲ ̓Αντιοχείας αλλοι καὶ ουτω φασίν· « ̓Αντιόχῳ τῷ Σελεύκου τρεῖς ἐπεφάνησαν κατ' οναρ γυναῖκες, κτίσαι πόλιν ἑκάστη λέγουσα. ̔Ο δὲ ὑπολαβὼν αὐτὰς τὴν γυναῖκα ειναι καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν, κτίζει ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσσης Νύσσαν, ἀπὸ δὲ τῆς μητρὸς ̓Αντιοχίδος ̓Αντιόχειαν.» Ετι δὲ περὶ ̓Αντιοχείας καὶ ταῦτα λέγεται, οτι καὶ Θεούπολις ηρξατο καλεῖσθαι ἐπὶ ̓Ιουστινιανοῦ, ἀνεψιοῦ ̓Ιουστίνου τοῦ Θρᾳκός· καὶ οτι περὶ τὸ Σίλπιον ορος κεῖται, οπου καὶ τόπος ἐστὶν ἡ ̓Ιώπολις, ἀπὸ ̓Ιοῦς τελευτησάσης ἐκεῖ, ητις καὶ Ισις υστερον ἐκλήθη, ὡς καὶ ὁ υἱὸς αὐτῆς Επαφος Απις· καὶ οτι τετραπόλεως αὐτῆς ουσης καὶ τετειχισμένης τείχει κοινῷ τε καὶ ἰδίῳ κατὰ εκαστον κτίσμα· τὸ μὲν πρῶτον Σέλευκος ὁ ἐπικαλούμενος Νικάτωρ συνῴκισεν, εἰς ον τότε τὸ τῆς ̓Ασίας περιελήλυθε κράτος, τὸ δεύτερον δὲ οἱ οἰκήτορες εκτισαν, τὸ δὲ τρίτον Σέλευκος ὁ Καλλίνικος, καὶ τὸ τέταρτον ὁ ̓Επιφανὴς ̓Αντίοχος. Εἰσὶ δὲ ̓Αντιόχειαι περί πουτὰς ιδʹ, ὡς οἱ ἱστοροῦντες ἐκτίθενται· ἐξ ων αυτη ἡ τῆς Κοίλης Συρίας προκαθημένη οὐ πολὺ κατὰ τὸν Γεωγράφον ἐλείπετο δυνάμει καὶ μεγέθει Σελευκείας τῆς ἐπὶ τῷ Τίγρει καὶ ̓Αλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ. 919 Οτι πρὸς ἀνατολὰς τῆς ̓Απαμείας κατασύρεται ὑγρὸς ̓Ορόντης, ασπετος, ος ἐκ Κοίλης Συρίας εχων τὰς ἀρχὰς, καὶ ὑπὸ γῆν ἐνεχθεὶς, ειτα τὸ ῥεῦμα ἀναδοὺς καὶ διὰ τῆς ̓Απαμέων γῆς προελθὼν εἰς ̓Αντιόχειαν καὶ πλησιάσας τῇ πόλει μέσην ὁρίζει τὴν ̓Αντιοχέων γῆν, οὐχ οτι μέσην τέμνει τὴν πόλιν, ὡς τὴν Ταρσὸν ὁ Κύδνος, ἀλλ' οτι τὰ ἐκεῖ παραρρέει. ̔Ο δὲ Γεωγράφος φησὶν οτι ̓Ορόντης ἐν Συρίᾳ καταδὺς εἰς τὸ μεταξὺ ̓Απαμείας καὶ ̓Αντιοχείας χάσμα, ο καλοῦσι Χάρυβδιν, ἀνατέλλει πάλιν ἐν τεσσαράκοντα σταδίοις, καὶ καταφέρεται πρὸς θάλασσαν τὴν κατὰ Σελεύκειαν, Τυφὼν μὲν καλούμενος πρότερον διὰ τὸν ἐπὶ τῷ Τυφῶνι