107
πάθους ἵσταται, καὶ εἰς ἀναισθησίαν τελευτᾷ, καὶ τὴν αὐτοῦ τοῦ μεθύοντος ἀπώλειαν· ἐνταῦθα δὲ εἰς μυρίας ἡ βλάβη διαβαίνει ψυχὰς, ποικίλους πάντοθεν ἀνάπτουσα πολέμους. Φέρε οὖν, καὶ τοῦτον ἐκείνῳ παραβάλωμεν, καὶ ἴδωμεν ἐν τίσι μὲν αὐτῷ κοινωνεῖ, ἐν τίσι δὲ αὐτοῦ πλεονεκτεῖ πάλιν, καὶ μεθυόντων ποιήσωμεν σήμερον σύγκρισιν. Πρὸς γὰρ ἐκεῖνον τὸν μακάριον, τὸν Πνεύματι ζῶντα, μηδὲ παραβαλέσθωσαν οὗτοι λοιπὸν, ἀλλὰ πρὸς ἀλλήλους ἐξεταζέσθωσαν· καὶ πάλιν τὴν τράπε 60.522 ζαν εἰς μέσον ἀγάγωμεν, τὴν μυρίων γέμουσαν φόνων. Ἐν τίσιν οὖν κοινωνοῦσι, καὶ ἀλλήλοις ἐοίκασιν; Ἐν αὐτῇ τῇ τοῦ νοσήματος φύσει· τὸ μὲν γὰρ εἶδος τῆς μέθης διάφορον, ἐπειδὴ τὸ μὲν ἐξ οἴνου, τὸ δὲ ἀπὸ χρημάτων γίνεται· τὸ δὲ πάθος ὅμοιον· καὶ γὰρ ὁμοίως ἀμφότεροι ἐπιθυμίᾳ ἀτόπῳ κατέχονται. Ὅ τε γὰρ οἴνῳ μεθύων, ὅσῳ ἂν πλείους ἐκπίῃ κύλικας, τοσούτῳ πλειόνων ἐφίεται· ὅ τε χρημάτων ἐρῶν, ὅσῳπερ ἂν περιβάληται πλείω, τοσούτῳ μᾶλλον ἀνάπτει τῆς ἐπιθυμίας τὴν φλόγα, καὶ χαλεπώτερον αὑτῷ κατασκευάζει τὸ δίψος. Τούτῳ μὲν οὖν ἐοίκασιν· ἑτέρῳ δ' αὖ πάλιν ὁ φιλάργυρος πλεονεκτεῖ. Ποίῳ δὴ τούτῳ; Ὅτι ἐκεῖνος μὲν πρᾶγμα πάσχει κατὰ φύσιν· ὁ γὰρ οἶνος θερμὸς ὢν, καὶ τὴν ἔμφυτον ἐπιτείνων ξηρότητα, οὕτω τοὺς μεθύοντας ποιεῖ διψῇν· ἐκεῖνος δὲ πόθεν ἀεὶ πλειόνων ἐφίεται; Πόθεν; Ἐπειδὰν μειζόνως πλουτήσῃ, τότε μάλιστά ἐστιν ἐν πενίᾳ· ἄπορον γὰρ τουτὶ τὸ πάθος, καὶ αἰνίγματι μᾶλλόν ἐστιν ἐοικός. Ἀλλ' ἴδωμεν αὐτοὺς, εἰ δοκεῖ, καὶ μετὰ τὴν μέθην· μᾶλλον δὲ τὸν φιλάργυρον οὐδέποτε ἔστιν ἰδεῖν μετὰ τὴν μέθην· οὕτως ἐν τῷ μεθύειν ἐστὶν ἀεί. Οὐκοῦν ἐν αὐτῷ τῷ μεθύειν ὄντας ἀμφοτέρους ἴδωμεν, καὶ διασκεψώμεθα τίς μᾶλλόν ἐστι καταγέλαστος, καὶ σχηματίσωμεν αὐτοὺς ἀκριβῶς πάλιν ὑπογράφοντες. Ὀψόμεθα τοίνυν τὸν ἐξ οἴνου παραπαίοντα, γενομένης ἑσπέρας, τῶν ὀφθαλμῶν ἀνεῳγμένων οὐδένα βλέποντα, ἀλλὰ ἁπλῶς καὶ εἰκῆ περιφερόμενον, καὶ τοῖς ἀπαντῶσιν ἐγκρούοντα, καὶ ἐμοῦντα καὶ σπαραττόμενον καὶ γυμνούμενον ἀσχημόνως· κἂν γυνὴ παρῇ, κἂν θυγάτηρ, κἂν