107
ἀποθνήσκοντας." Ὁ γὰρ τοὺς ὑπὲρ εὐ σεβείας καὶ δικαιοσύνης ὑπομείνας ἱδρῶτας, καὶ τοὺς ὑπὲρ αἰωνίων ἀγαθῶν ἀναδεξάμενος πόνους, τὴν ἀνώλεθρον ἔχει ζωὴν τῶν πόνων καρπόν· καὶ τοῖς τοῦ κόσμου σοφοῖς, οὓς μωροὺς ὁ ἀποστολικὸς ὀνομάζει λόγος, οὐ κοινωνήσει τῆς αἰωνίου φθορᾶς, καὶ τῆς ἀεὶ τιμωρίας. "Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται." Οὗτοι γὰρ, φησὶν, οἱ καλού μενοι σοφοὶ, οὐδεμίαν ἐκ τῆς σοφίας ὠφέλειαν εὑρά μενοι, τὸν αὐτὸν τοῖς ἀμαθέσι τίσουσιν ὄλεθρον. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσεν· Ὁμοῦ ἀνόητος καὶ ἀμαθὴς ἀπολοῦνται. Καὶ καλεῖ μὲν ἀνόη τον τὸν καλούμενον σοφὸν, ὡς συνεῖναι τὸ δέον οὐκ ἐθελήσαντα· ἀμαθῆ δὲ τὸν τῆς μὲν σοφίας ἀμύητον, κακίᾳ δὲ ὅμως συζήσαντα. "Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐ τῶν. [ιβʹ] Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα· σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν." Οὐ μόνης δὲ τῆς σοφίας, ἀλλὰ καὶ τῆς δυναστείας, καὶ τῆς περιουσίας γυμνωθέντες ἁπάσης, δέξονται 80.1225 τοῦ βίου τὸ τέλος, ἀπὸ τῶν περιφανῶν οἰκιῶν τοῖς τάφοις παραπεμπόμενοι, καὶ ταύτας οἰκεῖν δι' αἰῶνος ἀναγκαζόμενοι. "Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν." Καὶ μὴν, φησὶν, ἀπὸ τῶν ὀνομάτων αὐτῶν τὰ κτήματα αὐτῶν προσ ηγόρευται. Τοῦ δεῖνος γὰρ ἡ οἰκία, καὶ τοῦ δεῖνος ὁ ἀγρὸς, καὶ τοῦ δεῖνος ὁ οἰκέτης· ἀλλὰ σὺν τῇ δεσποτείᾳ ἡ τῶν ὀνομάτων ἀμείβεται προσηγορία. Ὥσπερ γὰρ ἕτεροι κύριοι τῶν ὑπ' ἐκείνων κατα λειφθέντων ἐγένοντο, οὕτω γενήσεται καὶ τῶν ὀνο μάτων ἐναλλαγή. Πάλιν γὰρ ἐκ τούτων αἱ προσηγο ρίαι τεθήσονται. ∆ιὰ πάντων δὲ ἡμᾶς ὁ λόγος διδάσκει, μὴ θαῤῥεῖν τοῖς παροῦσιν, ἀλλὰ τῶν μελλόντων ἐπιμελεῖσθαι. ιγʹ. "Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς." Ταύτης δέ φησιν αἴτιον τῆς ἀνοίας, τὸ μὴ θελῆσαι συνιέναι ἡμᾶς τὴν οἰκείαν τιμὴν, καὶ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἡμῖν ἀξίαν, ἀλλὰ τὸν κτηνώδη καὶ θηριώδη βίον ἀσπάσασθαι. ιδʹ. "Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς." Εἰς δὲ τὴν ἀλογίαν ἐξέπεσον, κάκιστον ἐξ ἀρχῆς ἐσχηκότες τρόπον, καὶ ἐπὶ τὰς πονηρὰς ἐκκλίναντες πράξεις. Ὁδὸν γὰρ τὰς πράξεις ὠνόμασεν. "Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν." Μεταμελείᾳ δὲ χρήσονται μετὰ τὴν ἐντεῦθεν ἐκδη μίαν, οὐδὲν ἐκ ταύτης λοιπὸν ποριζόμενοι κέρδος. ιεʹ. "Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς." Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ὡς πρόβατα ᾅδου ἔταξαν ἑαυτοὺς, θάνατος νεμήσει αὐτούς· αὐτοὶ γὰρ ἑαυτοῖς τὰς κολάσεις προὐξένησαν, καὶ τὸν θάνατον προείλοντο τῆς ζωῆς. "Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ· καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ, ἐκ τῆς δόξης αὑτῶν ἐξώσθησαν." Οἱ δὲ νῦν ὑπ' αὐτῶν ἀδικούμενοι καὶ καταφρονούμενοι, τὴν κατ' αὐτοὺς οὐκ εἰς μακρὰν σχήσουσιν ἐξουσίαν. Πάσης γὰρ τῆς προτέρας εὐημερίας γεγυμνωμένοι τῷ θανάτῳ παραδοθήσονται. Συνᾴδει δὲ τούτοις καὶ ἡ τοῦ Κυρίου παραβολὴ, τὸν μὲν Λάζαρον ἐν τοῖς κόλποις δεικνῦσα τοῦ Ἀβραάμ· τὸν δὲ ἀλαζόνα πλούσιον πικρῶς κολαζόμενον, καὶ τοῦ πένητος 80.1228 ἱκέτην γινόμενον· οὕτω τὸ ἐκείνων τέλος δι εξελθὼν, ἱκετείαν τῷ Θεῷ προσφέρει. Ὁ τούτοις δὲ χρησάμενος τοῖς λόγοις, μὴ τὴν αὐτὴν ἐκείνοις τελευτὴν ὑπομεῖναι αἰτεῖ· φησὶ δὲ οὕτως· ιʹ. "Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με." Μετὰ ταῦτα τοῖς πενίᾳ συμβιοτεύουσι, καὶ διὰ τὴν τῶν πλουσίων τρυχομένοις ἀλαζονείαν, εἰσήγησιν εἰσφέρει καὶ συμβουλήν. ιζʹ, ιηʹ. "Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγ καταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ." Μὴ μέγα τι, φησὶ, νόμιζε τὴν παροῦσαν εὐημερίαν· οὐ μόνιμος γὰρ ὁ περίβλεπτος πλοῦτος. Οἱ γὰρ ἐπὶ τούτῳ τὰς ὀφρῦς ἀνασπῶντες, καὶ τὰς γνάθους φυσῶντες, μικρὸν ὕστερον τὰ πάντα καταλείψαντες, τῷ θανάτῳ παραδοθήσονται. ιθʹ. "Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν ζωῇ αὐτοῦ εὐλογη θήσεται." Ζῶντα, φησὶ, τὸν πλούτῳ κομῶντά τινες μακαρίζουσιν· ἀποθανόντα μέντοι τρισάθλιον ὀνομάζουσιν. "Ἐξομολογήσεταί