μῦθον, ος ἐν ̓Ιλιάδι γέγραπται, μεταβαλὼν δὲ καὶ τὸ τοῦ γεφυρώσαντος αὐτὸν μεταλαβὼν ονομα, ος ̓Ορόντης ἐκαλεῖτο, ου τάχα πρὸς ἀντιδιαστολὴν ὑγρὸν ̓Ορόντην ὁ ∆ιονύσιος τὸν ποταμὸν ἐπωνόμασεν, η καὶ αλλως ἁπλούστερον, ὡς καὶ τὸν ἐν Πελοποννήσῳ ποταμὸν ̓Ιάονα ὑγρὸν ειπεν. Αλλοι δέ φασιν οτι ὁ Καῖσαρ Τιβέριος ἐκ ∆ράκοντος αὐτὸν ̓Ορόντην μετωνόμασεν, ο σημαίνει ̔Ρωμαϊστὶ τὸν ἀνατολικόν. 921 Οτι πᾶσα ἡ περὶ ̓Αντιόχειαν χώρα λιπαρά τε καὶ ευβοτος, καὶ ἀγαθὴ μῆλα τρέφειν, καὶ δένδρεσι καρπὸν αυξειν· μητρόπολις δὲ ην αυτη Συρίας, καὶ ἐν αὐτῇ τὸ βασίλειον ην τοῖς αρχουσιν. Ην δὲ καὶ αὐτὴ τῆς Σελευκίδος μοίρας. ̓Ιστέον δὲ οτι μερίς ἐστι Συρίας ἀρίστη ἡ λεγομένη Σελευκὶς καὶ καλουμένη Τετράπολις, διὰ τὰς ἐν αὐτῇ ἐξεχούσας τέσσα ρας πόλεις, αι ησαν ̓Απάμεια καὶ Λαοδίκεια, περὶ ων ἀνωτέρω ειρηται, καὶ ̓Αντιόχεια αυτη καὶ Σελεύκεια ἡ ἐν Πιερίᾳ ορει, ο προσεχὲς τῷ ̓Αμανῷ ἐστιν· ην Σελεύκειαν ἡ ἱστορία ερυμά φησιν ειναι ἀξιόλογον καὶ βίας κρεῖττον. Οτι δὲ πολλαὶ ̓Αντιόχειαι καὶ ει τι αλλο εδει ῥηθῆναι ὡς ἐν συνόψει προγέγραπται. 924 Οτι νοτιώτερον τῆς Συρίας ἡ ̓Αραβία, καὶ οτι ὁ ̓Αράβιος κόλπος μέσος εἱλεῖται Συρίας καὶ ̓Αραβίας, τυτθὸν ἐπὶ τὴν ἀνατολὴν τετραμμένος, ητοι παρεκκλίνων καὶ παρεκνεύων αχρι Σελάνων· ους τινες ὀξύνουσιν ὁμοίως τῷ ̓Αλανοί Γερμανοί καὶ τοῖς τοιούτοις ἐθνικοῖς· εθνος γὰρ καὶ οἱ Σελανοὶ ̓Αράβιον. Καὶ ορα εως ποῦ παρατείνειν βούλεται τὴν Συρίαν, ην καὶ φθάσας εφη ἐς νότον ερπειν. ∆ιὸ καὶ τοὺς Αραβας Σύρους ἐκάλουν τινὲς διὰ τὴν ἐκ τοῦ ὁμορεῖν ἐπιμιξίαν αὐτῶν· συναφὲς γὰρ τῇ ̓Αραβίᾳ τὸ νότιον πέρας τῆς Συρίας. 927 Οτι περὶ ̓Αραβίαν, ην καὶ ἐρατεινὴν καλεῖ, οἱ ολβιστοι Αραβες, τουτέστιν οἱ εὐδαίμονες· ολβος γὰρ ἡ εὐδαιμονία. ̔Η τοιαύτη δὲ χώρα καὶ εὐδαίμων ̓Αραβία λέγεται. Τούτων δὲ ἡ γῆ δισσῇ, φησι, θαλάσσῃ εζωσται, Περσίδι τε ̓Αραβίῃ τε, ων μέση κεῖται ἡ τῶν ̓Αράβων γῆ.