πότε ἐλθὼν ἐξ ἀληθείας συναγάγῃ αὐτήν. ἀδήλου δὲ τοῦ μέλλοντος ὄντος, ἐλπιζέτω πλέον ἔτι τῷ κυβερνήτῃ καλῶς ἐπελπίζουσα καὶ μνημονευέτω, πῶς καὶ Ῥαὰβ οὖσα μετὰ ἀλλοφύλων ἐπίστευσεν Ἰσραηλίταις καὶ μετ' αὐτῶν κατηξιώθη· οἱ δὲ Ἰσραηλῖται τῇ ἀγάπῃ εἰς Αἴγυπτον μετεστράφησαν. ὡς οὖν οὐδὲν ἔβλαψε τὴν Ῥαὰβ ἡ μετὰ τῶν ἀλλοφύλων οἴκησις, ἀλλ' ἡ πίστις ᾠκείωσε τῇ μερίδι τῶν Ἰσραηλιτῶν, οὕτως οὐδὲν βλάψει ἁμαρτία τοὺς ἐν ἐλπίδι καὶ πίστει τὸν λυτρωτὴν ἐκδεχομένους, ὃς παραγενόμενος μεταβάλλει τοὺς λογισμοὺς τῆς ψυχῆς καὶ ποιεῖ αὐτοὺς θεϊκούς, οὐρανίους, ἀγαθούς, καὶ διδάσκει τὴν ψυχὴν εὐχὴν ἀληθινήν, ἀπερίσπαστον, ἀρέμβαστον. «μὴ φοβοῦ,» φησιν «ἐγὼ ἔμπροσθέν σου πορεύομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω», καὶ πάλιν· «πρόσεχε» φησὶ «σεαυτῷ, μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα»· «μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τοῦτο τὸ ἔθνος πολὺ καὶ ἰσχυρόν». Ἐὰν μὴ ἡμεῖς χαυνωθῶμεν καὶ παραδῶμεν τὰς νομὰς τοῖς ἀτάκτοις λογισμοῖς τῆς κακίας, ἀλλὰ τῷ θελήματι ἡμῶν ἕλκωμεν τὸν νοῦν, βιαζόμενοι τοὺς λογισμοὺς πρὸς τὸν κύριον, πάντως ὁ κύριος τῷ θελήματι αὐτοῦ ἐλεύσεται πρὸς ἡμᾶς καὶ ἐξ ἀληθείας συναγάγῃ ἡμᾶς πρὸς ἑαυτόν· πᾶσα γὰρ ἡ εὐαρέστησις καὶ ἡ διακονία ἐν τοῖς διαλογισμοῖς ἐστιν. ὥστε σπούδασον ἀρέσαι τῷ κυρίῳ προσδοκῶν αὐτὸν ἀεὶ ἔσωθεν, ζητῶν αὐτὸν ἐν τοῖς διαλογισμοῖς καὶ βιαζόμενος καὶ ἀναγκάζων τὸ ἑαυτοῦ θέλημα καὶ τὴν προαίρεσιν πρὸς αὐτὸν ἀεὶ ἀνατείνεσθαι. καὶ ὅρα πῶς ἔρχεται πρὸς σὲ καὶ μονὴν ποιεῖται παρὰ σοί. ὅσον γὰρ συνάγεις τὸν νοῦν σου εἰς τὴν ζήτησιν αὐτοῦ, πολὺ πλέον αὐτὸς ἀναγκάζεται ὑπὸ τῆς ἰδίας εὐσπλαγχνίας καὶ χρηστότητος ἐλθεῖν πρός σε καὶ ἀναπαῦσαί σε. ἕστηκε γὰρ θεωρῶν σου τὸν νοῦν, τοὺς διαλογισμούς, τὰς ἐνθυμήσεις, ἐπισκοπῶν πῶς ζητεῖς αὐτὸν καὶ εἰ ἐξ ὅλης τῆς ψυχῆς σου, εἰ μὴ νωθρῶς, εἰ μὴ ἀμελῶς. καὶ ὅταν ἴδῃ τὴν σπουδήν σου πρὸς τὴν αὐτοῦ ζήτησιν, τότε φανεροῦται καὶ ἐπιφαίνεταί σοι καὶ τῆς αὐτοῦ βοηθείας μεταδίδωσι καὶ τὴν νίκην σοι ποιεῖ, ῥυόμενός σε ἐκ τῶν ἐχθρῶν σου. θεωρήσας γὰρ πρότερον τὴν σὴν πρὸς αὐτὸν ζήτησιν καὶ ὡς ὅλην σου τὴν προσδοκίαν ἀδιαλείπτως πρὸς αὐτὸν ἔχεις, οὕτως διδάσκει καὶ δίδωσί σοι εὐχὴν ἀληθινήν, ἀγάπην ἀληθινήν, ἥτις ἐστὶν αὐτὸς ἐν σοὶ πάντα γιγνόμενος, παράδεισος, «ξύλον ζωῆς», μαργαρίτης, στέφανος, οἰκοδόμος, γεωργός, παθητός, ἀπαθής, ἄνθρωπος, θεός, οἶνος, «ὕδωρ ζῶν», πρόβατον, νυμφίος, πολεμιστής, ὅπλον, πάντα ἐν πᾶσι Χριστός. καὶ ὥσπερ τὸ νήπιον οὐκ οἶδεν ἑαυτὸ θεραπεῦσαι ἢ τημελῆσαι, ἀλλὰ μόνον ἀποβλέπει πρὸς τὴν μητέρα, κλαῖον πότε σπλαγχνισθεῖσα τοῦτο ἀναλάβηται, οὕτως αἱ πισταὶ ψυχαὶ μόνῳ τῷ κυρίῳ ἐπελπίζουσιν ἀεί, πᾶσαν δικαιοσύνην αὐτῷ ἀπονέμουσαι. ὥσπερ γὰρ χωρὶς τῆς ἀμπέλου τὸ κλῆμα ψύγεται, οὕτως καὶ ὁ ἄνευ Χριστοῦ δικαιοῦσθαι θέλων. ὡς «ὁ λῃστὴς καὶ ὁ κλέπτης ἐστὶν ὁ μὴ διὰ τῆς εἰσόδου εἰσερχόμενος, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων», ὡς ὁ ἄνευ τοῦ δικαιοῦντος ἑαυτῷ δικαιούμενος. Ἄρωμεν οὖν τὸ σῶμα τοῦτο καὶ ποιήσωμεν θυσιαστήριον καὶ ἐπιθῶμεν ἐπάνω πᾶσαν ἡμῶν τὴν ἐνθύμησιν. δεηθῶμεν τοῦ κυρίου, ἵνα πέμψῃ ἐξ οὐρανοῦ τὸ ἀόρατον καὶ μέγα πῦρ καὶ καταφάγῃ τὸ θυσιαστήριον καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ πάντες οἱ ἱερεῖς τῆς Βάαλ πέσωσιν, αἵτινές εἰσιν αἱ ἀντικείμεναι ἐνέργειαι, καὶ τότε ὀψόμεθα τὸν πνευματικὸν ὑετὸν ὡς ἴχνος ἀνθρώπου ἐρχόμενον ἐν ψυχῇ, ὥστε γενέσθαι ἐν ἡμῖν τὴν τοῦ θεοῦ ἐπαγγελίαν, καθὼς εἴρηται ἐν τῷ προφήτῃ· «ἀνορθώσω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν ∆αβὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω»· ἵνα τὴν ἐν νυκτὶ καὶ σκότει διαιτωμένην ψυχὴν ἐν μέθῃ ἀγνοίας τῇ ἰδίᾳ χρηστότητι ὁ κύριος ἐπιλάμψῃ, καὶ λοιπὸν ἀνανήψασα ἐκείνη ἀπροσκόπως ὁδεύῃ, τὰ τῆς ἡμέρας καὶ ζωῆς ἔργα ἐπιτελοῦσα· ἐκεῖθεν γὰρ τρέφεται