111
ἀνάπτοντος, ἢ οἱ παῖδες ἐκεῖνοι. Ἐκείνων μὲν γὰρ οὐκ ἴσχυσε τὸ πῦρ οὐδὲ ἄκρων ἅψασθαι τῶν τριχῶν· τούτου δὲ πυρὸς σφοδρότερον κατέκαυσε τὴν διάνοιαν ἡ ὀργή. Ἐννόησον γὰρ ὅσον ἦν ἐπ' ὄψεσι τοσαύταις ὑπὸ παίδων αἰχμαλώτων αὐτὸν διαπτύεσθαι. Ἔδειξε γὰρ λοιπὸν, ὅτι καὶ τὴν πόλιν αὐτῶν ἔλαβεν, οὐ παρὰ τὴν οἰκείαν ἰσχὺν, ἀλλὰ παρὰ τὴν τῶν πολλῶν ἁμαρτίαν. Εἰ γὰρ τῶν δεδεμένων οὐκ ἴσχυσε περιγενέσθαι, καὶ ταῦτα ἐν καμίνῳ βεβλημένων, πῶς ἂν τούτων περιεγένετο πολέμου νόμῳ, πάντων τοιούτων ὄντων; Ὅθεν δῆλον ὅτι αἱ τῶν πολλῶν ἁμαρτίαι τὴν πόλιν παρέδωκαν. Ὅρα δὲ καὶ τὸ ἀκενόδοξον τῶν παίδων. Οὐ γὰρ ἐπεπήδησαν τῇ καμίνῳ, ἀλλὰ τοῦ Χριστοῦ τὴν παραγγελίαν ἄνωθεν ἐφύλαττον λέγοντος· Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν· οὔτε ἔφυγον ἐπειδὴ ἤχθησαν, ἀλλ' ἔστησαν ἐν τῷ μέσῳ γενναίως, οὔτε μὴ καλοῦντος ἀγωνιζόμενοι, οὔτε καλοῦντος μαλακιζόμενοι, ἀλλὰ πρὸς πάντα ἕτοιμοι καὶ γενναῖοι, καὶ πάσης γέμοντες παῤῥησίας. Ἀκούσωμεν δὲ καὶ τί λέγουσιν, ἵνα κἀντεῦθεν μάθωμεν αὐτῶν τὸ φιλόσοφον φρόνημα· Ἔστι Θεὸς ἐν οὐρανοῖς δυνατὸς ἐξελέσθαι ἡμᾶς. Οὐ γὰρ ὑπὲρ ἑαυτῶν φροντίζουσιν, ἀλλὰ καὶ καίεσθαι μέλλοντες, ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης μεριμνῶσιν. Ἵνα γὰρ μή ποτε, φησὶ, κατακαυθέντων ἡμῶν ἀσθένειαν τοῦ Θεοῦ καταγνῷς, ἤδη σοι τὸ δόγμα ἅπαν ἀπαγγέλλομεν ἀκριβῶς τὸ ἡμέτερον· Ἔστι Θεὸς ἐν οὐρανοῖς, οὐ τοιοῦτος, οἵα αὕτη εἰκὼν ἡ ἐπὶ γῆς, ἡ ἄψυχος καὶ ἄφωνος, ἀλλ' ἱκανὸς καὶ ἐκ μέσης καμίνου τῆς καιομένης ἐξαρπάσαι. Μὴ τοίνυν αὐτοῦ καταγνῷς ἀσθένειαν, ὅτι ἀφίησιν ἐμπεσεῖν. Οὕτως ἐστὶ δυνατὸς, ὥστε μετὰ τὸ ἐμπεσεῖν πάλιν ἡμᾶς ἐξαρπάσαι τῆς φλογός· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, ὦ βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησας οὐ προσκυνοῦμεν. Ὅρα αὐτοὺς οἰκονομικῶς ἀγνοοῦντας τὸ μέλλον. Εἰ γὰρ προῄδεσαν, οὐδὲ ἦσαν θαυμαστοὶ, πεποιηκότες ὅπερ ἐποίησαν· τί γὰρ θαυμαστὸν, εἰ ἐνέχυρα ἔχοντες σωτηρίας, κατετόλμησαν τῶν δεινῶν; ἀλλ' ὁ μὲν Θεὸς ἐδοξάζετο, δυνηθεὶς