Ναβαταία χώρα πολύανδρος, φασὶ, καὶ ευβοτος. Μητρόπολις δὲ Ναβαταίων ἡ Πέτρα. Λέγονται δὲ καὶ σώφρονες οἱ Ναβαταῖοι καὶ κτητικοὶ, ωστε ὁ μὲν τὴν οὐσίαν μειώσας δημοσίᾳ ζημιοῦται, τῷ δὲ αὐξήσαντι κεῖνται τιμαί. Εἰσὶ δὲ καὶ ὀλιγόδουλοι, καὶ διακονοῦνται τὸ πλέον ὑπὸ συγγενῶν, καί εἰσιν αὐτοδιάκονοι καὶ ἀντιδιάκονοι. ̔Ο δὲ τῶν ̓Εθνικῶν ἀναγραφεὺς λέγει οτι καὶ ∆αχαρηνοὶ τὸ τοιοῦτον εθνος ἐκλήθη, ο εστιν ἀρσενικοί. 963 Οτι ἀντιπέραν τῆς εὐδαίμονος ̓Αραβίας πρὸς ζέφυρον λυπρὸν ουδας ̓Ερεμβῶν, ητοι τῶν ἐν ἀρχῇ τοῦ βιβλίου ῥηθέντων Τρωγλοδυτῶν· οι, φησὶν, οὐχ ὡς οἱ ἀντιπαρακείμενοι ἁβρόβιοι Αραβες ζῶσιν, ἀλλὰ τὸν βίον ὑπὸ πέτραις κατωρυχέεσι, μᾶλλον δὲ καταρρωγέσι, τίθενται, γυμνοὶ καὶ κτεάνων ἐπιδεεῖς καὶ αὐαλέοι τὸν χρῶτα, διὰ τὸ καύματι θάλπεσθαι, οια θῆρες ἀλώμενοι, αλγεα εχοντες. Καὶ ἐπάγει γνωμικόν «οὐ γὰρ ἐν ολβῳ ισην μοῖραν ἐν ἀνδράσι θήκατο θεός·» οπερ ομοιόν ἐστι τῷ «οὐ πᾶσι πάντα δέδωκε θεός.» 970 Οτι πρὸς αὐγὰς τοῦ Λιβάνου ὡς πρὸς Μεσοποταμίαν ἡ ἑτέρα Συρία μηκύνεται, ηγουν ἡ παρὰ τὴν Κοίλην Συρίαν ἑλκομένη καὶ μέχρι Σινώπης, ην ἁλίκλυστον λέγει διὰ τὸ χερρόνησον ειναι· ἐφ' ης ἑτέρας ταύτης Συρίας οἱ Καππαδόκαι μεσήπειροι, ους προπαροξυτόνως Καππάδοκας ὁ Γεωγράφος λέγει, ὡς ἀπὸ εὐθείας τῆς ὁ Καππάδοξ· οι, ὡς προϊστόρηται, καὶ Λευκόσυροι λέγονται πρὸς ἀντιδιαστολὴν τῶν ἑτέρων μελαγχρόων Σύρων. ̔Ο δὲ ∆ιονύσιος τοὺς Καππαδόκας καὶ ἐπιστήμονας ἱπποσύνης φησὶν, ος καὶ τοὺς ἁλὸς αγχι τῆς τοῦ Εὐξείνου παρὰ τὸν Θερμώδοντα οὐ Σύρους, ἀλλὰ ̓Ασσυρίους φησὶν, ὡς καὶ ἐν τοῖς περὶ Σινώπης προγέγραπται. Καὶ ορα οτι ἐνταῦθα σαφέστατα ὁ ∆ιονύσιος ἐφάνη δύο δοξάζων Συρίας, ων τρίτην ἑτερώνυμον εχει τὴν ̓Ασσυρίαν, ην, ὡς εκ τε τῶν προλαβόντων ἐδηλώθη καὶ ὡς ἐκ τῶν αρτι λεχθέντων φαίνεται, μετὰ τοὺς Χάλυβας ειναι ἱστορεῖ, καὶ ἐμπεριγράφει αὐτὴν περὶ τὴν θάλασσαν τοῦ Εὐξείνου πόντου παρὰ τὸ στόμα τοῦ Θερμώδοντος. ̔Ως ειναι κατ' αὐτὸν μίαν μὲν Συρίαν τὴν Κοίλην, ὑπερεκπίπτουσαν