110
τῶν πνευματομάχων ἀναφανέντων, τὸ χρῆναι ἀναθεματίζεσθαι τοὺς λέγοντας τῆς κτιστῆς εἶναι καὶ δουλικῆς φύσεως τὸ Πνεῦμα τὸ Ἅγιον ἐσίγησαν. Οὐδὲν γὰρ ὅλως τῆς θείας καὶ μακαρίας Τριάδος κτιστόν.
141.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
141.1 Ἐδεξάμην ἤδη δύο ἐπιστολὰς παρὰ τῆς ἐνθέου καὶ τελειοτάτης
φρονήσεώς σου· ὧν ἡ μὲν ὑπέγραφεν ἡμῖν ἐναργῶς ὅπως μὲν προσεδοκήθημεν ὑπὸ τοῦ λαοῦ τοῦ ὑπὸ τὴν χεῖρα τῆς ὁσιότητός σου, ὅσον δὲ ἐλυπήσαμεν ἀπο λειφθέντες τῆς ἁγιωτάτης συνόδου. Ἡ δὲ ἑτέρα ἡ παλαιοτέρα μέν, ὡς εἰκάζω τῷ γράμματι, ὕστερον δὲ ἡμῖν ἀποδοθεῖσα, διδασκαλίαν περιεῖχε πρέπουσάν σοι καὶ ἡμῖν ἀναγκαίαν, μὴ καταρρᾳθυμεῖν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ μηδὲ κατὰ μικρὸν προΐεσθαι τοῖς ὑπεναντίοις τὰ πράγματα, ἀφ' ὧν τὰ μὲν ἐκείνων αὐξήσει, τὰ δὲ ἡμέτερα μειωθήσε ται. Καὶ οἶμαι πρὸς ἑκατέραν ἀποκεκρίσθαι, πλὴν ἀλλὰ καὶ νῦν, ἐπειδὴ ἄδηλον εἰ οἱ πιστευθέντες τὴν διακονίαν διέσωσαν ἡμῶν τὰς ἀποκρίσεις, περὶ τῶν αὐτῶν ἀπολο γοῦμαι· πρὸς μὲν τὴν ἀπόλειψιν ἀληθεστάτην πρόφασιν γράφων, ἧς οἶμαι τὴν ἀκοὴν καὶ μέχρι τῆς σῆς ὁσιότητος διαβεβηκέναι, ὅτι ὑπὸ ἀρρωστίας κατεσχέθην τῆς μέχρις αὐτῶν με τῶν πυλῶν τοῦ θανάτου καταγαγούσης. Καὶ ἔτι καὶ νῦν ἡνίκα ἐπέστελλον περὶ τούτων, λείψανα φέρων τῆς ἀρρωστίας ἔγραφον. Ταῦτα δέ ἐστι τοιαῦτα ὥστε ἐξαρκεῖν ἑτέρῳ νοσήματα εἶναι δύσφορα. 141.2 Πρὸς δὲ τὸ ὅτι οὐ ῥᾳθυμίᾳ ἡμετέρᾳ τὰ τῶν Ἐκκλη σιῶν τοῖς ἐναντίοις προδέδοται, εἰδέναι βούλομαι τὴν θεοσέβειάν σου ὅτι οἱ κοινωνικοὶ δῆθεν ἡμῖν τῶν ἐπισκό πων ἢ ὄκνῳ ἢ τῷ πρὸς ἡμᾶς ὑπόπτως ἔχειν ἔτι καὶ μὴ καθαρῶς ἢ τῇ παρὰ τοῦ διαβόλου ἐγγινομένῃ πρὸς τὰς ἀγαθὰς πράξεις ἐναντιώσει συνάρασθαι ἡμῖν οὐκ ἀνέχονται. Ἀλλὰ σχήματι μὲν δῆθεν οἱ πλείους ἐσμὲν μετ' ἀλλήλων προστεθέντος ἡμῖν καὶ τοῦ χρηστοῦ Βοσπορίου, ἀληθείᾳ δὲ πρὸς οὐδὲν ἡμῖν τῶν ἀναγκαιοτάτων συναίρονται, ὥστε με καὶ ὑπὸ τῆς ἀθυμίας ταύτης τὸ πλεῖστον μέρος πρὸς τὴν ἀνάληψιν ἐμποδίζεσθαι, συνεχῶς μοι τῶν ἀρρωστημάτων ἐκ τῆς σφοδρᾶς λύπης ὑποστρεφόντων. Τί δ' ἂν ποιήσαιμι μόνος, τῶν κανόνων, ὡς καὶ αὐτὸς οἶδας, ἑνὶ τὰς τοιαύτας οἰκονομίας μὴ συγχωρούντων; Καίτοι τίνα θεραπείαν οὐκ ἐθεράπευσα; Ποίου κρίματος αὐτοὺς οὐκ ἀνέμνησα, τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ καὶ διὰ τῆς συντυχίας; Ἦλθον γὰρ καὶ μέχρι τῆς πόλεως κατὰ ἀκοὴν τοῦ ἐμοῦ θανάτου. Ἐπεὶ δὲ ἔδοξε τῷ Θεῷ ζῶντας ἡμᾶς παρ' αὐτῶν καταληφθῆναι, διελέχθημεν αὐτοῖς τὰ εἰκότα. Καὶ παρόντα μὲν αἰδοῦνται καὶ ὑπισχνοῦνται τὰ εἰκότα πάντα, ἀπολειφθέντες δὲ πάλιν πρὸς τὴν ἑαυτῶν ἀνατρέχουσι γνώμην. Ταῦτα καὶ ἡμεῖς τῆς κοινῆς καταστάσεως τῶν πραγμάτων ἀπολαύομεν, προδήλως τοῦ Κυρίου ἐγκαταλιπόντος ἡμᾶς τοὺς διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψύξαντας τὴν ἀγάπην. Ἀλλὰ πρὸς πάντα ἡμῖν ἀρκεσάτω ἡ μεγάλη σου καὶ δυνατωτάτη πρὸς Θεὸν ἱκεσία. Τάχα γὰρ ἂν ἢ γενοίμεθά τι τοῖς πράγμασι χρήσιμοι ἢ δια μαρτόντες τῶν σπουδαζομένων φύγοιμεν τὴν κατάκρισιν.
142.τ ΝΟΥΜΕΡΑΡΙΩ ΕΠΑΡΧΩΝ
142.1 Συνήγαγον μὲν πάντας ἐν τῇ συνόδῳ τοῦ μακαρίου μάρ τυρος
Εὐψυχίου τοὺς ἀδελφοὺς ἡμῶν τοὺς χωρεπισκόπους, ὥστε γνωρίμους ποιῆσαι τῇ τιμιότητί σου. Ἐπεὶ δὲ ἀπε λείφθης, διὰ γραμμάτων αὐτοὺς ἀναγκαῖόν ἐστι προσαχθῆ ναί σου τῇ τελειότητι. Γνώριζε τοίνυν τὸν ἀδελφὸν τόνδε ἄξιον ὄντα τοῦ πιστεύεσθαι παρὰ τῆς σῆς φρονήσεως διὰ τὸν φόβον τοῦ Κυρίου. Καὶ ἅπερ ἂν τῶν