ἐκβαλεῖν τῆς καμίνου· ἐκεῖνοι δὲ οὐκ ἂν ἐθαυμάσθησαν, ἅτε μὴ εἰς κινδύνους ἑαυτοὺς ῥίψαντες. ∆ιὰ τοῦτο αὐτοὺς ἀφῆκεν ἀγνοῆσαι τὸ μέλλον, ἵνα αὐτοὺς δοξάσῃ πλέον. Καὶ καθάπερ αὐτοὶ ἠσφαλίζοντο τὸν βασιλέα μὴ ἀσθένειαν καταγνῶναι Θεοῦ, εἰ κατακαυθείησαν· οὕτως ὁ Θεὸς ἀμφότερα ἐποίησε, καὶ τὴν ἑαυτοῦ δύναμιν ἔδειξε, καὶ τὴν τῶν παίδων προθυμίαν λαμπροτέραν διαφανῆναι παρεσκεύασε. Πόθεν 61.151 οὖν αὐτοῖς, φησὶ, ἡ ἀμφιβολία καὶ τὸ μὴ θαῤῥεῖν ὅτι πάντως σωθήσονται; ∆ιὰ τὸ πάντως ἑαυτοὺς εὐτελεστέρους εἶναι νομίζειν, καὶ ἀναξίους τοιαύτης εὐεργεσίας. Καὶ ὅτι οὐ στοχαζόμενος τοῦτο λέγω, εἰς τὴν κάμινον ἐμπεσόντες, τοιαῦτα ἀπωδύροντο λέγοντες· Ἡμάρτομεν, ἠνομήσαμεν, οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα. ∆ιὰ ταῦτα ἔλεγον· Καὶ ἐὰν μή. Εἰ δὲ μὴ φανερῶς εἶπον τοῦτο, οἷον, ὅτι ∆υνατὸς μὲν ἔστιν ὁ Θεὸς ἐξελέσθαι ἡμᾶς, ἐὰν δὲ μὴ ἐξέληται, διὰ τὰς ἁμαρτίας οὐκ ἐξελεῖται, μὴ θαυμάσῃς· καὶ γὰρ ἔδοξαν ἂν παρὰ τοῖς βαρβάροις τοῦ Θεοῦ τὴν ἀσθένειαν τῇ τῶν οἰκείων ἁμαρτημάτων συσκιάζειν προφάσει. ∆ιὰ τοῦτο περὶ τοῦ δυνατοῦ μόνον διαλεχθέντες, τὴν αἰτίαν οὐ τιθέασι. Καὶ ἄλλως δὲ πεπαιδευμένοι καλῶς ἦσαν μὴ πολυπραγμονεῖν τοῦ Θεοῦ τὰς κρίσεις. Ταῦτα τοίνυν εἰπόντες ἐνέβησαν εἰς τὸ πῦρ, καὶ οὔτε ἐνύβρισαν εἰς τὸν βασιλέα, οὔτε κατέστρεψαν τὴν εἰκόνα. Τὸν γὰρ ἀνδρεῖον τοιοῦτον εἶναι χρὴ, σώφρονα καὶ ἐπιεικῆ, καὶ μάλιστα ἐν τοῖς κινδύνοις, ἵνα μὴ δόξῃ θυμῷ καὶ κενοδοξίᾳ πρὸς τοιούτους ἀγῶνας ἰέναι, ἀλλὰ ἀνδρείᾳ καὶ σωφροσύνῃ. Ὁ μὲν γὰρ ὑβρίζων, ἐκείνων τῶν ἐγκλημάτων ὑπομένει τὴν ὑπόνοιαν· ὁ δὲ ὑπομένων καὶ ἑλκόμενος 61.152 καὶ μετ' ἐπιεικείας ἀγωνιζόμενος, οὐχ ὡς ἀνδρεῖος θαυμάζεται μόνον, ἀλλὰ καὶ ἐπὶ τῇ σωφροσύνῃ καὶ τῇ ἐπιεικείᾳ οὐχ ἧττον ἀνακηρύττεται· ὅπερ καὶ αὐτοὶ τότε ἐποίησαν, τήν τε ἀνδρείαν ἐπιδεικνύμενοι καὶ τὴν ἐπιείκειαν ἅπασαν, καὶ οὐδὲν ἐπὶ μισθῷ πράττοντες οὐδὲ ἀντιδόσει καὶ ἀνταμοιβῇ. Καὶ ἐὰν μὴ θελήσῃ, φησὶν, ἡμᾶς ἐξελέσθαι, τοῖς θεοῖς σου οὐ λατρεύομεν· ἔχομεν γὰρ ἤδη τὰς ἀμοιβὰς,