πρὸς νότον καὶ εως ̓Αραβίας, ὡς καὶ αὐτὸς ἱστόρησεν, ης μέρος καὶ ἡ παραλία Φοινίκη κατὰ τὸν αὐτὸν ∆ιονύσιον, εἰπόντα οτι τῶν Σύρων οἱ μὲν ἐν ἠπείρῳ, οἱ δὲ ἁλὸς ἐγγὺς, ἐπωνυμίην Φοίνικες, ἑτέραν δὲ δευτέραν Συρίαν, τὴν ὑπὲρ Λίβανον εως Σινώπης, περὶ ην μέσην οἱ Καππαδόκαι· τρίτους δ' ἐκεῖθεν περὶ τὴν τοῦ Εὐξείνου θάλασσαν κεῖσθαι τοὺς ̓Ασσυρίους. Φησὶ γάρ « ̓Ασσύριοι ἁλὸς αγχι παρὰ στόμα Θερμώδοντος.» Εἰ μὴ αρα τις καὶ τούτους Σύρους βούλεται λέγειν, ἀδιάφορον ἡγούμενος τὸ τῶν ̓Ασσυρίων καὶ Σύρων ονομα κατά τινας. Οτι δὲ περὶ ̓Ασσυρίων αλλοις αλλα ἱστόρηται, ἱκανῶς ἀλλαχοῦ προείρηται· καὶ οτι δὲ ὑπό τινων εἰς πλείους μοίρας ἡ Συρία διῃρεῖτο, προεγράφη καὶ αὐτὸ ἐν τοῖς περὶ τῆς Κομμαγηνῆς χώρας. Αλλοι δὲ εἰς τρία διῄρουν αὐτὴν, Κοιλοσύρους καὶ Σύρους καὶ Φοίνικας. Καὶ τοιαῦτα μὲν καὶ ταῦτα. ̓Εν δὲ Καππαδοκίᾳ ἱστορεῖται μάγους ειναι, οι Πύραιθοι ὠνομάζοντο, ὡς πῦρ αιθοντες καὶ δι' αὐτοῦ μαντευόμενοι. Οτι δὲ ἀπό τινος Καππάδοκος οἱ Καππαδόκαι ουτοι καλοῦνται, προείρηται καὶ αὐτό. ̔Ο δὲ Γεωγράφος λέγει καὶ οτι τὴν Καππαδοκίαν Πέρσαι μὲν εἰς δύο σατραπείας διεῖλον, Μακεδόνες δὲ υστερον εἰς δύο βασιλείας, ων τὴν μὲν ἰδίως Καππαδοκίαν ὠνόμασαν καὶ μεγάλην Καππαδοκίαν καὶ πρὸς τῷ Ταύρῳ Καππαδοκίαν, τὴν δὲ ἑτέραν πρὸς τῷ Πόντῳ Καππαδοκίαν ἐκάλεσαν. 976 Οτι πρὸς ἀνατολὰς τῆς Καππαδοκίας ὁ Εὐφράτης ποταμὸς ἀπειρέσιος ἀπὸ τοῦ ̓Αρμενίου ῥέει ορους μακρὸς, ἐπὶ νότον τὰ πρῶτα, ειτα ἑλίξας ἀγκῶνας πρὸς ἀνατολὰς καὶ μέσην τὴν Βαβυλῶνα περάσας εἰς τὴν Περσίδα θάλασσαν ἀπερεύγεται, παρὰ τὴν Τερηδόνα, πόλιν Περσικὴν, ῥέων διὰ τῆς μεγάλης ̓Αρμενίας εως τῆς μικρᾶς. Μετὰ δέ γε τὸν Εὐφράτην εἰς αὐγὰς ὁ Τίγρις ῥόον ισον ἐλαύνων, ηγουν ἐπ' εὐθείας, κατὰ δὲ αλλους καὶ αὐτὸς ὁμοίως ἀγκωνιζόμενος, καὶ ουτω μετ' οὐ πολὺ διάστημα εἰς ισον τῷ Εὐφράτῃ γινόμενος, κοινοῦται τὸ ῥεῦμα καὶ συγκαταβαίνει εἰς τὴν θάλασσαν. Τὸ δὲ μέσον τούτων διάστημα Μέσην, φησὶ, καλοῦσι ποταμῶν, ο εστι Μεσοποταμίαν·