θεραπαινὶς, κἂν ὁστισοῦν, ἐγγελάσεται δαψιλές. Οὐκοῦν καὶ τὸν πλεονέκτην φέρε εἰς μέσον ἀγάγωμεν. Ἐνταῦθα γὰρ οὐ γέλωτος τὰ γινόμενα μόνον, ἀλλὰ καὶ ἀρᾶς καὶ πολλοῦ τοῦ θυμοῦ καὶ μυρίων σκηπτῶν· τέως μέντοι τὸν γέλωτα ἴδωμεν. Καὶ γὰρ καὶ οὗτος ὁμοίως ἐκείνῳ πάντας ἀγνοεῖ, καὶ φίλους καὶ ἐχθροὺς, καὶ ὁμοίως τῶν ὀφθαλμῶν ἀνεῳγμένων πεπήρωται, καὶ ὥσπερ ἐκεῖνος πάντα οἶνον, οὕτω καὶ οὗτος πάντα χρήματα βλέπει. Καὶ ὁ ἔμετος δὲ πολὺ χαλεπώτερος· οὐ γὰρ τροφὰς προΐεται, ἀλλὰ ῥήματα λοιδορίας, ὕβρεων, πολέμων, θανάτων, μυρίους ἄνωθεν κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἕλκοντα κεραυνούς· καὶ οἷόν ἐστι τὸ σῶμα τοῦ μεθύοντος πελιδνὸν καὶ διαῤῥέον, τοιαύτη καὶ ἡ ἐκείνου ψυχή· μᾶλλον δὲ οὐδὲ τὸ σῶμα αὐτὸ τῆς νόσου ταύτης ἀπήλλακται, ἀλλὰ καὶ μᾶλλον ἁλίσκεται, οἴνου χαλεπώτερον τῆς φροντίδος καὶ τοῦ θυμοῦ καὶ τῆς ἀγρυπνίας κατεσθιούσης αὐτὸ, καὶ κατὰ μικρὸν δαπανώσης ἅπαν. Καὶ ὁ μὲν οἰνοφλυγίᾳ κατεχόμενος, κἂν κατὰ τὴν νύκτα δύναται νήφειν· ὁ δὲ διαπαντὸς μεθύει, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐγρηγορὼς καὶ καθεύδων, δεσμώτου παντὸς καὶ τῶν τὰ μέταλλα ἐργαζομένων, καὶ εἴ τις ἑτέρα ταύτης ἐστὶ χαλεπωτέρα τιμωρία, μείζονα διδοὺς δίκην. ιαʹ. Τοῦτο οὖν, εἰπέ μοι, ζωὴ, ἀλλ' οὐ θάνατος, μᾶλλον δὲ καὶ θανάτου παντὸς ἐλεεινότερον; Ὁ μὲν γὰρ θάνατος ἀναπαύει τὸ σῶμα, καὶ γέλωτος καὶ ἀσχημοσύνης καὶ ἁμαρτημάτων ἀπαλλάττει· αὗται δὲ αἱ μέθαι εἰς πάντα ταῦτα ἐμβάλλουσι, τὰς ἀκοὰς ἐμφράττουσαι, τοὺς ὀφθαλμοὺς πηροῦσαι, τὴν διάνοιαν ἐν πολλῷ τῷ σκότῳ κατέχουσαι. Οὔτε γὰρ ἀκοῦσαι, οὔτε εἰπεῖν ἕτερόν τι ἀνέχεται, ἀλλ' ἢ τόκους καὶ τόκους τόκων, καὶ ἀναίσχυντα κέρδη, καὶ καπηλείας μεμισημένας, καὶ πραγματείας ἀνελευθέρους καὶ δουλοπρεπεῖς, καθάπερ κύων πρὸς ἅπαντας ὑλακτῶν, πάντας μισῶν, πάντας ἀποστρεφό 60.523 μενος, πολεμῶν ἅπασιν οὐδεμιᾶς ὑποκειμένης αἰτίας, πενήτων κατεξανιστάμενος, τοῖς πλουτοῦσι βασκαίνων, πρὸς οὐδένα ἡδέως ἔχων. Κἂν γυναῖκα ἔχῃ, κἂν παιδία,