103
συνελθουσῶν γενέσθαι καὶ τὸν θεὸν καὶ τὰ στοιχεῖα καὶ πάντα τὰ ἐν αὐτοῖς, ὡς μηδὲν μήτε γενέσθαι 1.283 μήτε ἑστάναι εἰ μὴ ἐκ τῶν ἀτόμων ἦν. ἀτόμους δὲ λέγουσι τὸ λεπτομερέστερον, καὶ μεθ' ὧν οὐκ ἂν γένοιτο κέντρον ἢ σημεῖον οὐδέν, οὐδὲ διαίρεσις οὐδεμία. τὸν δὲ θεὸν ἀΐδιον καὶ ἄφθαρτον ὄντα μηδ' ὅλως τινὸς προνοεῖν. καὶ ὅλως πρόνοια, φησίν, οὐκ ἔστιν, οὐδὲ εἱμαρμένη, ἀλλ' αὐτοματισμῷ πάντα γίνεσθαι. τὸ δὲ οἰκητήριον τοῦ θεοῦ ἔξω τοῦ κόσμου εἶναι λέγει, ἐν τοῖς μετα κοσμίοις οὕτω καλουμένοις τόποις· ἡσυχάζων γὰρ ἥδεται ἐν τῇ ἀκροτάτῃ εὐφροσύνῃ, καὶ οὔτε αὐτὸς βούλεται πράγματα ἔχειν οὔτε ἄλλῳ παρέχειν.
Tέλος δὲ τῶν ἀγαθῶν καὶ σοφῶν ἀνδρῶν τὴν ἡδονὴν εἶναί φησιν, εἴτε τὴν κατὰ τὰς θνητὰς ἐπιθυμίας εἴτε τὴν κατ' ἀρετήν. αἷμα δὲ καὶ τὰς ψυχὰς εἶναι, καὶ συνδιαλύε σθαι τοῖς σώμασιν ὥσπερ καὶ συγγεννῶνται. κρίσιν φησὶ μὴ εἶναι μήτε δικαστήρια, ἀλλ' ἀνευθύνους εἶναι παντελῶς τοὺς τὰ ἄθεσμα δράσαντας. Τρισκαιδέκατος Σέξτοι καὶ Πύρρωνες, ὁ μὲν μὴ εἶναι πάντῃ γνωστὸν καὶ καταληπτὸν ὁ Σέξτος δογματίζων, ἐπέχων καὶ ἐν ιστάμενος· οὗτος καὶ πρὸς πᾶσαν ἀντεῖπε τέχνην καὶ ἐπιστήμην. ὁ δὲ Πύρρων φιλόσοφος ὢν ἐφεκτικὸς ἐκαλεῖτο, ἐνιστάμενος κατὰ τοῦ ἐξεναντίας, φιλοσόφου καὶ τούτου ὄντος. οὗτος πάντα γνω στὰ καὶ καταληπτὰ ἔφασκεν εἶναι, καὶ οὕτω τὰ ἀλλήλων λογο μαχοῦντες ἀνῄρουν. Ἀκαδημαϊκοὶ καὶ Πυρρώνειοι ἄλλη αἵρεσις φιλοσόφων. ἐκλήθησαν δὲ Ἀκαδημαϊκοὶ διὰ τὸ ἐν τῇ Ἀκαδημίᾳ τὰς διατριβὰς 1.284 αὐτοὺς ποιεῖσθαι. ὧν ἄρξας ὁ Πύρρων, ἀφ' οὗ Πυρρώνειοι ἐπεκλήθησαν φιλόσοφοι, τὴν ἀκαταληψίαν ἁπάντων πρῶτος εἰσή γαγεν, ὡς ἐπιχειρεῖν μὲν εἰς ἑκάτερα, μὴ μέντοι ἀποφαίνεσθαι μηδέν· οὐδὲν γὰρ εἶναι ἔλεγεν οὔτε νοητὸν οὔτε αἰσθητὸν ἀληθές, ἀλλὰ δοκεῖν τοῖς ἀνθρώποις οὕτως ἔχειν. Οὗτοι μὲν οὖν πάντες ἐπὶ τῆς τοῦ παντὸς φύσεώς τε καὶ γενέσεως ταύτης, καθὼς ἐξεθέμεθα, ἐξεῖπον τῇ αὐτῶν δόξῃ. κάτω δὲ τοῦ θείου πάντες χωρήσαντες περὶ τῶν γινομένων οὐσίαν ἠσχολήθησαν, τὰ μεγέθη τῆς κτίσεως καταπλαγέντες καὶ αὐτὰ τὸ θεῖον εἶναι νομίσαντες, ἕτερος ἕτερον μέρος τῆς κτίσεως προ κρίναντες, τὸν τούτων θεὸν καὶ δημιουργὸν οὐκ ἐπέγνωσαν. ἡμεῖς δὲ τῶν ἐφεξῆς ἱστοριῶν πάλιν τὴν τάξιν ἀναλαβόντες τοῦ λόγου ἐχώμεθα. Πτολεμαῖος ὁ Λάγου ἐβασίλευσεν Αἰγύπτου ἔτη τεσσαρά κοντα (ἐπὶ τούτου Ἐπίκουρος ὁ φιλόσοφος ἐγνωρίζετο) μετὰ ∆α ρεῖον Ἀρσάμου, ὃν διὰ τοὺς τῶν Ῥωμαίων βασιλεῖς παρελίπομεν, βασιλεύσαντα ἔτη ϛʹ· ὃν καὶ ἀνεῖλεν Ἀλέξανδρος, καταλύσας τὴν βασιλείαν Περσῶν διαρκέσασαν ἔτη σμʹ. αὐτὸς δὲ ὁ Ἀλέξανδρος πάσης γῆς σχεδὸν κυριεύσας ἐν Βαβυλῶνι τελευτᾷ. διαιροῦνται δὲ τὴν βασιλείαν οἱ μεγιστᾶνες αὐτοῦ, καὶ βασιλεύουσι Πτολε μαῖος μὲν ὁ Λάγου Αἰγύπτου καὶ καθεξῆς Πτολεμαῖοι ιγʹ ἕως Κλεοπάτρας θυγατρὸς ∆ιονυσίου, τῆς δὲ Ἀσίας πάσης Ἀντίγονος ἐκράτει, τῆς δὲ Ἀσσυρίας καὶ Βαβυλῶνος καὶ Παλαιστίνης 1.285 Σέλευκος ἐκράτει ὁ Νικάνωρ. μετὰ δὲ Σέλευκον ἐβασίλευσεν Ἀν τίοχος υἱὸς αὐτοῦ καὶ ἄλλοι ιεʹ. εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ ἐπι φανής, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος· ὑφ' οὗ γέγονεν ἡ δευ τέρα ἅλωσις Ἱερουσαλήμ, καὶ τὰ Μακκαβαίων ἐπράχθη, καὶ τὸ ἱερὸν ἐμολύνθη κατὰ τὴν τοῦ ∆ανιὴλ πρόρρησιν. ἐπὶ γὰρ τῶν ἡμερῶν τούτων ἐπληθύνθη ἐν τῇ γῇ τὰ κακά, ἀφ' ὧν ἐξῆλθε ῥίζα ἁμαρτωλὸς Ἀντίοχος ὁ ἐπιφανής, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος. ὃς ὑπάρχων δεινὸς ἀνὴρ καὶ πλεονέκτης, καὶ πολλὰς ἁρπα γὰς καὶ λεηλασίας ποιήσας, συνήγαγεν ἀργύριον καὶ χρυσίον πο θητόν, καὶ ἐκ πολλῆς οἰστρηλασίας καὶ ἀκολασίας εἰς τοὺς μίμους καθεὶς ἑαυτὸν ἐν ὄψει πάντων ἀναιδῶς ταῖς γυναιξὶν ἐπεμαίνετο. ὃς κατὰ πρόσωπον τῆς βασιλείας χωρούσης, ἠβουλήθη μίαν βασι λείαν ποιῆσαι τήν τε Ἀντιόχειαν καὶ τὴν Αἴγυπτον. καὶ δὴ τὴν Αἴγυπτον καταλαβὼν ἐν ὄχλῳ βαρεῖ καὶ ἐν ἅρμασι καὶ ἐλέφασι καὶ στόλῳ μεγάλῳ, συνάπτει πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· ὃν καὶ τρέψας κατεκράτησε τὰς ἐν Αἰγύπτῳ πόλεις,